Complete Works of Theocritus

Home > Other > Complete Works of Theocritus > Page 41
Complete Works of Theocritus Page 41

by Theocritus


  εὐδαίμων ὤνθρωπε, φυλάσσεο τὠμπέχονόν μευ.

  Ξένος

  οὐκ ἐπ᾽ ἐμὶν μέν, ὅμως δὲ φυλαξεῦμαι:

  Πραχινόα

  ὄχλος ἄθρως.

  ὠθεῦνθ᾽ ὥσπερ ὕες.

  Ξένος

  θάρσει γύναι: ἐν καλῷ εἰμές.

  Πραχινόα

  κεἰς ὥρας κἤπειτα φίλ᾽ ἀνδρῶν ἐν καλῷ εἴης

  ἄμμε περιστέλλων. χρηστῶ κᾠκτίρμονος ἀνδρός. 75

  φλίβεται Εὐνόα ἇμιν: ἄγ᾽ ὦ δειλὰ τὺ βιάζευ.

  κάλλιστ᾽: ἔνδοι πᾶσαι, ὁ τὰν νυὸν εἶπ᾽ ἀποκλᾴξας.

  Γοργώ

  Πραξινόα, πόταγ᾽ ὧδε. τὰ ποικίλα πρᾶτον ἄθρησον,

  λεπτὰ καὶ ὡς χαρίεντα: θεῶν περονάματα φασεῖς.

  Πραχινόα

  πότνι᾽ ᾿Αθαναία, ποῖαί σφ᾽ ἐπόνασαν ἔριθοι, 80

  ποῖοι ζῳογράφοι τἀκριβέα γράμματ᾽ ἔγραψαν.

  ὡς ἔτυμ᾽ ἑστάκαντι, καὶ ὡς ἔτυμ᾽ ἐνδινεῦντι,

  ἔμψυχ᾽, οὐκ ἐνυφαντά. σοφόν τοι χρῆμ᾽ ὥνθρωπος.

  αὐτὸς δ᾽ ὡς θαητὸς ἐπ᾽ ἀργυρέας κατάκειται

  κλισμῶ, πρᾶτον ἴουλον ἀπὸ κροτάφων καταβάλλων,

  ὁ τριφίλητος ῎Αδωνις, ὃ κἠν ᾿Αχέροντι φιλεῖται.

  Ἕτερος Ξένος

  παύσασθ᾽ ὦ δύστανοι, ἀνάνυτα κωτίλλοισαι

  τρυγόνες. ἐκκναισεῦντι πλατειάσδοισαι ἅπαντα.

  Γοργώ

  μᾶ, πόθεν ὥνθρωπος; τί δὲ τίν, εἰ κωτίλαι εἰμές;

  πασάμενος ἐπίτασσε. Συρακοσίαις ἐπιτάσσεις; 90

  ὡς δ᾽ εἰδῇς καὶ τοῦτο: Κορίνθιαι εἰμὲς ἄνωθεν,

  ὡς καὶ ὁ Βελλεροφῶν: Πελοποννασιστὶ λαλεῦμες:

  δωρίσδεν δ᾽ ἔξεστι δοκῶ τοῖς Δωριέεσσι.

  Πραχινόα

  μὴ φύη Μελιτῶδες ὃς ἁμῶν καρτερὸς εἴη,

  πλὰν ἑνός. οὐκ ἀλέγω. μή μοι κενεὰν ἀπομάξῃς. 95

  Γοργώ

  σιγᾷ Πραξινόα: μέλλει τὸν ῎Αδωνιν ἀείδειν

  ἁ τᾶς ᾿Αργείας θυγάτηρ πολύιδρις ἀοιδός,

  ἅτις καὶ πέρυσιν τὸν ἰάλεμον ἀρίστευσε.

  φθεγξεῖταί τι σάφ᾽ οἶδα καλόν: διαθρύπτεται ἤδη.

  Γυνή Ἀοιδός

  δέσποιν᾽, ἃ Γολγώς τε καὶ ᾿Ιδάλιον ἐφίλασας 100

  αἰπεινάν τ᾽ ᾿Ερύκαν, χρυσῷ παίζοισ᾽ ᾿Αφροδίτα:

  οἷόν τοι τὸν ῎Αδωνιν ἀπ᾽ ἀενάω ᾿Αχέροντος

  μηνὶ δυωδεκάτῳ μαλακαὶ πόδας ἄγαγον ̂̔Ωραι.

  βάρδισται μακάρων ̂̔Ωραι φίλαι, ἀλλὰ ποθειναὶ

  ἔρχονται πάντεσσι βροτοῖς αἰεί τι φορεῦσαι. 105

  Κύπρι Διωναία, τὺ μὲν ἀθανάταν ἀπὸ θνατᾶς,

  ἀνθρώπων ὡς μῦθος, ἐποίησας Βερενίκαν,

  ἀμβροσίαν ἐς στῆθος ἀποστάξασα γυναικός:

  τὶν δὲ χαριζομένα, πολυώνυμε καὶ πολύναε,

  ἁ Βερενικεία θυγάτηρ ῾Ελένᾳ εἰκυῖα 110

  ᾿Αρσινόα πάντεσσι καλοῖς ἀτιτάλλει ῎Αδωνιν.

  πὰρ μέν οἱ ὥρια κεῖται, ὅσα δρυὸς ἄκρα φέρονται,

  πὰρ δ᾽ ἁπαλοὶ κᾶποι πεφυλαγμένοι ἐν ταλαρίσκοις

  ἀργυρέοις, Συρίω δὲ μύρω χρύσει᾽ ἀλάβαστρα.

  εἴδατα δ᾽ ὅσσα γυναῖκες ἐπὶ πλαθάνω πονέονται, 115

  ἄνθεα μίσγοισαι λευκῷ παντοῖα μαλεύρῳ,

  ὅσσά τ᾽ ἀπὸ γλυκερῶ μέλιτος τά τ᾽ ἐν ὑγρῷ ἐλαίῳ,

  πάντ᾽ αὐτῷ πετεηνὰ καὶ ἑρπετὰ τεῖδε πάρεστι.

  χλωραὶ δὲ σκιάδες μαλακῷ βρίθοντι ἀνήθῳ

  δέδμανθ᾽: οἱ δέ τε κῶροι ὑπερπωτῶνται ῎Ερωτες, 120

  οἷοι ἀηδονιδῆες ἀεξομενᾶν ἐπὶ δένδρων

  πωτῶνται πτερύγων πειρώμενοι ὄζον ἀπ᾽ ὄζω.

  ὢ ἔβενος, ὢ χρυσός, ὢ ἐκ λευκῶ ἐλέφαντος

  αἰετοὶ οἰνοχόον Κρονίδᾳ Διὶ παῖδα φέροντες.

  πορφύρεοι δὲ τάπητες ἄνω μαλακώτεροι ὕπνω, 125

  ἁ Μίλατος ἐρεῖ χὡ τὰν Σαμίαν κάτα βόσκων:

  ‘ἔστρωται κλίνα τῷ ᾿Αδώνιδι τῷ καλῷ ἄλλα.’

  τὰν μὲν Κύπρις ἔχει, τὰν δ᾽ ὁ ῥοδόπαχυς ῎Αδωνις

  ὀκτωκαιδεκέτης ἢ ἐννεακαίδεχ᾽ ὁ γαμβρός.

  οὐ κεντεῖ τὸ φίλαμ᾽, ἔτι οἱ περὶ χείλεα πυρρά. 130

  νῦν μὰν Κύπρις ἔχοισα τὸν αὐτᾶς χαιρέτω ἄνδρα:

  ἀῶθεν δ᾽ ἁμές νιν ἅμα δρόσῳ ἀθρόαι ἔξω

  οἰσεῦμες ποτὶ κύματ᾽ ἐπ᾽ ἀιόνι πτύοντα,

  λύσασαι δὲ κόμαν καὶ ἐπὶ σφυρὰ κόλπον ἀνεῖσαι

  στήθεσι φαινομένοις λιγυρᾶς ἀρξώμεθ᾽ ἀοιδᾶς: 135

  ῞Ερπεις ὦ φίλ᾽ ῎Αδωνι καὶ ἐνθάδε κεἰς ᾿Αχέροντα

  ἡμιθέων, ὡς φαντί, μονώτατος. οὔτ᾽ ᾿Αγαμέμνων

  τοῦτ᾽ ἔπαθ᾽, οὔτ᾽ Αἴας ὁ μέγας βαρυμάνιος ἥρως,

  οὔθ᾽ ῞Εκτωρ ῾Εκάβας ὁ γεραίτερος εἴκατι παίδων,

  οὐ Πατροκλῆς, οὐ Πύρρος ἀπὸ Τροίας ἐπανελθών, 140

  οὔθ᾽ οἱ ἔτι πρότερον Λαπίθαι καὶ Δευκαλίωνες,

  οὐ Πελοπηιάδαι τε καὶ ῎Αργεος ἄκρα Πελασγοί:

  ἵλαθι νῦν φίλ᾽ ῎Αδωνι, καὶ ἐς νέωτ᾽ εὐθυμήσαις.

  καὶ νῦν ἦνθες ῎Αδωνι, καὶ ὅκκ᾽ ἀφίκῃ, φίλος ἡξεῖς.

  Γοργώ

  Πραξινόα, τὸ χρῆμα σοφώτερον ἁ θήλεια. 145

  ὀλβία ὅσσα ἴσατι, πανολβία ὡς γλυκὺ φωνεῖ.

  ὥρα ὅμως κεἰς οἶκον. ἀνάριστος Διοκλείδας.

  χὡνὴρ ὄξος ἅπαν, πεινᾶντι δὲ μηδὲ ποτένθῃς.

  χαῖρε ῎Αδων ἀγαπητέ: καὶ ἐς χαίροντας ἀφίκευ.

  IDYLL XVI. Χάριτες ἢ Ἱέρων

  αἰεὶ τοῦτο Διὸς κούραις μέλει, αἰὲ�
� ἀοιδοῖς,

  ὑμνεῖν ἀθανάτους, ὑμνεῖν ἀγαθῶν κλέα ἀνδρῶν.

  Μοῦσαι μὲν θεαὶ ἐντί, θεοὺς θεαὶ ἀείδοντι:

  ἄμμες δὲ βροτοὶ οἵδε, βροτοὺς βροτοὶ ἀείδωμεν.

  τίς γὰρ τῶν ὁπόσοι γλαυκὰν ναίουσιν ὑπ᾽ ἀῶ 5

  ἡμετέρας Χάριτας πετάσας ὑποδέξεται οἴκῳ

  ἀσπασίως, οὐδ᾽ αὖθις ἀδωρήτους ἀποπέμψει;

  αἱ δὲ σκυζόμεναι γυμνοῖς ποσὶν οἴκαδ᾽ ἴασι,

  πολλά με τωθάζοισαι, ὅ τ᾽ ἀλιθίαν ὁδὸν ἦνθον,

  ὀκνηραὶ δὲ πάλιν κενεᾶς ἐν πυθμένι χηλοῦ 10

  ψυχροῖς ἐν γονάτεσσι κάρη μίμνοντι βαλοῖσαι,

  ἔνθ᾽ αἰεί σφισιν ἕδρα, ἐπὴν ἄπρηκτοι ἵκωνται.

  τίς τῶν νῦν τοιόσδε; τίς εὖ εἰπόντα φιλήσει;

  οὐκ οἶδ᾽: οὐ γὰρ ἔτ᾽ ἄνδρες ἐπ᾽ ἔργμασιν ὡς πάρος ἐσθλοῖς

  αἰνεῖσθαι σπεύδοντι, νενίκηνται δ᾽ ὑπὸ κερδέων. 15

  πᾶς δ᾽ ὑπὸ κόλπῳ χεῖρας ἔχων πόθεν οἴσεται ἀθρεῖ

  ἄργυρον, οὐδέ κεν ἰὸν ἀποτρίψας τινὶ δοίη,

  ἀλλ᾽ εὐθὺς μυθεῖται: ‘ἀπωτέρω ἢ γόνυ κνάμα:

  αὐτῷ μοί τι γένοιτο: θεοὶ τιμῶσιν ἀοιδούς.

  τίς δέ κεν ἄλλου ἀκούσαι; ἅλις πάντεσσιν ῞Ομηρος.

  οὗτος ἀοιδῶν λῷστος, ὃς ἐξ ἐμεῦ οἴσεται οὐδέν.’

  δαιμόνιοι, τί δὲ κέρδος ὁ μυρίος ἔνδοθι χρυσὸς

  κείμενος; οὐχ ἅδε πλούτου φρονέουσιν ὄνασις,

  ἀλλὰ τὸ μὲν ψυχᾷ, τὸ δὲ καί τινι δοῦναι ἀοιδῶν:

  πολλοὺς δ᾽ εὖ ἔρξαι παῶν, πολλοὺς δὲ καὶ ἄλλων 25

  ἀνθρώπων, αἰεὶ δὲ θεοῖς ἐπιβώμια ῥέζειν,

  μηδὲ ξεινοδόκον κακὸν ἔμμεναι, ἀλλὰ τραπέζῃ

  μειλίξαντ᾽ ἀποπέμψαι, ἐπὴν ἐθέλωντι νέεσθαι,

  Μουσάων δὲ μάλιστα τίειν ἱεροὺς ὑποφήτας,

  ὄφρα καὶ εἰν ᾿Αίδαο κεκρυμμένος ἐσθλὸς ἀκούσῃς, 30

  μηδ᾽ ἀκλεὴς μύρηαι ἐπὶ ψυχροῦ ᾿Αχέροντος,

  ὡσεί τις μακέλᾳ τετυλωμένος ἔνδοθι χεῖρας

  ἀχὴν ἐκ πατέρων πενίην ἀκτήμονα κλαίων.

  πολλοὶ ἐν ᾿Αντιόχοιο δόμοις καὶ ἄνακτος ᾿Αλεύα

  ἁρμαλιὴν ἔμμηνον ἐμετρήσαντο πενέσται: 35

  πολλοὶ δὲ Σκοπάδῃσιν ἐλαυνόμενοι ποτὶ σακοὺς

  μόσχοι σὺν κεραῇσιν ἐμυκήσαντο βόεσσι,

  μυρία δ᾽ ἀμπεδίον Κραννώνιον ἐνδιάασκον

  ποιμένες ἔκκριτα μῆλα φιλοξείνοισι Κρεώνδαις:

  ἀλλ᾽ οὔ σφιν τῶν ἦδος, ἐπεὶ γλυκὺν ἐξεκένωσαν 40

  θυμὸν ἐς εὐρεῖαν σχεδίαν στυγνοῦ ᾿Αχέροντος,

  ἄμναστοι δὲ τὰ πολλὰ καὶ ὄλβια τῆνα λιπόντες

  δειλοῖς ἐν νεκύεσσι μακροὺς αἰῶνας ἔκειντο,

  εἰ μὴ κεῖνος ἀοιδὸς ὁ Κήιος αἰόλα φωνέων

  βάρβιτον ἐς πολύχορδον ἐν ἀνδράσι θῆκ᾽ ὀνομαστοὺς

  ὁπλοτέροις, τιμᾶς δὲ καὶ ὠκέες ἔλλαχον ἵπποι,

  οἵ σφισιν ἐξ ἱερῶν στεφανηφόροι ἦλθον ἀγώνων.

  τίς δ᾽ ἂν ἀριστῆας Λυκίων ποτέ, τίς κομόωντας

  Πριαμίδας ἢ θῆλυν ἀπὸ χροιᾶς Κύκνον ἔγνω,

  εἰ μὴ φυλόπιδας προτέρων ὕμνησαν ἀοιδοί; 50

  οὐδ᾽ ᾿Οδυσεὺς ἑκατόν τε καὶ εἴκοσι μῆνας ἀλαθεὶς

  πάντας ἐπ᾽ ἀνθρώπους, ᾿Αίδαν τ᾽ εἰς ἔσχατον ἐλθὼν

  ζωός, καὶ σπήλυγγα φυγὼν ὀλοοῖο Κύκλωπος,

  δηναιὸν κλέος ἔσχεν, ἐσιγάθη δ᾽ ἂν ὑφορβὸς

  Εὔμαιος, καὶ βουσὶ Φιλοίτιος ἀμφ᾽ ἀγελαίαις 55

  ἔργον ἔχων, αὐτός τε περίσπλαγχνος Λαέρτης,

  εἰ μή σφεας ὤνασαν ᾿Ιάονος ἀνδρὸς ἀοιδαί.

  ᾿Εκ Μοισᾶν ἀγαθὸν κλέος ἔρχεται ἀνθρώποισι,

  χρήματα δὲ ζώοντες ἀμαλδύνουσι θανόντων.

  ἀλλ᾽ ἶσος γὰρ ὁ μόχθος ἐπ᾽ ᾀόνι κύματα μετρεῖν, 60

  ὅσσ᾽ ἄνεμος χέρσονδε μετὰ γλαυκᾶς ἁλὸς ὠθεῖ,

  ἢ ὕδατι νίζειν θολερὰν διαειδέι πλίνθον,

  καὶ φιλοκερδείᾳ βεβλαμμένον ἄνδρα παρελθεῖν.

  χαιρέτω ὃς τοιοῦτος, ἀνάριθμος δέ οἱ εἰη

  ἄργυρος, αἰεὶ δὲ πλεόνων ἔχοι ἵμερος αὐτόν. 65

  αὐτὰρ ἐγὼ τιμήν τε καὶ ἀνθρώπων φιλότητα

  πολλῶν ἡμιόνων τε καὶ ἵππων πρόσθεν ἑλοίμαν.

  δίζημαι δ᾽, ὅτινι θνατῶν κεχαρισμένος ἔνθω

  σὺν Μοίσαις: χαλεπαὶ γὰρ ὁδοὶ τελέθουσιν ἀοιδοῖς

  κουράων ἀπάνευθε Διὸς μέγα βουλεύοντος. 70

  οὔπω μῆνας ἄγων ἔκαμ᾽ οὐρανὸς οὐδ᾽ ἐνιαυτούς:

  πολλοὶ κινήσουσιν ἔτι τροχὸν ἅρματος ἵπποι:

  ἔσσεται οὗτος ἀνήρ, ὃς ἐμεῦ κεχρήσετ᾽ ἀοιδοῦ,

  ῥέξας ἢ ᾿Αχιλεὺς ὅσσον μέγας ἢ βαρὺς Αἴας

  ἐν πεδίῳ Σιμόεντος, ὅθι Φρυγὸς ἠρίον ῎Ιλου. 75

  ἤδη νῦν Φοίνικες ὑπ᾽ ἠελίῳ δύνοντι

  οἰκεῦντες Λιβύας ἄκρον σφυρὸν ἐρρίγασιν.

  ἤδη βαστάζουσι Συρακόσιοι μέσα δοῦρα

  ἀχθόμενοι σακέεσσι βραχίονας ἰτεΐνοισιν:

  ἐν δ᾽ αὐτοῖς ῾Ιέρων προτέροις ἴσος ἡρώεσσι 80

  ζώννυται, ἵππειαι δὲ κόρυν σκεπάουσιν ἔθειραι.

  αἰ γὰρ Ζεῦ κύδιστε πάτερ καὶ πότνι᾽ ᾿Αθάνα

  κούρη θ᾽, ἣ σὺν ματρὶ πολυκλήρων ᾿Εφυραίων

  εἴληχας μέγα ἄστυ παρ᾽ ὕδασι Λυσιμελείας,

  ἐχθροὺς ἐκ νάσοιο κακὰ πέμψειεν ἀνάγκα 85

  Σαρδόνιον κατὰ κῦμα, φίλων μόρον ἀ
γγέλλοντας

  τέκνοις ἠδ᾽ ἀλόχοισιν, ἀριθμητοὺς ἀπὸ πολλῶν:

  ἄστεά τε προτέροισι πάλιν ναίοιτο πολίταις,

  δυσμενέων ὅσα χεῖρες ἐλωβήσαντο κατάκρας:

  ἀγροὺς δ᾽ ἐργάζοιντο τεθαλότας: αἱ δ᾽ ἀνάριθμοι 90

  μήλων χιλιάδες βοτάνᾳ διαπιανθεῖσαι

  ἀμπεδίον βληχοῖντο, βόες δ᾽ ἀγελαδὸν ἐς αὖλιν

  ἐρχόμεναι σκνιφαῖον ἐπισπεύδοιεν ὁδίταν:

  νειοὶ δ᾽ ἐκπονέοιντο ποτὶ σπόρον, ἁνίκα τέττιξ

  ποιμένας ἐνδίους πεφυλαγμένος ἔνδοθι δένδρων 95

  ἀχεῖ ἐν ἀκρεμόνεσσιν: ἀράχνια δ᾽ εἰς ὅπλ᾽ ἀράχναι

  λεπτὰ διαστήσαιντο, βοᾶς δ᾽ ἔτι μηδ᾽ ὄνομ᾽ εἴη.

  ὑψηλὸν δ᾽ ῾Ιέρωνι κλέος φορέοιεν ἀοιδοὶ

  καὶ πόντου Σκυθικοῖο πέραν καὶ ὅθι πλατὺ τεῖχος

  ἀσφάλτῳ δήσασα Σεμίραμις ἐμβασίλευεν. 100

  εἷς μὲν ἐγώ, πολλοὺς δὲ Διὸς φιλέοντι καὶ ἄλλους

  θυγατέρες, τοῖς πᾶσι μέλοι Σικελὰν ᾿Αρέθοισαν

  ὑμνεῖν σὺν λαοῖσι καὶ αἰχμητὰν ῾Ιέρωνα.

  ὦ ᾿Ετεόκλειοι θύγατρες θεαί, ὦ Μινύειον

  ᾿Ορχομενὸν φιλέοισαι ἀπεχθόμενόν ποτε Θήβαις, 105

  ἄκλητος μὲν ἔγωγε μένοιμί κεν, ἐς δὲ καλεύντων

  θαρσήσας Μοίσαισι σὺν ἁμετέραισιν ἱκοίμαν.

  καλλείψω δ᾽ οὐδ᾽ ὔμμε: τί γὰρ Χαρίτων ἀγαπητὸν

  ἀνθρώποις ἀπάνευθεν; ἀεὶ Χαρίτεσσιν ἅμ᾽ εἴην.

  IDYLL XVII. ἐγκώμιον εἰς Πτολεμαῖον

  ᾿Εκ Διὸς ἀρχώμεσθα καὶ ἐς Δία λήγετε Μοῖσαι,

  ἀθανάτων τὸν ἄριστον ἐπὴν αὐδῶμεν ἀοιδαῖς:

 

‹ Prev