Complete Works of Theocritus

Home > Other > Complete Works of Theocritus > Page 35
Complete Works of Theocritus Page 35

by Theocritus


  ἶυγξ, ἕλκε τὺ τῆνον ἐμὸν ποτὶ δῶμα τὸν ἄνδρα.

  νῦν δὴ μώνα ἐοῖσα πόθεν τὸν ἔρωτα δακρύσω;

  ἐκ τίνος ἄρξωμαι; τίς μοι κακὸν ἄγαγε τοῦτο; 65

  ἦνθ᾽ ἁ τῶὐβούλοιο κανηφόρος ἄμμιν ᾿Αναξὼ

  ἄλσος ἐς ᾿Αρτέμιδος, τᾷ δὴ τόκα πολλὰ μὲν ἄλλα

  θηρία πομπεύεσκε περισταδόν, ἐν δὲ λέαινα.

  φράζεό μευ τὸν ἔρωθ᾽ ὅθεν ἵκετο, πότνα Σελάνα.

  καί μ᾽ ἁ Θευχαρίδα Θρᾷσσα τροφὸς ἁ μακαρῖτις 70

  ἀγχίθυρος ναίοισα κατεύξατο καὶ λιτάνευσε

  τὰν πομπὰν θάσασθαι: ἐγὼ δέ οἱ ἁ μεγάλοιτος

  ὡμάρτευν βύσσοιο καλὸν σύροισα χιτῶνα,

  κἀμφιστειλαμένα τὰν ξυστίδα τὰν Κλεαρίστας.

  φράζεό μευ τὸν ἔρωθ᾽ ὅθεν ἵκετο, πότνα Σελάνα.

  ἤδη δ᾽ εὖσα μέσον κατ᾽ ἀμαξιτόν, ᾇ τὰ Λύκωνος,

  εἶδον ὁμοῦ Δέλφιν τε καὶ Εὐδάμιππον ἰόντας.

  τοῖς δ᾽ ἦν ξανθοτέρα μὲν ἑλιχρύσοιο γενειάς,

  στήθεα δὲ στίλβοντα πολὺ πλέον ἢ τὺ Σελάνα,

  ὡς ἀπὸ γυμνασίοιο καλὸν πόνον ἄρτι λιπόντων. 80

  φράζεό μευ τὸν ἔρωθ᾽ ὅθεν ἵκετο, πότνα Σελάνα.

  χὡς ἴδον, ὡς ἐμάνην, ὥς μευ πέρι θυμὸς ἰάφθη

  δειλαίας: τὸ δὲ κάλλος ἐτάκετο, κοὔτέ τι πομπᾶς

  τήνας ἐφρασάμαν, οὐδ᾽ ὡς πάλιν οἴκαδ᾽ ἀπῆνθον

  ἔγνων: ἀλλά μέ τις καπυρὰ νόσος ἐξεσάλαξε, 85

  κείμαν δ᾽ ἐν κλιντῆρι δέκ᾽ ἄματα καὶ δέκα νύκτας.

  φράζεό μευ τὸν ἔρωθ᾽ ὅθεν ἵκετο, πότνα Σελάνα.

  καί μευ χρὼς μὲν ὁμοῖος ἐγίνετο πολλάκι θάψῳ,

  ἔρρευν δ᾽ ἐκ κεφαλᾶς πᾶσαι τρίχες, αὐτὰ δὲ λοιπὰ

  ὀστί᾽ ἔτ᾽ ἦς καὶ δέρμα. καὶ ἐς τίνος οὐκ ἐπέρασα 90

  ἢ ποίας ἔλιπον γραίας δόμον, ἅτις ἐπᾷδεν;

  ἀλλ᾽ ἦς οὐδὲν ἐλαφρόν: ὁ δέ χρόνος ἄνυτο φεύγων.

  φράζεό μευ τὸν ἔρωθ᾽ ὅθεν ἵκετο, πότνα Σελάνα.

  χοὕτω τᾷ δούλᾳ τὸν ἀλαθέα μῦθον ἔλεξα:

  ‘εἰ δ᾽ ἄγε Θεστυλί μοι χαλεπᾶς νόσω εὑρέ τι μῆχος.

  πᾶσαν ἔχει με τάλαιναν ὁ Μύνδιος: ἀλλὰ μολοῖσα

  τήρησον ποτὶ τὰν Τιμαγήτοιο παλαίστραν:

  τηνεῖ γὰρ φοιτῇ, τηνεῖ δέ οἱ ἁδὺ καθῆσθαι.’

  φράζεό μευ τὸν ἔρωθ᾽ ὅθεν ἵκετο, πότνα Σελάνα.

  ‘κἠπεί κά νιν ἐόντα μάθῃς μόνον, ἅσυχα νεῦσον, 100

  κεἴφ᾽ ὅτι Σιμαίθα τυ καλεῖ, καὶ ὑφαγέο τᾷδε.’

  ὣς ἐφάμαν: ἁ δ᾽ ἦνθε καὶ ἄγαγε τὸν λιπαρόχρων

  εἰς ἐμὰ δώματα Δέλφιν: ἐγὼ δέ νιν ὡς ἐνόησα

  ἄρτι θύρας ὑπὲρ οὐδὸν ἀμειβόμενον ποδὶ κούφῳ —

  φράζεό μευ τὸν ἔρωθ᾽ ὅθεν ἵκετο, πότνα Σελάνα —

  πᾶσα μὲν ἐψύχθην χιόνος πλέον, ἐν δὲ μετώπῳ

  ἱδρώς μευ κοχύδεσκεν ἴσον νοτίαισιν ἐέρσαις,

  οὐδέ τι φωνᾶσαι δυνάμαν, οὐδ᾽ ὅσσον ἐν ὕπνῳ

  κνυζεῦνται φωνεῦντα φίλαν ποτὶ ματέρα τέκνα:

  ἀλλ᾽ ἐπάγην δαγῦδι καλὸν χρόα πάντοθεν ἴσα. 110

  φράζεό μευ τὸν ἔρωθ᾽ ὅθεν ἵκετο, πότνα Σελάνα.

  καί μ᾽ ἐσιδὼν ὥστοργος, ἐπὶ χθονὸς ὄμματα πήξας

  ἕξετ᾽ ἐπὶ κλιντῆρι καὶ ἑζόμενος φάτο μῦθον:

  ἦ ῥά με Σιμαίθα τόσον ἔφθασας, ὅσσον ἐγώ θην

  πρᾶν ποκα τὸν χαρίεντα τρέχων ἔφθασσα Φιλῖνον,

  ἐς τὸ τεὸν καλέσασα τόδε στέγος ἤ με παρῆμεν.

  φράζεό μευ τὸν ἔρωθ᾽ ὅθεν ἵκετο, πότνα Σελάνα.

  ἦνθον γάρ κεν ἐγώ, ναὶ τὸν γλυκὺν ἦνθον ῎Ερωτα,

  ἢ τρίτος ἠὲ τέταρτος ἐὼν φίλος αὐτίκα νυκτός,

  μᾶλα μὲν ἐν κόλποισι Διωνύσοιο φυλάσσων, 120

  κρατὶ δ᾽ ἔχων λεύκαν, ῾Ηρακλέος ἱερὸν ἔρνος,

  πάντοθε πορφυρέαισι περὶ ζώστραισιν ἑλικτάν.

  φράζεό μευ τὸν ἔρωθ᾽ ὅθεν ἵκετο, πότνα Σελάνα.

  καί μ᾽ εἰ μέν κ᾽ ἐδέχεσθε, τάδ᾽ ἦς φίλα: καὶ γὰρ ἐλαφρὸς

  καὶ καλὸς πάντεσσι μετ᾽ ἠιθέοισι καλεῦμαι: 125

  εὗδόν τ᾽, εἴ κε μόνον τὸ καλὸν στόμα τεῦς ἐφίλασα:

  εἰ δ᾽ ἀλλᾷ μ᾽ ὠθεῖτε καὶ ἁ θύρα εἴχετο μοχλῷ,

  πάντως καὶ πελέκεις καὶ λαμπάδες ἦνθον ἐφ᾽ ὑμέας.

  φράζεό μευ τὸν ἔρωθ᾽ ὅθεν ἵκετο, πότνα Σελάνα.

  νῦν δὲ χάριν μὲν ἔφαν τᾷ Κύπριδι πρᾶτον ὀφείλειν,

  καὶ μετὰ τὰν Κύπριν τύ με δευτέρα ἐκ πυρὸς εἵλευ

  ὦ γύναι ἐσκαλέσασα τεὸν ποτὶ τοῦτο μέλαθρον

  αὔτως ἡμίφλεκτον: ῎Ερως δ᾽ ἄρα καὶ Λιπαραίω

  πολλάκις ῾Ηφαίστοιο σέλας φλογερώτερον αἴθει.

  φράζεό μευ τὸν ἔρωθ᾽ ὅθεν ἵκετο, πότνα Σελάνα.

  ‘σὺν δὲ κακαῖς μανίαις καὶ παρθένον ἐκ θαλάμοιο

  καὶ νύμφαν ἐφόβησ᾽ ἔτι δέμνια θερμὰ λιποῖσαν

  ἀνέρος.’ ὣς ὁ μὲν εἶπεν: ἐγὼ δέ οἱ ἁ ταχυπειθὴς

  χειρὸς ἐφαψαμένα μαλακῶν ἔκλιν᾽ ἐπὶ λέκτρων.

  καὶ ταχὺ χρὼς ἐπὶ χρωτὶ πεπαίνετο, καὶ τὰ πρόσωπα

  θερμότερ᾽ ἦς ἢ πρόσθε, καὶ ἐψιθυρίσδομες ἁδύ:

  χὥς κά τοι μὴ μακρὰ φίλα θρυλέοιμι Σελάνα,

  ἐπράχθη τὰ μέγιστα, καὶ ἐς πόθον ἤνθομες ἄμφω.

  κοὔτέ τι τῆνος ἐμὶν ἐπεμέμψατο μέσφα τό γ᾽ ἐχθές,

  οὔτ᾽ ἐγὼ αὖ τήνῳ. ἀλλ᾽ ἦνθέ μοι ἅ τε Φιλίστας 145

 
μάτηρ τᾶς ἀλαᾶς αὐλητρίδος ἅ τε Μελιξοῦς

  σάμερον, ἁνίκα πέρ τε ποτ᾽ ὠρανὸν ἔτρεχον ἵπποι

  ᾿Αῶ τὰν ῥοδόπαχυν ἀπ᾽ ᾿Ωκεανοῖο φέροισαι.

  κεἶπέ μοι ἄλλά τε πολλὰ καὶ ὡς ἄρα Δέλφις ἐρᾶται,

  κεἴτέ νιν αὖτε γυναικὸς ἔχει πόθος εἴτε καὶ ἀνδρός, 150

  οὐκ ἔφατ᾽ ἀτρεκὲς ἴδμεν, ἀτὰρ τόσον: αἰὲν ῎Ερωτος

  ἀκράτω ἐπεχεῖτο καὶ ἐς τέλος ᾤχετο φεύγων,

  καὶ φάτο οἱ στεφάνοισι τὰ δώματα τῆνα πυκάσδειν.

  ταῦτά μοι ἁ ξείνα μυθήσατο: ἔστι δ᾽ ἀλαθής:

  ἦ γάρ μοι καὶ τρὶς καὶ τετράκις ἄλλοκ᾽ ἐφοίτη, 155

  καὶ παρ᾽ ἐμὶν ἐτίθει τὰν Δωρίδα πολλάκις ὄλπαν:

  νῦν δέ τε δωδεκαταῖος ἀφ᾽ ὧτέ νιν οὐδὲ ποτεῖδον.

  ἦ ῥ᾽ οὐκ ἄλλό τι τερπνὸν ἔχει, ἁμῶν δὲ λέλασται;

  νῦν μὲν τοῖς φίλτροις καταθύσομαι: αἰ δ᾽ ἔτι κἠμὲ

  λυπῇ, τὰν ᾿Αίδαο πύλαν ναὶ Μοίρας ἀραξεῖ. 160

  τοῖά οἱ ἐν κίστᾳ κακὰ φάρμακα φαμὶ φυλάσσειν,

  ᾿Ασσυρίω δέσποινα παρὰ ξείνοιο μαθοῖσα.

  ἀλλὰ τὺ μὲν χαίροισα ποτ᾽ ᾿Ωκεανὸν τρέπε πώλους,

  πότνι᾽: ἐγὼ δ᾽ οἰσῶ τὸν ἐμὸν πόνον ὥσπερ ὑπέσταν.

  χαῖρε Σελαναία λιπαρόχροε, χαίρετε δ᾽ ἄλλοι 165

  ἀστέρες, εὐκήλοιο κατ᾽ ἄντυγα Νυκτὸς ὀπαδοί.

  IDYLL III. κῶμος

  Κωμάσδω ποτὶ τὰν ᾿Αμαρυλλίδα, ταὶ δέ μοι αἶγες

  βόσκονται κατ᾽ ὄρος, καὶ ὁ Τίτυρος αὐτὰς ἐλαύνει.

  Τίτυρ᾽ ἐμὶν τὸ καλὸν πεφιλαμένε, βόσκε τὰς αἶγας,

  καὶ ποτὶ τὰν κράναν ἄγε Τίτυρε, καὶ τὸν ἐνόρχαν

  τὸν Λιβυκὸν κνάκωνα φυλάσσεο, μή τι κορύψῃ.

  ̂̓Ω χαρίεσσ᾽ ᾿Αμαρυλλί, τί μ᾽ οὐκέτι τοῦτο κατ᾽ ἄντρον

  παρκύπτοισα καλεῖς τὸν ἐρωτύλον; ἦ ῥά με μισεῖς;

  ἦ ῥά γέ τοι σιμὸς καταφαίνομαι ἐγγύθεν ἦμεν,

  νύμφα, καὶ προγένειος; ἀπάγξασθαί με ποησεῖς.

  ἠνίδε τοι δέκα μᾶλα φέρω: τηνῶθε καθεῖλον, 10

  ὧ μ᾽ ἐκέλευ καθελεῖν τύ: καὶ αὔριον ἄλλά τοι οἰσῶ.

  θᾶσαι μὰν θυμαλγὲς ἐμὸν ἄχος: αἴθε γενοίμαν

  ἁ βομβεῦσα μέλισσα καὶ ἐς τεὸν ἄντρον ἱκοίμαν

  τὸν κισσὸν διαδὺς καὶ τὰν πτέριν, ᾇ τὺ πυκάσδῃ.

  νῦν ἔγνων τὸν ῎Ερωτα: βαρὺς θεός: ἦ ῥα λεαίνας

  μαζὸν ἐθήλαζε, δρυμῷ τέ νιν ἔτρεφε μάτηρ,

  ὅς με κατασμύχων καὶ ἐς ὀστίον ἄχρις ἰάπτει.

  ὦ τὸ καλὸν ποθορεῦσα, τὸ πᾶν λίθος: ὦ κυάνοφρυ

  νύμφα, πρόσπτυξαί με τὸν αἰπόλον, ὥς τυ φιλάσω.

  ἔστι καὶ ἐν κενεοῖσι φιλάμασιν ἁδέα τέρψις. 20

  τὸν στέφανον τῖλαί με κατ᾽ αὐτίκα λεπτὰ ποησεῖς,

  τόν τοι ἐγὼν ᾿Αμαρυλλὶ φίλα κισσοῖο φυλάσσω

  ἀμπλέξας καλύκεσσι καὶ εὐόδμοισι σελίνοις. —

  ῎Ωμοι ἐγώ, τί πάθω; τί ὁ δύσσοος; οὐχ ὑπακούεις; —

  τὰν βαίταν ἀποδὺς ἐς κύματα τηνῶ ἁλεῦμαι, 25

  ὧπερ τὼς θύννως σκοπιάζεται ῎Ολπις ὁ γριπεύς:

  καἴκα δἠποθάνω, τό γε μὰν τεὸν ἁδὺ τέτυκται.

  ἔγνων πρᾶν, ὅκα μευ μεμναμένω, εἰ φιλέεις με,

  οὐδὲ τὸ τηλέφιλον ποτεμάξατο, τὸ πλατάγημα,

  ἀλλ᾽ αὔτως ἁπαλῷ ποτὶ πάχεος ἐξεμαράνθη. 30

  εἶπε καὶ ἀγροιῶτις ἀλαθέα κοσκινόμαντις,

  ἁ πρᾶν ποιολογεῦσα Παραιβάτις, οὕνεκ᾽ ἐγὼ μὲν

  τὶν ὅλος ἔγκειμαι, τὺ δέ μευ λόγον οὐδένα ποιῇ.

  ἦ μάν τοι λευκὰν διδυματόκον αἶγα φυλάσσω,

  τάν με καὶ ἁ Μέρμνωνος ἐριθακὶς ἁ μελανόχρως 35

  αἰτεῖ, καὶ δωσῶ οἱ, ἐπεὶ τύ μοι ἐνδιαθρύπτῃ.

  ῞Αλλεται ὀφθαλμός μευ ὁ δεξιός: ἦ ῥά γ᾽ ἰδησῶ

  αὐτάν; ᾀσεῦμαι ποτὶ τὰν πίτυν ὧδ᾽ ἀποκλινθείς,

  καί κέ μ᾽ ἴσως ποτίδοι, ἐπεὶ οὐκ ἀδαμαντίνα ἐστίν.

  ῾Ιππομένης ὅκα δὴ τὰν παρθένον ἤθελε γᾶμαι, 40

  μᾶλ᾽ ἐν χερσὶν ἑλὼν δρόμον ἄνυεν: ἁ δ᾽ ᾿Αταλάντα

  ὡς ἴδεν, ὡς ἐμάνη, ὡς ἐς βαθὺν ἅλατ᾽ ἔρωτα.

  τὰν ἀγέλαν χὡ μάντις ἀπ᾽ ῎Οθρυος ἆγε Μελάμπους

  ἐς Πύλον: ἁ δὲ Βίαντος ἐν ἀγκοίναισιν ἐκλίνθη,

  μάτηρ ἁ χαρίεσσα περίφρονος ᾿Αλφεσιβοίης. 45

  τὰν δὲ καλὰν Κυθέρειαν ἐν ὤρεσι μᾶλα νομεύων

  οὐχ οὑτῶς ὥδωνις ἐπὶ πλέον ἄγαγε λύσσας,

  ὥστ᾽ οὐδὲ φθίμενόν νιν ἄτερ μαζοῖο τίθητι;

  ζαλωτὸς μὲν ἐμὶν ὁ τὸν ἄτροπον ὕπνον ἰαύων

  ᾿Ενδυμίων, ζαλῶ δὲ φίλα γύναι ᾿Ιασίωνα, 50

  ὃς τοσσῆν᾽ ἐκύρησεν, ὅσ᾽ οὐ πευσεῖσθε βέβαλοι.

  ᾿Αλγέω τὰν κεφαλάν, τὶν δ᾽ οὐ μέλει. οὐκέτ᾽ ἀείδω,

  κεισεῦμαι δὲ πεσών, καὶ τοὶ λύκοι ὧδέ μ᾽ ἔδονται.

  ὡς μέλι τοι γλυκὺ τοῦτο κατὰ βρόχθοιο γένοιτο.

  IDYLL IV. νομεῖς Βάττος καὶ Κορύδων

  Βάττος

  εἰπέ μοι ὦ Κορύδων, τίνος αἱ βόες; ἦ ῥα Φιλώνδα;

  Κορύδων

  οὔκ, ἀλλ᾽ Αἴγωνος: βόσκειν δέ μοι αὐτὰς ἔδωκεν.

  Βάττος

  ἦ πᾴ ψε κρύβδαν τὰ ποθέσπερα πάσας ἀμέλγεις;

  Κορύδων

  ἀλλ᾽ ὁ γέρων ὑφίητι τὰ μοσχία κἠμὲ φυλάσσει.

  Βάττος

  αὐτὸς δ᾽ ἐς τίν᾽ ἄφαντος ὁ βουκόλος ᾤχετο χώραν; 5

&nb
sp; Κορύδων

  οὐκ ἄκουσας; ἄγων νιν ἐπ᾽ ᾿Αλφεὸν ᾤχετο Μίλων.

  Βάττος

  καὶ πόκα τῆνος ἔλαιον ἐν ὀφθαλμοῖσιν ὀπώπει;

  Κορύδων

  φαντί νιν ῾Ηρακλῆι βίην καὶ κάρτος ἐρίσδειν.

  Βάττος

  κἤμ᾽ ἔφαθ᾽ ἁ μάτηρ Πολυδεύκεος εἶμεν ἀμείνω.

  Κορύδων

  κᾤχετ᾽ ἔχων σκαπάναν τε καὶ εἴκατι τουτόθε μᾶλα. 10

  Βάττος

  πείσαι τοι Μίλων καὶ τὼς λύκος αὐτίκα λυσσῆν.

  Κορύδων

  ταὶ δαμάλαι δ᾽ αὐτὸν μυκώμεναι αἵδε ποθεῦντι.

  Βάττος

  δειλαῖαί γ᾽ αὗται: τὸν βουκόλον ὡς κακὸν εὗρον.

  Κορύδων

  ἦ μὰν δειλαῖαί γε, καὶ οὐκέτι λῶντι νέμεσθαι.

  Βάττος

  τήνας μὲν δή τοι τᾶς πόρτιος αὐτὰ λέλειπται 15

  τὠστία. μὴ πρῶκας σιτίζεται ὥσπερ ὁ τέττιξ;

  Κορύδων

  οὐ Δᾶν, ἀλλ᾽ ὁκὰ μέν νιν ἐπ᾽ Αἰσάροιο νομεύω

  καὶ μαλακῶ χόρτοιο καλὰν κώμυθα δίδωμι,

  ἄλλοκα δὲ σκαίρει τὸ βαθύσκιον ἀμφὶ Λάτυμνον.

  Βάττος

  λεπτὸς μὰν χὡ ταῦρος ὁ πυρρίχος. εἴθε λάχοιεν 20

  τοὶ τῶ Λαμπριάδα, τοὶ δαμόται, ὅκκα θύωντι

  τᾷ ῞Ηρᾳ, τοιόνδε: κακοχράσμων γὰρ ὁ δᾶμος.

  Κορύδων

  καὶ μὰν ἐς Στομάλιμνον ἐλαύνεται ἔς τε τὰ Φύσκω,

  καὶ ποτὶ τὸν Νήαιθον, ὅπᾳ καλὰ πάντα φύοντι,

  αἰγίπυρος καὶ κνύζα καὶ εὐώδης μελίτεια. 25

  Βάττος

  φεῦ φεῦ βασεῦνται καὶ ταὶ βόες ὦ τάλαν Αἴγων

 

‹ Prev