by Theocritus
κείνῃ, ὅθι πλατάνιστοι ἐπηεταναὶ πεφύασι 20
χλωρή τ᾽ ἀγριέλαιος, ᾿Απόλλωνος νομίοιο
ἱερὸν ἁγνόν, ξεῖνε, τελειοτάτοιο θεοῖο.
εὐθὺς δὲ σταθμοὶ περιμήκεες ἀγροιώταις
δέδμηνθ᾽, οἳ βασιλῆι πολὺν καὶ ἀθέσφατον ὄλβον
ῥυόμεθ᾽ ἐνδυκέως, τριπόλοις σπόρον ἐν νειοῖσιν 25
ἔσθ᾽ ὅτε βάλλοντες καὶ τετραπόλοισιν ὁμοίως.
οὔρους μὴν ἴσασι φυτοσκάφοι οἱ πολύεργοι,
ἐς ληνοὺς δ᾽ ἱκνεῦνται, ἐπὴν θέρος ὥριον ἔλθῃ.
πᾶν γὰρ δὴ πεδίον τόδ᾽ ἐπίφρονος Αὐγείαο,
πυροφόροι τε γύαι καὶ ἀλωαὶ δενδρήεσσαι, 30
μέχρις ἐπ᾽ ἐσχατιὰς πολυπίδακος ἀκρωρείης,
ἃς ἡμεῖς ἔργοισιν ἐποιχόμεθα πρόπαν ἦμαρ,
ἣ δίκη οἰκήων, οἷσιν βίος ἔπλετ᾽ ἐπ᾽ ἀγροῦ.
ἀλλὰ σύ πέρ μοι ἔνισπε, τό τοι καὶ κέρδιον αὐτῷ
ἔσσεται, οὗτινος ὧδε κεχρημένος εἰλήλουθας, 35
ἠὲ σύγ᾽ Αὐγείην ἢ καὶ δμώων τινὰ κείνου
δίζεαι, οἵ οἱ ἔασιν. ἐγὼ δέ κέ τοι σάφα εἰδὼς
ἀτρεκέως εἴποιμ᾽, ἐπεὶ οὐ σέγε φημὶ κακῶν ἒξ
ἔμμεναι οὐδὲ κακοῖσιν ἐοικότα φύμεναι αὐτόν,
οἷόν τοι μέγα εἶδος ἐπιπρέπει. ἦ ῥά νυ παῖδες 40
ἀθανάτων τοιοίδε μετὰ θνητοῖσιν ἔασι.’
τὸν δ᾽ ἀπαμειβόμενος προσέφη Διὸς ἄλκιμος υἱός.
‘ναὶ γέρον Αὐγείην ἐθέλοιμί κεν ἀρχὸν ᾿Επειῶν
εἰσιδέειν: τοῦ γάρ με καὶ ἤγαγεν ἐνθάδε χρειώ.
εἰ δ᾽ ὁ μὲν ἂρ κατὰ ἄστυ μένει παρὰ οἷσι πολίταις
δήμου κηδόμενος, διὰ δὲ κρίνουσι θέμιστας,
δμώων δή τινα πρέσβυ σύ μοι φράσον ἡγεμονεύσας,
ὅστις ἐπ᾽ ἀγρῶν τῶνδε γεραίτερος αἰσυμνήτης,
ᾧ κε τὸ μὲν εἴποιμι, τὸ δ᾽ ἐκ φαμένοιο πυθοίμην.
ἄλλου δ᾽ ἄλλον ἔθηκε θεὸς ἐπιδευέα φωτῶν.’ 50
τὸν δ᾽ ὁ γέρων ἐξαῦτις ἀμείβετο δῖος ἀροτρεύς:
‘᾿Αθανάτων ὦ ξεῖνε φραδῇ τινος ἐνθάδ᾽ ἱκάνεις,
ὥς τοι πᾶν ὃ θέλεις αἶψα χρέος ἐκτετέλεσται.
ὧδε γὰρ Αὐγείης, υἱὸς φίλος ᾿Ηελίοιο,
σφωιτέρῳ σὺν παιδί, βίῃ Φυλῆος ἀγαυοῦ, 55
χθιζός γ᾽ εἰλήλουθεν ἀπ᾽ ἄστεος, ἤμασι πολλοῖς
κτῆσιν ἐποψόμενος, ἥ οἱ νήριθμος ἐπ᾽ ἀγρῶν:
ὥς που καὶ βασιλεῦσιν ἐείδεται ἐν φρεσὶν ᾗσιν
αὐτοῖς κηδομένοισι σαώτερος ἔμμεναι οἶκος.
ἀλλ᾽ ἴομεν μάλα πρός μιν: ἐγὼ δέ τοι ἡγεμονεύσω 60
αὖλιν ἐφ᾽ ἡμετέρην, ἵνα κεν τέτμοιμεν ἄνακτα.’
῝Ως εἰπὼν ἡγεῖτο, νόῳ δ᾽ ἔτι πόλλ᾽ ἐμενοίνα,
δέρμά τε θηρὸς ὁρῶν χειροπληθῆ τε κορύνην,
ὁππόθεν ὁ ξεῖνος: μέμονεν δέ μιν αἰὲν ἔρεσθαι:
ἂψ δ᾽ ὄκνῳ ποτὶ χεῖλος ἐλάμβανε μῦθον ἰόντα, 65
μή τί οἱ οὐ κατὰ καιρὸν ἔπος προτιμυθήσαιτο,
σπερχομένου: χαλεπὸν δ᾽ ἑτέρου νόον ἴδμεναι ἀνδρός.
τοὺς δὲ κύνες προσιόντας ἀπόπροθεν αἶψ᾽ ἐνόησαν,
ἀμφότερον ὀσμῇ τε χροὸς δούπῳ τε ποδοῖιν.
θεσπέσιον δ᾽ ὑλάοντες ἐπέδραμον ἄλλοθεν ἄλλος 70
᾿Αμφιτρυωνιάδῃ ῾Ηρακλέι: τὸν δὲ γέροντα
ἀχρεῖον κλάζοντε περίσσαινον ἑτέρωθεν.
τοὺς μὲν ὅγε λάεσσιν ἀπὸ χθόνος ὅσσον ἀείρων
φευγέμεν ἂψ ὀπίσω δειδίσσετο, τρηχὺ δὲ φωνῇ
ἠπείλει μάλα πᾶσιν, ἐρητύσασκε δ᾽ ὑλαγμοῦ, 75
χαίρων ἐν φρεσὶν ᾗσιν, ὁθούνεκεν αὖλιν ἔρυντο
αὐτοῦ γ᾽ οὐ παρεόντος: ἔπος δ᾽ ὅγε τοῖον ἔειπεν:
‘῍Ω πόποι, οἷον τοῦτο θεοὶ ποίησαν ἄνακτες
θηρίον ἀνθρώποισι μετέμμεναι, ὡς ἐπιμηθές.
εἴ οἱ καὶ φρένες ὧδε νοήμονες ἔνδοθεν ἦσαν, 80
ᾔδει δ᾽, ᾧ τε χρὴ χαλεπαινέμεν ᾧ τε καὶ οὐκί,
οὐκ ἄν οἱ θηρῶν τις ἐδήρισεν περὶ τιμῆς:
νῦν δὲ λίην ζάκοτόν τε καὶ ἀρρηνὲς γένετ᾽ αὔτως.’
̂̓Η ῥα, καὶ ἐσσυμένως ποτὶ ταὐλίον ἷξον ἰόντες.
᾿Ηέλιος μὲν ἔπειτα ποτὶ ζόφον ἔτραπεν ἵππους 85
δείελον ἦμαρ ἄγων: τὰ δ᾽ ἐπήλυθε πίονα μῆλα
ἐκ βοτάνης ἀνιόντα μετ᾽ αὐλία τε σηκούς τε.
αὐτὰρ ἔπειτα βόες μάλα μυρίαι ἄλλαι ἐπ᾽ ἄλλαις
ἐρχόμεναι φαίνονθ᾽ ὡσεὶ νέφη ὑδατόεντα,
ἅσσά τ᾽ ἐν οὐρανῷ εἶσιν ἐλαυνόμενα προτέρωσε 90
ἠὲ νότοιο βίῃ ἠὲ Θρῃκὸς βορέαο:
τῶν μέν τ᾽ οὔτις ἀριθμὸς ἐν ἠέρι γίνετ᾽ ἰόντων,
οὐδ᾽ ἄνυσις: τόσα γάρ τε μετὰ προτέροισι κυλίνδει
ἲς ἀνέμου, τὰ δέ τ᾽ ἄλλα κορύσσεται αὖτις ἐπ᾽ ἄλλοις:
τόσσ᾽ αἰεὶ μετόπισθε βοῶν ἐπὶ βουκόλι᾽ ᾔει. 95
πᾶν δ᾽ ἄρ᾽ ἐνεπλήσθη πεδίον, πᾶσαι δὲ κέλευθοι
ληίδος ἐρχομένης (στείνοντο δὲ πίονες ἀγροί),
μυκηθμῷ: σηκοὶ δὲ βοῶν ῥεῖα πλήσθησαν
εἰλιπόδων, ὄιες δὲ κατ᾽ αὐλὰς ηὐλίζοντο.
ἔνθα μὲν οὔτις ἕκηλος ἀπειρεσίων περ ἐόντων 100
εἱστήκει παρὰ βουσὶν ἀνὴρ κεχρημένος ἔργου:
ἀλλ᾽ ὁ μὲν ἀμφὶ πόδεσσιν ἐυτμήτοισιν ἱμᾶσι
κωλοπέδας ἀράρισκε περισταδὸν ἐγγὺς ἀμέλγειν:
ἄλλος δ᾽ αὖ φί�
�α τέκνα φίλαις ὑπὸ μητράσιν ἵει
πινέμεναι λιαροῖο μεμαότα πάγχυ γάλακτος, 105
ἄλλος ἀμόλγιον εἶχ᾽, ἄλλος τρέφε πίονα τυρόν,
ἄλλος ἐσῆγεν ἔσω ταύρους δίχα θηλειάων.
Αὐγείης δ᾽ ἐπὶ πάντας ἰὼν θηεῖτο βοαύλους
ἥντινά οἱ κτεάνων κομιδὴν ἐτίθεντο νομῆες,
σὺν δ᾽ υἱός τε βίη τε βαρύφρονος ῾Ηρακλῆος 110
ὡμάρτευν βασιλῆι διερχομένῳ μέγαν ὄλβον.
ἔνθα καὶ ἄρρηκτόν περ ἔχων ἐν στήθεσι θυμὸν
᾿Αμφιτρυωνιάδης καὶ ἀρηρότα νωλεμὲς αἰεὶ
ἐκπάγλως θαύμαζε θεῶν τόγε μυρίον ἕδνον
εἰσορόων. οὐ γάρ κεν ἔφασκέ τις οὐδὲ ἐώλπει 115
ἀνδρὸς ληίδ᾽ ἑνὸς τόσσην ἔμεν οὐδὲ δέκ᾽ ἄλλων,
οἵτε πολύρρηνες πάντων ἔσαν ἐκ βασιλήων.
᾿Ηέλιος δ᾽ ᾧ παιδὶ τόγ᾽ ἔξοχον ὤπασε δῶρον,
ἀφνειὸν μήλοις περὶ πάντων ἔμμεναι ἀνδρῶν,
καί ῥά οἱ αὐτὸς ὄφελλε διαμπερέως βοτὰ πάντα 120
ἐς τέλος: οὐ μὲν γάρ τις ἐπήλυθε νοῦσος ἐκείνου
βουκολίοις, αἵτ᾽ ἔργα καταφθείρουσι νομήων,
αἰεὶ δὲ πλέονες κερααὶ βόες, αἰὲν ἀμείνους
ἐξ ἔτεος γίνοντο μάλ᾽ εἰς ἔτος: ἦ γὰρ ἅπασαι
ζωοτόκοι τ᾽ ἦσαν περιώσια θηλυτόκοι τε. 125
ταῖς δὲ τριηκόσιοι ταῦροι συνάμ᾽ ἐστιχόωντο
κνήμαργοί θ᾽ ἕλικές τε, διηκόσιοί γε μὲν ἄλλοι
φοίνικες: πάντες δ᾽ ἐπιβήτορες οἵγ᾽ ἔσαν ἤδη.
ἄλλοι δ᾽ αὖ μετὰ τοῖσι δυώδεκα βουκολέοντο
ἱεροὶ ᾿Ηελίοιο: χρόην δ᾽ ἔσαν ἠύτε κύκνοι 130
ἀργησταί, πᾶσιν δὲ μετέπρεπον εἰλιπόδεσσιν
οἳ καὶ ἀτιμαγέλαι βόσκοντ᾽ ἐριθηλέα ποίην
ἐν νομῷ: ὧδ᾽ ἔκπαγλον ἐπὶ σφίσι γαυριόωντο.
καί ῥ᾽ ὁπότ᾽ ἐκ λασίοιο θοοὶ προγενοίατο θῆρες
ἐς πεδίον δρυμοῖο βοῶν ἕνεκ᾽ ἀγροτεράων, 135
πρῶτοι τοίγε μάχηνδε κατὰ χροὸς ᾔεσαν ὀσμήν,
δεινὸν δ᾽ ἐβρυχῶντο φόνον λεύσσοντε προσώπῳ.
τῶν μέν τε προφέρεσκε βίηφί τε καὶ σφένεϊ ᾧ
ἠδ᾽ ὑπεροπλίῃ Φαέθων μέγας, ὅν ῥα βοτῆρες
ἀστέρι πάντες ἔισκον, ὁθούνεκα πολλὸν ἐν ἄλλοις 140
βουσὶν ἰὼν λάμπεσκεν, ἀρίζηλος δ᾽ ἐτέτυκτο.
ὃς δή τοι σκύλος αὖον ἰδὼν χαροποῖο λέοντος
αὐτῷ ἔπειτ᾽ ἐπόρουσεν ἐυσκόπῳ ῾Ηρακλῆι
χρίμψασθαι ποτὶ πλευρὰ κάρη στιβαρόν τε μέτωπον.
τοῦ μὲν ἄναξ προσιόντος ἐδράξατο χειρὶ παχείῃ 145
σκαιοῦ ἄφαρ κέραος, κατὰ δ᾽ αὐχένα νέρθ᾽ ἐπὶ γαίης
κλάσσε βαρύν περ ἐόντα, πάλιν δέ μιν ὦσεν ὀπίσσω
ὤμῳ ἐπιβρίσας: ὁ δέ οἱ περὶ νεῦρα τανυσθεὶς
μυὼν ἐξ ὑπάτοιο βραχίονος ὀρθὸς ἀνέστη.
θαύμαζεν δ᾽ αὐτός τε ἄναξ υἱός τε δαΐφρων 150
Φυλεὺς οἵ τ᾽ ἐπὶ βουσὶ κορωνίσι βουκόλοι ἄνδρες,
᾿Αμφιτρυωνιάδαο βίην ὑπέροπλον ἰδόντες.
τὼ δ᾽ εἰς ἄστυ λιπόντε καταυτόθι πίονας ἀγροὺς
ἐστιχέτην, Φυλεύς τε βίη θ᾽ ῾Ηρακληείη.
λαοφόρου δ᾽ ἐπέβησαν ὅθι πρώτιστα κελεύθου, 155
λεπτὴν καρπαλίμοισι τρίβον ποσὶν ἐξανύσαντες,
ἥ ῥα δι᾽ ἀμπελεῶνος ἀπὸ σταθμῶν τετάνυστο
οὔτι λίην ἀρίσημος ἐν ὕλῃ χλωρὰ θέουσα,
τῇ μιν ἄρα προσέειπε Διὸς γόνον ὑψίστοιο
Αὐγείω φίλος υἱὸς ἕθεν μετόπισθεν ἰόντα, 160
ἦκα παρακλίνας κεφαλὴν κατὰ δεξιὸν ὦμον:
‘ξεῖνε, πάλαι τινὰ πάγχυ σέθεν πέρι μῦθον ἀκούσας
ὡσεί περ σφετέρῃσιν ἐνὶ φρεσὶ βάλλομαι ἄρτι.
ἤλυθε γὰρ στείχων τις ἀπ᾽ ῎Αργεος ὡς μέσος ἀκμῆς
ἐνθάδ᾽ ᾿Αχαιὸς ἀνὴρ ῾Ελίκης ἐξ ἀγχιάλοιο: 165
ὃς δή τοι μυθεῖτο καὶ ἐν πλεόνεσσιν ᾿Επειῶν,
οὕνεκεν ᾿Αργείων τις ἕθεν παρεόντος ὄλεσσε
θηρίον, αἰνολέοντα, κακὸν τέρας ἀγροιώταις,
κοίλην αὖλιν ἔχοντα Διὸς Νεμέοιο παρ᾽ ἄλσος,
οὐκ οἶδ᾽ ἀτρεκέως ἢ ῎Αργεος ἐξ ἱεροῖο 170
αὐτόθεν ἢ Τίρυνθα νέμων πόλιν ἠὲ Μυκήνην.
ὣς κεῖνος ἀγόρευε: γένος δέ μιν εἶναι ἔφασκεν,
εἰ ἐτεόν περ ἐγὼ μιμνήσκομαι, ἐκ Περσῆος.
ἔλπομαι οὐχ ἕτερον τόδε τλήμεναι Αἰγιαλήων
ἠὲ σέ: δέρμα δὲ θηρὸς ἀριφραδέως ἀγορεύει 175
χειρῶν καρτερὸν ἔργον, ὅ τοι περὶ πλευρὰ καλύπτει.
εἴπ᾽ ἄγε νῦν μοι πρῶτον, ἵνα γνώω κατὰ θυμόν,
ἥρως, εἴτ᾽ ἐτύμως μαντεύομαι εἴτε καὶ οὐκί,
εἰ σύγ᾽ ἐκεῖνος, ὃν ἧμιν ἀκουόντεσσιν ἔειπεν
οὑξ ῾Ελίκηθεν ᾿Αχαιός, ἐγὼ δέ σε φράζομαι ὀρθῶς.
εἰπὲ δ᾽ ὅπως ὀλοὸν τόδε θηρίον αὐτὸς ἔπεφνες,
ὅππως τ᾽ εὔυδρον Νεμέης εἰσήλυθε χῶρον:
οὐ μὲν γάρ κε τοσόνδε κατ᾽ ᾿Απίδα κνώδαλον εὕροις
ἱμείρων ἰδέειν, ἐπεὶ οὐ μάλα τηλίκα βόσκει,
ἀλλ᾽ ἄρκτους τε σύας τε λύκων τ᾽ ὀλοφώιον ἔρνος. 185
τῷ καὶ θαυμάζεσκον ἀκούοντες τότε μῦθον:
οἱ δέ νυ καὶ ψεύδεσθαι ὁδοιπόρον ἀνέρ᾽ ἔφαντο
γλώσσης μαψιδίοιο χαριζόμενον παρεοῦσιν.’
῝Ως εἰπὼν μέσσης ἐξηρώησε κελεύ
θου
Φυλεύς, ὄφρα κιοῦσιν ἅμα σφίσιν ἄρκιος εἴη, 190
καί ῥά τε ῥηίτερον φαμένου κλύοι ῾Ηρακλῆος,
ὅς μιν ὁμαρτήσας τοίῳ προσελέξατο μύθῳ:
‘̂̓Ω Αὐγηιάδη, τὸ μὲν ὅττί με πρῶτον ἀνήρευ,
αὐτὸς καὶ μάλα ῥεῖα κατὰ στάθμην ἐνόησας.
ἀμφὶ δέ σοι τὰ ἕκαστα λέγοιμί κε τοῦδε πελώρου 195
ὅππως ἐκράανθεν, ἐπεὶ λελίησαι ἀκούειν,
νόσφίν γ᾽ ἢ ὅθεν ἦλθε: τὸ γὰρ πολέων περ ἐόντων
᾿Αργείων οὐδείς κεν ἔχοι σάφα μυθήσασθαι:
οἶον δ᾽ ἀθανάτων τίν᾽ ἐίσκομεν ἀνδράσι πῆμα
ἱρῶν μηνίσαντα Φορωνείδῃσιν ἐφεῖναι. 200
πάντας γὰρ πισῆας ἐπικλύζων ποταμὸς ὣς
λῖς ἄμοτον κεράιζε, μάλιστα δὲ Βεμβιναίους,
οἵ ἑθεν ἀγχόμοροι ναῖον πασχόντες ἄτλητα.
τὸν μὲν ἐμοὶ πρώτιστα τελεῖν ἐπέταξεν ἄεθλον
Εὐρυσθεύς, κτεῖναι δέ μ᾽ ἐφίετο θηρίον αἰνόν. 205
αὐτὰρ ἐγὼ κέρας ὑγρὸν ἑλὼν κοίλην τε φαρέτρην
ἰῶν ἐμπλείην νεόμην, ἑτέρηφι δὲ βάκτρον
εὐπαγὲς αὐτόφλοιον ἐπηρεφέος κοτίνοιο
ἔμμητρον, τὸ μὲν αὐτὸς ὑπὸ ζαθέῳ ῾Ελικῶνι
εὑρὼν σὺν πυκινῇσιν ὁλοσχερὲς ἔσπασα ῥίζαις. 210
αὐτὰρ ἐπεὶ τὸν χῶρον, ὅθι λῖς ἦεν, ἵκανον,
δὴ τότε τόξον ἑλὼν στρεπτὴν ἐπέλασσα κορώνῃ
νευρειήν, περὶ δ᾽ ἰὸν ἐχέστονον εἶθαρ ἔβησα.
πάντῃ δ᾽ ὄσσε φέρων ὀλοὸν τέρας ἐσκοπίαζον,
εἴ μιν ἐσαθρήσαιμι, πάρος γ᾽ ἐμὲ κεῖνον ἰδέσθαι. 215
ἤματος ἦν τὸ μεσηγύ, καὶ οὐδέ πῃ ἴχνια τοῖο