Complete Works of Theocritus

Home > Other > Complete Works of Theocritus > Page 39
Complete Works of Theocritus Page 39

by Theocritus


  παῖδ᾽: ὧν γάρ χ᾽ ἅψησθε θεαί, καλὰ πάντα ποεῖτε.

  Βομβύκα χαρίεσσα, Σύραν καλέοντί τυ πάντες,

  ἰσχνὰν ἁλιόκαυστον, ἐγὼ δὲ μόνος μελίχλωρον.

  καὶ τὸ ἴον μέλαν ἐστὶ καὶ ἁ γραπτὰ ὑάκινθος,

  ἀλλ᾽ ἔμπας ἐν τοῖς στεφάνοις τὰ πρᾶτα λέγονται.

  ἁ αἲξ τὰν κύτισον, ὁ λύκος τὰν αἶγα διώκει, 30

  ἁ γέρανος τὤροτρον, ἐγὼ δ᾽ ἐπὶ τὶν μεμάνημαι.

  αἴθέ μοι ἦς, ὅσσα Κροῖσόν ποκα φαντὶ πεπᾶσθαι,

  χρύσεοι ἀμφότεροί κ᾽ ἀνεκείμεθα τᾷ ᾿Αφροδίτᾳ,

  τὼς αὐλὼς μὲν ἔχοισα καὶ ἢ ῥόδον ἢ μᾶλον τύ,

  σχῆμα δ᾽ ἐγὼ καὶ καινὰς ἐπ᾽ ἀμφοτέροισιν ἀμύκλας.

  Βομβύκα χαρίεσσ᾽, οἱ μὲν πόδες ἀστράγαλοί τευς,

  ἁ φωνὰ δὲ τρύχνος: τὸν μὰν τρόπον οὐκ ἔχω εἰπεῖν.

  Μίλων

  ̂̓Η καλὰς ἄμμι ποέων ἐλελήθει βοῦκος ἀοιδάς.

  ὡς εὖ τὰν ἰδέαν τᾶς ἁρμονίας ἐμέτρησεν.

  ὤμοι τῶ πώγωνος, ὃν ἀλιθίως ἀνέφυσα. 40

  θᾶσαι δὴ καὶ ταῦτα τὰ τῶ θείω Λιτυέρσα.

  Δάματερ πολύκαρπε πολύσταχυ, τοῦτο τὸ λᾷον

  εὔεργόν τ᾽ εἴη καὶ κάρπιμον ὅττι μάλιστα.

  Σφίγγετ᾽ ἀμαλλοδέται τὰ δράγματα, μὴ παριών τις

  εἴποι: ‘σύκινοι ἄνδρες, ἀπώλετο χοὗτος ὁ μισθός.’ 45

  ᾿Ες βορέην ἄνεμον τᾶς κόρθυος ἁ τομὰ ὔμμιν

  ἢ ζέφυρον βλεπέτω: πιαίνεται ὁ στάχυς οὑτῶς.

  σῖτον ἀλοιῶντας φεύγειν τὸ μεσαμβρινὸν ὕπνον:

  ἐκ καλάμας ἄχυρον τελέθει τημόσδε μάλιστα.

  ἄρχεσθαι δ᾽ ἀμῶντας ἐγειρομένω κορυδαλλῶ, 50

  καὶ λήγειν εὕδοντος, ἐλινῦσαι δὲ τὸ καῦμα.

  εὐκτὸς ὁ τῶ βατράχω παῖδες βίος: οὐ μελεδαίνει

  τὸν προπιεῖν ἐγχεῦντα: πάρεστι γὰρ ἄφθονον αὐτῷ.

  κάλλιον ὦπιμελητὰ φιλάργυρε τὸν φακὸν ἕψειν:

  μή τι τάμῃς τὰν χεῖρα καταπρίων τὸ κύμινον. 55

  ταῦτα χρὴ μοχθεῦντας ἐν ἁλίῳ ἄνδρας ἀείδειν,

  τὸν δὲ τεὸν βουκαῖε πρέπει λιμηρὸν ἔρωτα

  μυθίσδεν τᾷ ματρὶ κατ᾽ εὐνὰν ὀρθρευοίσᾳ.

  IDYLL XI. Κύκλωψ

  οὐδὲν πὸτ τὸν ἔρωτα πεφύκει φάρμακον ἄλλο

  Νικία οὔτ᾽ ἔγχριστον, ἐμὶν δοκεῖ, οὔτ᾽ ἐπίπαστον,

  ἢ ταὶ Πιερίδες: κοῦφον δέ τι τοῦτο καὶ ἁδὺ

  γίνετ᾽ ἐπ᾽ ἀνθρώποις, εὑρεῖν δ᾽ οὐ ῥᾴδιόν ἐστι.

  γινώσκειν δ᾽ οἶμαί τυ καλῶς ἰατρὸν ἐόντα 5

  καὶ ταῖς ἐννέα δὴ πεφιλάμενον ἔξοχα Μοίσαις.

  οὕτω γοῦν ῥάιστα διᾶγ᾽ ὁ Κύκλωψ ὁ παρ᾽ ἁμῖν,

  ὡρχαῖος Πολύφαμος, ὅκ᾽ ἤρατο τᾶς Γαλατείας,

  ἄρτι γενειάσδων περὶ τὸ στόμα τὼς κροτάφως τε.

  ἤρατο δ᾽ οὐ μάλοις οὐδὲ ῥόδῳ οὐδὲ κικίννοις, 10

  ἀλλ᾽ ὀρθαῖς μανίαις, ἁγεῖτο δὲ πάντα πάρεργα.

  πολλάκι ταὶ ὄιες ποτὶ ταὐλίον αὐταὶ ἀπῆνθον

  χλωρᾶς ἐκ βοτάνας: ὁ δὲ τὰν Γαλάτειαν ἀείδων

  αὐτόθ᾽ ἐπ᾽ ἀιόνος κατετάκετο φυκιοέσσας

  ἐξ ἀοῦς, ἔχθιστον ἔχων ὑποκάρδιον ἕλκος 15

  Κύπριδος ἐκ μεγάλας, τό οἱ ἥπατι πᾶξε βέλεμνον.

  ἀλλὰ τὸ φάρμακον εὗρε, καθεζόμενος δ᾽ ἐπὶ πέτρας

  ὑψηλᾶς ἐς πόντον ὁρῶν ἄειδε τοιαῦτα.

  ̂̓Ω λευκὰ Γαλάτεια, τί τὸν φιλέοντ᾽ ἀποβάλλῃ;

  λευκοτέρα πακτᾶς ποτιδεῖν, ἁπαλωτέρα ἀρνός, 20

  μόσχω γαυροτέρα, σφριγανωτέρα ὄμφακος ὠμᾶς.

  φοιτῇς δ᾽ αὖθ᾽ οὑτῶς, ὅκκα γλυκὺς ὕπνος ἔχῃ με,

  οἴχῃ δ᾽ εὐθὺς ἰοῖσ᾽, ὅκκα γλυκὺς ὕπνος ἀνῇ με,

  φεύγεις δ᾽ ὥσπερ ὄις πολιὸν λύκον ἀθρήσασα.

  ἠράσθην μὲν ἔγωγα τεοῦς κόρα, ἁνίκα πρᾶτον 25

  ἦνθες ἐμᾷ σὺν ματρὶ θέλοισ᾽ ὑακίνθινα φύλλα

  ἐξ ὄρεος δρέψασθαι, ἐγὼ δ᾽ ὁδὸν ἁγεμόνευον.

  παύσασθαι δ᾽ ἐσιδών τυ καὶ ὕστερον οὐδέ τί πᾳ νῦν

  ἐκ τήνω δύναμαι: τὶν δ᾽ οὐ μέλει, οὐ μὰ Δί᾽ οὐδέν.

  γινώσκω χαρίεσσα κόρα, τίνος ὥνεκα φεύγεις: 30

  ὥνεκά μοι λασία μὲν ὀφρῦς ἐπὶ παντὶ μετώπῳ

  ἐξ ὠτὸς τέταται ποτὶ θὥτερον ὦς μία μακρά,

  εἷς δ᾽ ὀφθαλμὸς ἔπεστι, πλατεῖα δὲ ῥὶς ἐπὶ χείλει.

  ἀλλ᾽ οὗτος τοιοῦτος ἐὼν βοτὰ χίλια βόσκω,

  κἠκ τούτων τὸ κράτιστον ἀμελγόμενος γάλα πίνω: 35

  τυρὸς δ᾽ οὐ λείπει μ᾽ οὔτ᾽ ἐν θέρει οὔτ᾽ ἐν ὀπώρᾳ,

  οὐ χειμῶνος ἄκρω: ταρσοὶ δ᾽ ὑπεραχθέες αἰεί.

  συρίσδεν δ᾽ ὡς οὔτις ἐπίσταμαι ὧδε Κυκλώπων,

  τὶν τὸ φίλον γλυκύμαλον ἁμᾷ κἠμαυτὸν ἀείδων

  πολλάκι νυκτὸς ἀωρί. τρέφω δέ τοι ἕνδεκα νεβρὼς

  πάσας μηνοφόρως καὶ σκύμνως τέσσαρας ἄρκτων.

  ἀλλ᾽ ἀφίκευσο ποθ᾽ ἁμέ, καὶ ἑξεῖς οὐδὲν ἔλασσον,

  τὰν γλαυκὰν δὲ θάλασσαν ἔα ποτὶ χέρσον ὀρεχθεῖν.

  ἅδιον ἐν τὤντρῳ παρ᾽ ἐμὶν τὰν νύκτα διαξεῖς.

  ἐντὶ δάφναι τηνεῖ, ἐντὶ ῥαδιναὶ κυπάρισσοι, 45

  ἔστι μέλας κισσός, ἔστ᾽ ἄμπελος ἁ γλυκύκαρπος,

  ἔστι ψυχρὸν ὕδωρ, τό μοι ἁ πολυδένδρεος Αἴτνα

  λευκᾶς ἐκ χιόνος ποτὸν ἀμβρόσιον προΐητι.

  τίς κα τῶνδε θάλασσαν ἔχειν καὶ κύμαθ᾽ ἕλοιτο;
<
br />   αἰ δέ τοι αὐτὸς ἐγὼ δοκέω λασιώτερος ἦμεν, 50

  ἐντὶ δρυὸς ξύλα μοι καὶ ὑπὸ σποδῷ ἀκάματον πῦρ.

  καιόμενος δ᾽ ὑπὸ τεῦς καὶ τὰν ψυχὰν ἀνεχοίμαν

  καὶ τὸν ἕν᾽ ὀφθαλμόν, τῶ μοι γλυκερώτερον οὐδέν.

  ὤμοι, ὅ τ᾽ οὐκ ἔτεκέν μ᾽ ἁ μάτηρ βραγχί᾽ ἔχοντα,

  ὡς κατέδυν ποτὶ τὶν καὶ τὰν χέρα τευς ἐφίλασα, 55

  αἰ μὴ τὸ στόμα λῇς, ἔφερον δέ τοι ἢ κρίνα λευκὰ

  ἢ μάκων᾽ ἁπαλὰν ἐρυθρὰ πλαταγώνι᾽ ἔχοισαν.

  ἀλλὰ τὰ μὲν θέρεος, τὰ δὲ γίνεται ἐν χειμῶνι,

  ὥστ᾽ οὐκ ἄν τοι ταῦτα φέρειν ἅμα πάντ᾽ ἐδυνάθην.

  νῦν μὰν ὦ κόριον, νῦν αὐτόγα νεῖν κε μάθοιμι, 60

  αἴκά τις σὺν ναῒ πλέων ξένος ὧδ᾽ ἀφίκηται,

  ὡς εἰδῶ, τί ποθ᾽ ἁδὺ κατοικεῖν τὸν βυθὸν ὔμμιν.

  ἐξένθοις Γαλάτεια καὶ ἐξενθοῖσα λάθοιο

  ὥσπερ ἐγὼ νῦν ὧδε καθήμενος οἴκαδ᾽ ἀπενθεῖν.

  ποιμαίνειν δ᾽ ἐθέλοις σὺν ἐμὶν ἅμα καὶ γάλ᾽ ἀμέλγειν

  καὶ τυρὸν πᾶξαι τάμισον δριμεῖαν ἐνεῖσα.

  ἁ μάτηρ ἀδικεῖ με μόνα, καὶ μέμφομαι αὐτᾷ:

  οὐδὲν πήποχ᾽ ὅλως ποτὶ τὶν φίλον εἶπεν ὑπέρ μευ,

  καὶ ταῦτ᾽ ἆμαρ ἐπ᾽ ἆμαρ ὁρεῦσά με λεπτὸν ἐόντα.

  φασῶ τὰν κεφαλὰν καὶ τὼς πόδας ἀμφοτέρως μευ 70

  σφύζειν, ὡς ἀνιαθῇ, ἐπεὶ κἠγὼν ἀνιῶμαι.

  ὦ Κύκλωψ Κύκλωψ, πᾷ τὰς φρένας ἐκπεπότασαι;

  αἴκ᾽ ἐνθὼν θαλάρως τε πλέκοις καὶ θαλλὸν ἀμάσας

  ταῖς ἄρνεσσι φέροις, τάχα κα πολὺ μᾶλλον ἔχοις νῶν.

  τὰν παρεοῖσαν ἄμελγε. τί τὸν φεύγοντα διώκεις; 75

  εὑρησεῖς Γαλάτειαν ἴσως καὶ καλλίον᾽ ἄλλαν.

  πολλαὶ συμπαίσδέν με κόραι τὰν νύκτα κέλονται,

  κιχλίζοντι δὲ πᾶσαι, ἐπεί κ᾽ αὐταῖς ὑπακούσω

  δῆλον ὅ τ᾽ ἐν τᾷ γᾷ κἠγώ τις φαίνομαι ἦμεν.

  οὕτω τοι Πολύφαμος ἐποίμαινεν τὸν ἔρωτα 80

  μουσίσδων, ῥᾷον δὲ διᾶγ᾽ ἢ εἰ χρυσὸν ἔδωκεν.

  IDYLL XII. Ἀίτης

  ῎Ηλυθες ὦ φίλε κοῦρε τρίτῃ σὺν νυκτὶ καὶ ἀοῖ;

  ἤλυθες: οἱ δὲ ποθεῦντες ἐν ἤματι γηράσκουσιν.

  ὅσσον ἔαρ χειμῶνος, ὅσον μᾶλον βραβίλοιο

  ἅδιον, ὅσσον ὄις σφετέρας λασιωτέρα ἀρνός,

  ὅσσον παρθενικὴ προφέρει τριγάμοιο γυναικός, 5

  ὅσσον ἐλαφροτέρη μόσχου νεβρός, ὅσσον ἀηδὼν

  συμπάντων λιγύφωνος ἀοιδοτάτη πετεηνῶν,

  τόσσον ἔμ᾽ εὔφρανας τὺ φανείς, σκιερὰν δ᾽ ὑπὸ φαγὸν

  ἀελίου φρύγοντος ὁδοιπόρος ἔδραμον ὥς τις.

  εἴθ᾽ ὁμαλοὶ πνεύσειαν ἐπ᾽ ἀμφοτέροισιν ῎Ερωτες 10

  νῶιν, ἐπεσσομένοις δὲ γενοίμεθα πᾶσιν ἀοιδά.

  θείω δή τινε τώδε μετὰ προτέροισι γενέσθην

  φῶθ᾽, ὁ μὲν εἴσπνηλος, φαίη χ᾽ ὡμυκλαϊάσδων,

  τὸν δ᾽ ἕτερον πάλιν ὥς κεν ὁ Θεσσαλὸς εἴποι ἀίταν.

  ἀλλήλους δ᾽ ἐφίλησαν ἴσῳ ζυγῷ. ἦ ῥα τότ᾽ ἦσαν 15

  χρύσειοι πάλιν ἄνδρες, ὃ κἀντεφίλησ᾽ ὁ φιληθείς.

  εἰ γὰρ τοῦτο πάτερ Κρονίδα πέλοι, εἰ γὰρ ἀγήρῳ

  ἀθάνατοι, γενεαῖς δὲ διηκοσίαισιν ἔπειτα

  ἀγγείλειεν ἐμοί τις ἀνέξοδον εἰς ᾿Αχέροντα:

  ‘ἡ σὴ νῦν φιλότης καὶ τοῦ χαρίεντος ἀίτεω 20

  πᾶσι διὰ στόματος, μετὰ δ᾽ ἠιθέοισι μάλιστα.’

  ἀλλ᾽ ἤτοι τούτων μὲν ὑπέρτεροι Οὐρανίωνες

  ἔσσονθ᾽ ὡς ἐθέλοντι. ἐγὼ δέ σε τὸν καλὸν αἰνέων

  ψεύδεα ῥινὸς ὕπερθεν ἀραιᾶς οὐκ ἀναφύσω.

  ἢν γὰρ καί τι δάκῃς, τὸ μὲν ἀβλαβὲς εὐθὺς ἔθηκας, 25

  διπλάσιον δ᾽ ὤνασας, ἔχων δ᾽ ἐπίμετρον ἀπῆνθον.

  Νισαῖοι Μεγαρῆες ἀριστεύοντες ἐρετμοῖς,

  ὄλβιοι οἰκείοιτε, τὸν ᾿Αττικὸν ὡς περίαλλα

  ξεῖνον ἐτιμήσασθε Διοκλέα τὸν φιλόπαιδα.

  αἰεί οἱ περὶ τύμβον ἀολλέες εἴαρι πράτῳ 30

  κοῦροι ἐριδμαίνοντι φιλήματος ἄκρα φέρεσθαι.

  ὃς δέ κε προσμάξῃ γλυκερώτερα χείλεσι χείλη,

  βριθόμενος στεφάνοισιν ἑὰν ἐς μητέρ᾽ ἀπῆνθεν.

  ὄλβιος, ὅστις παισὶ φιλήματα κεῖνα διαιτᾷ.

  ἦ που τὸν χαροπὸν Γανυμήδεα πόλλ᾽ ἐπιβωτᾷ 35

  Λυδίῃ ἶσον ἔχειν πέτρῃ στόμα, χρυσὸν ὁποίῃ

  πεύθονται μὴ φαῦλος ἐτήτυμω ἀργυραμοιβοί.

  IDYLL XIII. ὕλας

  οὐχ ἁμῖν τὸν ῎Ερωτα μόνοις ἔτεχ᾽, ὡς ἐδοκεῦμες,

  Νικία, ᾧ τινι τοῦτο θεῶν ποκα τέκνον ἔγεντο.

  οὐχ ἁμῖν τὰ καλὰ πράτοις καλὰ φαίνεται εἶμεν,

  οἳ θνατοὶ πελόμεσθα, τὸ δ᾽ αὔριον οὐκ ἐσορῶμες:

  ἀλλὰ καὶ ὡμφιτρύωνος ὁ χαλκεοκάρδιος υἱός, 5

  ὃς τὸν λῖν ὑπέμεινε τὸν ἄγριον, ἤρατο παιδός,

  τῶ χαρίεντος ῞Υλα, τῶ τὰν πλοκαμῖδα φορεῦντος,

  καί νιν πάντ᾽ ἐδίδαξε πατὴρ ὡσεὶ φίλον υἱέα,

  ὅσσα μαθὼν ἀγαθὸς καὶ ἀοίδιμος αὐτὸς ἔγεντο:

  χωρὶς δ᾽ οὐδέποκ᾽ ἦς, οὔτ᾽ εἰ μέσον ἆμαρ ὄροιτο, 10

  οὔτ᾽ ἄρ᾽ ὅχ᾽ ἁ λεύκιππος ἀνατρέχοι ἐς Διὸς ᾿Αώς,

  οὐδ᾽ ὁπόκ᾽ ὀρτάλιχοι μινυροὶ ποτὶ κοῖτον ὁρῷεν,

  σεισαμένας πτερὰ ματρὸς ἐπ᾽ αἰθαλόεντι πετεύρῳ,

  ὡς αὐτῷ κατὰ θυμὸ�
� ὁ παῖς πεποναμένος εἴη,

  αὐτῷ δ᾽ εὖ ἕλκων ἐς ἀλαθινὸν ἄνδρ᾽ ἀποβαίη. 15

  ἀλλ᾽ ὅτε τὸ χρύσειον ἔπλει μετὰ κῶας ᾿Ιήσων

  Αἰσονίδας, οἱ δ᾽ αὐτῷ ἀριστῆες συνέποντο

  πασᾶν ἐκ πολίων προλελεγμένοι, ὧν ὄφελός τι,

  ἵκετο χὡ ταλαεργὸς ἀνὴρ ἐς ἀφνειὸν ᾿Ιωλκόν,

  ᾿Αλκμήνης υἱὸς Μιδεάτιδος ἡρωίνης, 20

  σὺν δ᾽ αὐτῷ κατέβαινεν ῞Υλας εὔεδρον ἐς ᾿Αργώ,

  ἅτις κυανεᾶν οὐχ ἥψατο συνδρομάδων ναῦς,

  ἀλλὰ διεξάιξε — βαθὺν δ᾽ εἰσέδραμε Φᾶσιν —

  αἰετὸς ἐς μέγα λαῖτμα: ἀφ᾽ οὗ τότε χοιράδες ἔσταν.

  ἆμος δ᾽ ἀντέλλοντι Πελειάδες, ἐσχατιαὶ δὲ 25

  ἄρνα νέον βόσκοντι, τετραμμένου εἴαρος ἤδη,

  τᾶμος ναυτιλίας μιμνάσκετο θεῖος ἄωτος

  ἡρώων, κοίλαν δὲ καθιδρυνθέντες ἐς ᾿Αργὼ

  ῾Ελλάσποντον ἵκοντο νότῳ τρίτον ἆμαρ ἀέντι,

  εἴσω δ᾽ ὅρμον ἔθεντο Προποντίδος, ἔνθα Κιανῶν 30

  αὔλακας εὐρύνοντι βόες τρίβοντες ἄροτρα.

  ἐκβάντες δ᾽ ἐπὶ θῖνα κατὰ ζυγὰ δαῖτα πένοντο

  δειελινοί, πολλοὶ δὲ μίαν στορέσαντο χαμεύναν.

  λειμὼν γάρ σφιν ἔκειτο, μέγα στιβάδεσσιν ὄνειαρ,

  ἔνθεν βούτομον ὀξὺ βαθύν τ᾽ ἐτάμοντο κύπειρον. 35

  κᾤχεθ᾽ ῞Υλας ὁ ξανθὸς ὕδωρ ἐπιδόρπιον οἰσῶν

  αὐτῷ θ᾽ ῾Ηρακλῆι καὶ ἀστεμφεῖ Τελαμῶνι,

  οἳ μίαν ἄμφω ἑταῖροι ἀεὶ δαίνυντο τράπεζαν,

  χάλκεον ἄγγος ἔχων. τάχα δὲ κράναν ἐνόησεν

 

‹ Prev