by Theocritus
πῶς ταῦτ᾽ ἄρμενα, τὸν φιλέοντ᾽ ἀνίαις δίδων;
ἀλλ᾽ εἴ μοί τι πίθοιο νέος προγενεστέρῳ, 10
τῷ κε λώιον αὔτος ἔχων ἔμ᾽ ἐπαινέσαις,
ποίησαι καλίαν μίαν εἰν ἑνὶ δενδρίῳ,
ὅππῃ μηδὲν ἀπίξεται ἄγριον ὄρπετον.
νῦν δὲ τῶδε μὲν ἄματος ἄλλον ἔχης κλάδον,
ἄλλον δ᾽ αὔριον, ἐξ ἑτέρω δ᾽ ἕτερον μάτης: 15
καἰ μέν σευ τὸ κάλον τις ἴδων ῥέθος αἰνέσαι,
τῷ δ᾽ εὔθυς πλέον ἢ τριέτης ἐγένευ φίλος,
τὸν πρῶτον δὲ φιλεῦντα τρίταιον ἐθήκαο.
ἄνδρων τῶν ὑπερανορέων δοκίμοις πνέειν.
φίλη δ᾽, ἇς κ᾽ ἔτ᾽ ἔῃς, τὸν ὕμοιον ἔχην ἄει. 20
αἰ γὰρ ὧδε πόῃς, ἄγαθος μὲν ἀκούσεαι
ἐξ ἄστων: ὁ δέ τοί κ᾽ ῎Ερος οὐ χαλέπως ἔχοι,
ὃς ἄνδρων φρένας εὐμαρέως ὑποδάμναται,
κἤμε μάλθακον ἐξ ἐπόησε σιδαρίω.
ἀλλὰ πὲρ ἀπάλω στύματός σε πεδέρχομαι 25
ὀμνάσθην, ὅτι πέρυσιν ἦσθα νεώτερος,
χὥτι γηραλέοι πέλομες πρὶν ἀποπτύσαι
καὶ ῥύσοι, νεότατα δ᾽ ἔχην παλινάγρετον
οὐκ ἔστι: πτέρυγας γὰρ ἐπομμαδίαις φόρη,
κἄμμες βαρδύτεροι τὰ ποτήμενα συλλάβην. 30
ταῦτα χρὴ νοέοντα πέλην ποτιμώτερον,
καί μοι τὠραμένῳ συνέραν ἀδόλως σέθεν,
ὅπως, ἁνίκα τὰν γένυν ἀνδρεΐαν ἔχῃς,
ἀλλάλοισι πελώμεθ᾽ ᾿Αχιλλέϊοι φίλοι.
αἰ δὲ ταῦτα φέρην ἀνέμοισιν ἐπιτρόπῃς, 35
ἐν θύμῳ δὲ λέγῃς ‘τί με δαιμόνι᾽ ἐνόχλης;’
νῦν μὲν κἠπὶ τὰ χρύσεα μᾶλ᾽ ἔνεκεν σέθεν
βαίην καὶ φύλακον νεκύων πεδὰ Κέρβερον,
τότα δ᾽ οὐδὲ καλεῦντος ἐπ᾽ αὐλεΐαις θύραις
προμόλοιμί κε παυσάμενος χαλέπω πόθω. 40
IDYLL XXX. Παιδικά
῎Ωιαι τῶ χαλεπῶ καἰνομόρω τῶδε νοσήματος:
τετορταῖος ἔχει, παιδὸς ἔρως, μῆνά με δεύτερον,
μᾶκος μὲν μετρίω γ᾽, ἀλλ᾽ ὁπόσον τῶ πέδα περρέχε
τᾶς γᾶς τοῦτο χάρις: ταῖς δὲ παραύαις γλυκὺ μειδίαι.
καὶ νῦν μὲν τὸ κακὸν ταῖς μὲν ἔχει, ταῖσι δέ μ᾽ οὐκέτι, 5
τάχα δ᾽ οὐδ᾽ ὅσον ὕπνω ᾿πιτύχην ἔσσετ᾽ ἐρωία:
ἐχθὲς γὰρ παριὼν ἔδρακε λέπτ᾽ ἄμμε δι᾽ ὀφρύγων
αἰδεσθεὶς ποτίδην ἀντίος, ἠρεύθετο δὲ χρόα.
ἔμεθεν δὲ πλέον τᾶς κραδίας ὥ᾽ ρος ἐδράξατο,
εἰς οἶκον δ᾽ ἀπέβαν ἕλκος ἔχων καὶ τὸ κέαρ δακών. 10
πολλὰ δ᾽ εἰσκαλέσας θυμὸν ἐμαυτοῦ διελεξάμαν:
τί δὴ ταῦτα ποίης; ἀλοσύνας τί ἔσχατον ἔσσεται;
λεύκας οὐκετ᾽ ἴσησθ᾽ ὅττι φορῇς ἐν κροτάφοις τρίχας;
ὧρά τοι φρονέειν μὴ οὔτι νέος τὰν ἰδέαν πέλῃ.
πάντ᾽ ἔρδης ἅπερ οἱ τῶν ἐτέων ἄρτι γεγευμένοι. 15
καὶ μὰν ἄλλο δε λάθει: τόδ᾽ ἄρ᾽ ἦς λώιον, ἔμμεναι
ξέννον τῶν χαλεπῶν παιδὸς ἐράννω παράπαν πόθων
τῷ μὲν γὰρ βίος ἕρπει προγόνοις ἶσ᾽ ἐλάφω θοᾶς,
χαλάσει δ᾽ ἑτέρᾳ ποντοπόρην αὔριον ἄρμενα.
οὐδ᾽ αὐτῷ γλυκερᾶς ἄνθεμον ἅβας πεδ᾽ ὐμαλίκων 20
μένει: τῷ δ᾽ ὁ πόθος καὶ τὸν ἔσω μυελὸν ἐσθίει
ὀμμιμνασκομένῳ: πολλὰ δ᾽ ὄρη νυκτὸς ἐνύπνια,
παύσασθαι δ᾽ ἐνιαυτὸς χαλεπᾶς οὐκ ἰκανὸς νόσω.
ταῦτα χἅτερα πολλὰ προτ᾽ ἐμὸν θυμὸν ἐμεμψάμαν.
ὁ δὲ τοῦτ᾽ ἔφατ᾽: ὄττις δοκίμοι τὸν δολομάχανον 25
νικάσειν ῎Ερον, οὗτος δοκίμοι τοὶς ὑπὲρ ἄμμεων
εὑρεῖν βραϊδίως ἀστέρας ὁπποσσάκιν ἐννέα.
καὶ νῦν, εἴτ᾽ ἐθέλω, χρή με μακρὸν σχόντα τὸν ἄμφενα
ἕλκειν τὸν ζυγόν, εἴτ᾽ οὐκ ἐθέλω: ταῦτα γὰρ ὦγαθὲ
βούλεται θέος, ὃς καὶ Διὸς ἔσφαλε μέγαν νόον 30
καὔτας Κυπρογενήας: ἔμε μάν, φύλλον ἐπάμερον,
σμίκρας δεύμενον αὔρας ὀνέμων ᾇ κε θέλῃ φόρη.
INSCRIPTIONS. Ἐπιγράμματα
INSCRIPTION I. A Pal vi.336
τὰ ῥόδα τὰ δροσόεντα καὶ ἁ κατάπυκνος ἐκείνα
ἕρπυλλος κεῖται ταῖς ῾Ελικωνιάσι,
ταὶ δὲ μελάμφυλλοι δάφναι τὶν Πύθιε Παιάν,
δελφὶς ἐπεὶ πέτρα τοῦτό τοι ἀγλάισε.
βωμὸν δ᾽ αἱμαξεῖ κεραὸς τράγος οὗτος ὁ μαλός, 5
τερμίνθου τρώγων ἔσχατον ἀκρεμόνα.
INSCRIPTION II. A Pal vi.177
Δάφνις ὁ λευκόχρως, ὁ καλᾷ σύριγγι μελίσδων
βουκολικοὺς ὕμνους, ἄνθετο Πανὶ τάδε,
τοὺς τρητοὺς δόνακας, τὸ λαγωβόλον, ὀξὺν ἄκοντα,
νεβρίδα, τὰν πήραν, ᾇ ποκ᾽ ἐμαλοφόρει.
INSCRIPTION III. A Pal ix.338
εὕδεις φυλλοστρῶτι πέδῳ Δάφνι σῶμα κεκμακὸς
ἀμπαύων: στάλικες δ᾽ ἀρτιπαγεῖς ἀν᾽ ὄρη.
ἀγρεύει δέ τυ Πὰν καὶ ὁ τὸν κροκόεντα Πρίηπος
κισσὸν ἐφ᾽ ἱμερτῷ κρατὶ καθαπτόμενος,
ἄντρον ἔσω στείχοντες ὁμόρροθοι. ἀλλὰ τὺ φεῦγε, 5
φεῦγε μεθεὶς ὕπνου κῶμα καταγρόμενον.
INSCRIPTION IV. A Pal ix.437
τήναν τὰν λαύραν τάς τε δρύας αἰπόλε κάμψας
σύκινον εὑρήσεις ἀρτιγλυφὲς ξόανον,
τρισκελὲς αὐτόφλοιον ἀνούατον, ἀλλὰ φάλητι
παιδογόνῳ δυνατὸν Κύπριδος ἔργα τελεῖν.
σακός οἱ ἱερ�
��ς περιδέδρομεν, ἀέναον δὲ 5
ῥεῖθρον ἀπὸ σπιλάδων πάντοσε τηλεθάει
δάφναις καὶ μύρτοισι καὶ εὐώδει κυπαρίσσῳ.
ἔνθα πέριξ κέχυται βοτρυόπαις ἕλικι
ἄμπελος, εἰαρινοὶ δὲ λιγυφθόγγοισιν ἀοιδαῖς
κόσσυφοι ἀχεῦσιν ποικιλότραυλα μέλη. 10
ξουθαὶ δ᾽ ἀδονίδες μινυρίσμασιν ἀνταχεῦσι
μέλπουσαι στόμασιν τὰν μελίγαρυν ὄπα.
ἕζεο δὴ τηνεῖ καὶ τῷ χαρίεντι Πριήπῳ
εὔχε᾽ ἀποστέρξαι τοὺς Δάφνιδός με πόθους,
κεὐθὺς ἐπιρρέξειν χίμαρον καλόν. ἢν δ᾽ ἀνανεύσῃ, 15
τοῦδε τυχὼν ἐθέλω τρισσὰ θύη τελέσαι:
ῥέξω γὰρ δαμάλαν, λάσιον τράγον, ἄρνα τὸν ἴσχω
σακίταν. ἀίοι δ᾽ εὐμενέως ὁ θεός.
INSCRIPTION V. A Pal ix.433
λῇς ποτὶ τᾶν Νυμφᾶν διδύμοις αὐλοῖσιν ἀεῖσαι
ἁδύ τί μοι; κἠγὼ πακτίδ᾽ ἀειράμενος
ἀρξεῦμαί τι κρέκειν, ὁ δὲ βουκόλος ἄμμιγα θελξεῖ
Δάφνις, κηροδέτῳ πνεύματι μελπόμενος.
ἐγγὺς δὲ στάντες λασίας δρυὸς ἄντρου ὄπισθεν 5
Πᾶνα τὸν αἰγιβάταν ὀρφανίσωμες ὕπνου.
INSCRIPTION VI. A Pal ix.432
̂̓Α δειλαῖε τὺ Θύρσι, τί τὸ πλέον, εἰ καταταξεῖς
δάκρυσι διγλήνους ὦπας ὀδυρόμενος;
οἴχεται ἁ χίμαρος, τὸ καλὸν τέκος, οἴχετ᾽ ἐς ῞Αιδαν:
τραχὺς γὰρ χαλαῖς ἀμφεπίαξε λύκος.
αἱ δὲ κύνες κλαγγεῦντι: τί τὸ πλέον, ἁνίκα τήνας 5
ὀστίον οὐδὲ τέφρα λείπεται οἰχομένας;
INSCRIPTION VII. A Pal vii.659
νήπιον υἱὸν ἔλειπες, ἐν ἁλικίᾳ δὲ καὶ αὐτός,
Εὐρύμεδον τύμβου τοῦδε θανὼν ἔτυχες.
σοὶ μὲν ἕδρα θείοισι μετ᾽ ἀνδράσι: τὸν δὲ πολῖται
τιμασεῦντι, πατρὸς μνώμενοι ὡς ἀγαθοῦ.
INSCRIPTION VIII. A Pal vi.337
̂̓Ηλθε καὶ ἐς Μίλητον ὁ τοῦ Παιήονος υἱός,
ἰητῆρι νόσων ἀνδρὶ συνοισόμενος
Νικίᾳ, ὅς μιν ἐπ᾽ ἦμαρ ἀεὶ θυέεσσιν ἱκνεῖται,
καὶ τόδ᾽ ἀπ᾽ εὐώδους γλύψατ᾽ ἄγαλμα κέδρου,
᾿Ηετίωνι χάριν γλαφυρᾶς χερὸς ἄκρον ὑποστὰς 5
μισθόν: ὁ δ᾽ εἰς ἔργον πᾶσαν ἀφῆκε τέχνην.
INSCRIPTION IX. A Pal vii.660
ξεῖνε, Συρακόσιός τοι ἀνὴρ τόδ᾽ ἐφίεται ῎Ορθων:
χειμερίας μεθύων μηδαμὰ νυκτὸς ἴοις.
καὶ γὰρ ἐγὼ τοιοῦτον ἔχω πότμον: ἀντὶ δὲ πολλᾶς
πατρίδος ὀθνείαν κεῖμαι ἐφεσσάμενος.
INSCRIPTION X. A Pal vi.338
῾Υμῖν τοῦτο θεαὶ κεχαρισμένον ἐννέα πάσαις
τὤγαλμα Ξενοκλῆς θῆκε τὸ μαρμάρινον,
μουσικός: οὐχ ἑτέρως τις ἐρεῖ. σοφίῃ δ᾽ ἐπὶ τῇδε
αἶνον ἔχων Μουσέων οὐκ ἐπιλανθάνεται.
INSCRIPTION XI. A Pal vii.661
Εὐσθένεος τὸ μνῆμα: φυσιγνώμων ὁ σοφιστής,
δεινὸς ἀπ᾽ ὀφθαλμοῦ καὶ τὸ νόημα μαθεῖν.
εὖ μιν ἔθαψαν ἑταῖροι ἐπὶ ξείνης ξένον ὄντα:
χὑμνοθέτης αὐτοῖς δαιμονίως φίλος ἦν.
πάντων ὧν ἐπέοικεν ἔχειν τεθνεὼς ὁ σοφιστὴς 5
καίπερ ἄκικυς ἐὼν εἶχ᾽ ἄρα κηδεμόνας.
INSCRIPTION XII. A Pal vi.339
Δημομέλης ὁ χορηγός, ὁ τὸν τρίποδ᾽ ὦ Διόνυσε
καὶ σὲ τὸν ἥδιστον θεῶν μακάρων ἀναθείς,
μέτριος ἦν ἐν πᾶσι, χορῷ δ᾽ ἐκτήσατο νίκην
ἀνδρῶν, καὶ τὸ καλὸν καὶ τὸ προσῆκον ὁρῶν.
INSCRIPTION XIII. A Pal vi.340
῾Η Κύπρις οὐ πάνδημος. ἱλάσκεο τὴν θεὸν εἰπὼν
οὐρανίην, ἁγνῆς ἄνθεμα Χρυσογόνης
οἴκῳ ἐν ᾿Αμφικλέους, ᾧ καὶ τέκνα καὶ βίον εἶχε
ξυνόν. ἀεὶ δέ σφιν λώιον εἰς ἔτος ἦν
ἐκ σέθεν ἀρχομένοις ὦ πότνια: κηδόμενοι γὰρ 5
ἀθανάτων αὐτοὶ πλεῖον ἔχουσι βροτοί.
INSCRIPTION XIV. A Pal ix.435
᾿Αστοῖς καὶ ξείνοισιν ἴσον νέμει ἥδε τράπεζα:
θεὶς ἀνελοῦ ψήφου πρὸς λόγον ἐρχομένης.
ἄλλός τις πρόφασιν λεγέτω: τὰ δ᾽ ὀθνεῖα Κάικος
χρήματα καὶ νυκτὸς βουλομένοις ἀριθμεῖ.
INSCRIPTION XV. A Pal vii.658
γνώσομαι, εἴ τι νέμεις ἀγαθοῖς πλέον, ἢ καὶ ὁ δειλὸς
ἐκ σέθεν ὡσαύτως ἶσον ὁδοιπόρ᾽ ἔχει.
‘χαιρέτω οὗτος ὁ τύμβος” ἐρεῖς “ἐπεὶ Εὐρυμέδοντος
κεῖται τῆς ἱερῆς κοῦφος ὑπὲρ κεφαλῆς.’
INSCRIPTION XVI. A Pal vii.662
῾Η παῖς ᾤχετ᾽ ἄωρος ἐν ἑβδόμῳ ἥδ᾽ ἐνιαυτῷ
εἰς ᾿Αίδην πολλοῖς ἡλικίης προτέρη,
δειλαίη, ποθέουσα τὸν εἰκοσάμηνον ἀδελφόν,
νήπιον ἀστόργου γευσάμενον θανάτου.
αἰαῖ ἐλεινὰ παθοῦσα Περιστερί, ὡς ἐν ἑτοίμῳ 5
ἀνθρώποις δαίμων θῆκε τὰ λυγρότατα.
INSCRIPTION XVII. A Pal ix.599
θᾶσαι τὸν ἀνδριάντα τοῦτον ὦ ξένε
σπουδᾷ, καὶ λέγ᾽ ἐπὴν ἐς οἶκον ἔνθῃς:
‘᾿Ανακρέοντος εἰκόν᾽ εἶδον ἐν Τέῳ
τῶν πρόσθ᾽ εἴ τι περισσὸν ᾠδοποιοῦ.’
προσθεὶς δὲ χὥτι τοῖς νέοισιν ἅδετο, 5
ἐρεῖς ἀτρεκέως ὅλον τὸν ἄνδρα.
INSCRIPTION XVIII. A Pal ix.600
῞Α τε φωνὰ Δώριος χὡνὴρ ὁ τὰν κωμῳδίαν εὑρὼν ᾿Επίχαρμος.
ὦ Βάκχε, χάλκεόν νιν ἀντ᾽ ἀλαθινοῦ τὶν ὧδ᾽ ἀνέθηκαν
τοὶ Συρακόσσαις ἐνίδρυνται πεδωρισταὶ πόλει, οἷ�
� ἀνδρὶ πολίτᾳ: 5
σωρὸν γὰρ εἶχε ῥημάτων μεμναμένοις τελεῖν ἐπίχειρα.
πολλὰ γὰρ πὸτ τὰν ζόαν τοῖς πᾶσιν εἶπε χρήσιμα. μεγάλα χάρις αὐτῷ.
INSCRIPTION XIX. A Pal xiii.3
῾Ο μουσοποιὸς ἐνθάδ᾽ ῾Ιππῶναξ κεῖται.
εἰ μὲν πονηρός, μὴ ποτέρχευ τῷ τύμβῳ:
εἰ δ᾽ ἐσσὶ κρήγυός τε καὶ παρὰ χρηστῶν,
θαρσέων καθίζευ, κἢν θέλῃς ἀπόβριξον.
INSCRIPTION XX. A Pal vii.663
῾Ο μικκὸς τόδ᾽ ἔτευξε τᾷ Θραΐσσᾳ
Μήδειος τὸ μνᾶμ᾽ ἐπὶ τᾷ ὁδῷ κἠπέγραψε Κλείτας.
ἑξεῖ τὰν χάριν ἁ γυνὰ ἀντὶ τήνων,
ὧν τὸν κοῦρον ἔθρεψε. τί μάν; ἔτι χρησίμα καλεῖται.
INSCRIPTION XXI. A Pal vii.664
᾿Αρχίλοχον καὶ στᾶθι καὶ εἴσιδε τὸν πάλαι ποιητὰν
τὸν τῶν ἰάμβων, οὗ τὸ μυρίον κλέος
διῆλθε κἠπὶ νύκτα καὶ πρὸς ἀῶ.
ἦ ῥά νιν αἱ Μοῖσαι καὶ ὁ Δάλιος ἠγάπευν ᾿Απόλλων,
ὡς ἐμμελής τ᾽ ἔγεντο κἠπιδέξιος 5
ἔπεά τε ποιεῖν πρὸς λύραν τ᾽ ἀείδειν.