by Longus
Ἤδη δὲ παρόντων τῶν ἀμφὶ τὴν Χλόην, πῦρ ἀνακαύσας καὶ τὰ μὲν ἑψήσας τῶν κρεῶν τὰ δὲ ὀπτήσας ἀπήρξατό τε ταῖς Νύμφαις καὶ κρατῆρα μεστὸν γλεύκους ἐπέσπεισε: καὶ ἐκ φυλλάδος στιβάδας ὑποστορέσας ἐντεῦθεν ἐν τροφῇ ἦν καὶ πότῳ καὶ παιδιᾷ: καὶ ἅμα τὰς ἀγέλας ἐπεσκόπει, μὴ λύκος ἐμπεσὼν ἔργα ποιήσῃ πολεμίων. ᾞσάν τινας καὶ ᾠδὰς εἰς τὰς Νύμφας, παλαιῶν ποιμένων ποιήματα. Νυκτὸς δὲ ἐπελθούσης αὐτοῦ κοιμηθέντες ἐν τῷ ἀγρῷ, τῆς ἐπιούσης τοῦ Πανὸς ἐμνημόνευσαν, καὶ τῶν τράγων τὸν ἀγελάρχην στεφανώσαντες πίτυος προσήγαγον τῇ πίτυι, καὶ ἀποσπείσαντες οἴνου καὶ εὐφημοῦντες τὸν θεὸν ἔθυσαν, ἐκρέμασαν, ἀπέδειραν: καὶ τὰ μὲν κρέα ὀπτήσαντες καὶ ἑψήσαντες πλησίον ἔθηκαν ἐν τῷ λειμῶνι, ἐν τοῖς φύλλοις: τὸ δὲ δέρμα κέρασιν αὐτοῖς ἐνέπηξαν τῇ πίτυι πρὸς τῷ ἀγάλματι, ποιμενικὸν ἀνάθημα ποιμενικῷ θεῷ. Ἀπήρξαντο καὶ τῶν κρεῶν, ἀπέσπεισαν καὶ κρατῆρος μείζονος: ᾖσεν ἡ Χλόη, ὁ Δάφνις ἐσύρισεν.
Ἐπὶ τούτοις κατακλινέντες ἤσθιον: καὶ αὐτοῖς ἐφίσταται Φιλητᾶς ὁ βουκόλος κατὰ τύχην στεφανίσκους τινὰς τῷ Πανὶ κομίζων καὶ βότρυς ἔτι ἐν φύλλοις καὶ κλήμασι: καὶ αὐτῷ τῶν παίδων ὁ νεώτατος εἵπετο Τίτυρος, πυρρὸν παιδίον καὶ γλαυκόν, λευκὸν παιδίον καὶ ἀγέρωχον: καὶ ἥλλετο κοῦφα, βαδίζων ὥσπερ ἔριφος. Ἀναπηδήσαντες οὖν συνεστεφάνουν τὸν Πᾶνα καὶ τὰ κλήματα τῆς κόμης τῆς πίτυος ἐξήρτων, καὶ κατακλίναντες πλησίον αὑτῶν συμπότην ἐποιοῦντο. Καὶ οἷα δὴ γέροντες ὑποβεβρεγμένοι πρὸς ἀλλήλους πολλὰ ἔλεγον: ὡς ἔνεμον ἡνίκα ἦσαν νέοι, ὡς πολλὰς λῃστῶν καταδρομὰς διέφυγον: ἐσεμνύνετό τις ὡς λύκον ἀποκτείνας, ἄλλος ὡς μόνου τοῦ Πανὸς δεύτερα συρίσας: τοῦτο τοῦ Φιλητᾶ τὸ σεμνολόγημα ἦν.
Ὁ οὖν Δάφνις καὶ ἡ Χλόη πάσας δεήσεις προσέφερον μεταδοῦναι καὶ αὐτοῖς τῆς τέχνης, συρίσαι τε ἐν ἑορτῇ θεοῦ σύριγγι χαίροντος. Ἐπαγγέλλεται Φιλητᾶς, καίτοι τὸ γῆρας ὡς ἄπνουν μεμψάμενος, καὶ ἔλαβε σύριγγα τὴν τοῦ Δάφνιδος. Ἡ δὲ ἦν μικρὰ πρὸς μεγάλην τέχνην, οἷα ἐν στόματι παιδὸς ἐμπνεομένη. Πέμπει οὖν Τίτυρον ἐπὶ τὴν ἑαυτοῦ σύριγγα, τῆς ἐπαύλεως ἀπεχούσης σταδίους δέκα. Ὁ μὲν οὖν ῥίψας τὸ ἐγκόμβωμα γυμνὸς ὥρμησε τρέχειν, ὥσπερ νεβρός: ὁ δὲ Λάμων ἐπηγγείλατο αὐτοῖς τὸν περὶ τῆς σύριγγος ἀφηγήσεσθαι μῦθον, ὃν αὐτῷ Σικελὸς ωἰπόλος ᾖσεν ἐπὶ μισθῷ τράγῳ καὶ σύριγγι.
‘Αὕτη ἡ σύριγξ τὸ ὄργανον οὐκ ἦν ὄργανον ἀλλὰ παρθένος καλὴ καὶ τὴν φωνὴν μουσική. Αἶγας ἔνεμεν, Νύμφαις συνέπαιζεν, ᾖδεν οἷον νῦν. Πὰν ταύτης νεμούσης παιζούσης ᾀδούσης προσελθὼν ἔπειθεν ἐς ὅ τι ἔχρῃζε, καὶ ἐπηγγέλλετο τὰς αἶγας πάσας θήσειν διδυματόκους. Ἡ δὲ ἐγέλα τὸν ἔρωτα αὐτοῦ, οὐδὲ ἐραστὴν ἔφη δέξεσθαι τὸν μήτε τράγον ὄντα μήτε ἄνθρωπον ὁλόκληρον. Ὁρμᾷ διώκειν ὁ Πὰν πρὸς βίαν: ἡ Σύριγξ ἔφευγε καὶ τὸν Πᾶνα καὶ τὴν βίαν: φεύγουσα κάμνουσα ἐς δόνακας κρύπτεται, εἰς ἕλος ἀφανίζεται. Πὰν τοὺς δόνακας ὀργῇ τεμών, τὴν κόρην οὐχ εὑρών, τὸ πάθος μαθὼν τὸ ὄργανον νοεῖ, τοὺς καλάμους κηρῷ συνδήσας ἀνίσους, καθ̓ ὅ τι καὶ ὁ ἔρως ἄνισος αὐτοῖς: καὶ ἡ τότε παρθένος καλὴ νῦν ἐστι σύριγξ μουσική.’
Ἄρτι ἐπέπαυτο τοῦ μυθολογήματος ὁ Λάμων, καὶ ἐπῄνει Φιλητᾶς αὐτὸν ὡς εἰπόντα μῦθον ᾠδῆς γλυκύτερον, καὶ ὁ Τίτυρος ἐφίσταται τὴν σύριγγα τῷ πατρὶ κομίζων, μέγα ὄργανον καὶ αὐλῶν μεγάλων, καὶ ἵνα κεκήρωτο, χαλκῷ πεποίκιλτο. Εἴκασεν ἄν τις εἶναι ταύτην ἐκείνην, ἣν ὁ Πὰν πρώτην ἐπήξατο. Διεγερθεὶς οὖν ὁ Φιλητᾶς καὶ καθίσας ἐν καθέδρᾳ ὀρθὸς πρῶτον μὲν ἀπεπειράθη τῶν καλάμων εἰ εὖπνοι: ἔπειτα μαθὼν ὡς ἀκώλυτον διατρέχει τὸ πνεῦμα, ἐνέπνει τὸ ἐντεῦθεν πολὺ καὶ νεανικόν. Αὐλῶν τις ἂν ᾠήθη συναυλούντων ἀκούειν: τοσοῦτον ἤχει τὸ σύριγμα. Κατ̓ ὀλίγον δὲ τῆς βίας ἀφαιρῶν εἰς τὸ τερπνότερον μετέβαλλε τὸ μέλος. Καὶ πᾶσαν τέχνην ἐπιδεικνύμενος εὐνομίας μουσικῆς ἐσύριττεν οἷον βοῶν ἀγέλῃ πρέπον, οἷον αἰπολίῳ πρόσφορον, οἷον ποίμναις φίλον. Τερπνὸν ἦν τὸ ποιμνίων, μέγα τὸ βοῶν, ὀξὺ τὸ αἰγῶν: ὅλως πάσας σύριγγας μία σύριγξ ἐμιμήσατο.
Οἱ μὲν οὖν ἄλλοι σιωπῇ κατέκειντο τερπόμενοι: Δρύας δὲ ἀναστὰς καὶ κελεύσας συρίττειν Διονυσιακὸν μέλος, ἐπιλήνιον αὐτοῖς ὄρχησιν ὠρχήσατο: καὶ ἐῴκει ποτὲ μὲν τρυγῶντι, ποτὲ δὲ φέροντι ἀρρίχους, εἶτα πατοῦντι τοὺς βότρυς, εἶτα πληροῦντι τοὺς πίθους, εἶτα πίνοντι τοῦ γλεύκους. Ταῦτα πάντα οὕτως εὐσχημόνως ὠρχήσατο Δρύας καὶ ἐναργῶς, ὥστε ἐδόκουν βλέπειν καὶ τὰς ἀμπέλους καὶ τὴν ληνὸν καὶ τοὺς πίθους καὶ ἀληθῶς Δρύαντα πίνοντα.
Τρίτος δὴ γέρων οὗτος εὐδοκιμήσας ἐπ̓ ὀρχήσει φιλεῖ Χλόην καὶ Δάφνιν: οἱ δὲ μάλα ταχέως ἀναστάντες ὠρχήσαντο τὸν μῦθον τοῦ Λάμωνος. Ὁ Δάφνις Πᾶνα ἐμιμεῖτο, τὴν Σύριγγα Χλόη: ὁ μὲν ἱκέτευε πείθων, ἡ δὲ ἀμελοῦσα ἐμειδία: ὁ μὲν ἐδίωκε καὶ ἐπ̓ ἄκρων τῶν ὀνύχων ἔτρεχε τὰς χηλὰς μιμούμενος, ἡ δὲ ἐνέφαινε τὴν κάμνουσαν ἐν τῇ φυγῇ. Ἔπειτα Χλόη μὲν εἰς τὴν ὕλην ὡς εἰς ἕλος κρύπτεται, Δάφνις δὲ λαβὼν τὴν Φιλητᾶ σύριγγα τὴν μεγάλην ἐσύρισε γοερὸν ὡς ἐρῶν, ἐρωτικὸν ὡς πείθων, ἀν�
�κλητικὸν ὡς ἐπιζητῶν, ὥστε ὁ Φιλητᾶς θαυμάσας φιλεῖ τε ἀναπηδήσας καὶ τὴν σύριγγα χαρίζεται φιλήσας καὶ εὔχεται καὶ Δάφνιν καταλιπεῖν αὐτὴν ὁμοίῳ διαδόχῳ.
Ὁ δὲ τὴν ἰδίαν ἀναθεὶς τῷ Πανὶ τὴν σμικρὰν καὶ φιλήσας ὡς ἐκ φυγῆς ἀληθινῆς εὑρεθεῖσαν τὴν Χλόην ἀπήλαυνε τὴν ἀγέλην συρίττων νυκτὸς ἤδη ἐπιγινομένης: ἀπήλαυνε δὲ καὶ ἡ Χλόη τὴν ποίμνην τῷ μέλει τῆς σύριγγος συνᾴδουσα: καὶ αἵ τε αἶγες πλησίον τῶν προβάτων ᾔεσαν, ὅ τε Δάφνις ἐβάδιζεν ἐγγὺς τῆς Χλόης, ὥστε ἐνέπλησαν ἕως νυκτὸς ἀλλήλους καὶ συνέθεντο θᾶττον τὰς ἀγέλας τῆς ἐπιούσης κατελάσαι: καὶ οὕτως ἐποίησαν. Ἄρτι γοῦν ἀρχομένης ἡμέρας ἦλθον εἰς τὴν νομήν: καὶ τὰς Νύμφας προτέρας, εἶτα τὸν Πᾶνα προσαγορεύσαντες, τὸ ἐντεῦθεν ὑπὸ τῇ δρυὶ καθεσθέντες ἐσύριττον: εἶτα ἀλλήλους ἐφίλουν, περιέβαλλον, κατεκλίνοντο, καὶ οὐδὲν δράσαντες πλέον ἀνίσταντο. Ἐμέλησεν αὐτοῖς καὶ τροφῆς, καὶ ἔπιον οἶνον μίξαντες γάλα.
Καὶ τούτοις ἅπασι θερμότεροι γενόμενοι καὶ θρασύτεροι, πρὸς ἀλλήλους ἤριζον ἔριν ἐρωτικήν, καὶ μετ̓ ὀλίγον εἰς ὅρκων πίστιν προῆλθον. Ὁ μὲν δὴ Δάφνις τὸν Πᾶνα ὤμοσεν ἐλθὼν ἐπὶ τὴν πίτυν μὴ ζήσεσθαι μόνος ἄνευ Χλόης μηδὲ μιᾶς χρόνον ἡμέρας: ἡ δὲ Χλόη τὰς Νύμφας εἰσελθοῦσα εἰς τὸ ἄντρον τὸν αὐτὸν Δάφνιδι ἕξειν καὶ θάνατον καὶ βίον. Τοσοῦτον δὲ ἄρα τῇ Χλόῃ τὸ ἀφελὲς προσῆν ὡς κόρῃ, ὥστε ἐξιοῦσα τοῦ ἄντρου καὶ δεύτερον ἠξίου λαβεῖν ὅρκον παῤ αὐτοῦ ‘ὦ Δάφνι’ λέγουσα ‘θεὸς ὁ Πὰν ἐρωτικός ἐστι καὶ ἄπιστος: ἠράσθη μὲν Πίτυος, ἠράσθη δὲ Σύριγγος: παύεται δὲ οὐδέποτε Δρυάσιν ἐνοχλῶν καὶ Ἐπιμηλίσι Νύμφαις παρέχων πράγματα. Οὗτος μὲν οὖν ἀμεληθεὶς ἐν τοῖς ὅρκοις ἀμελήσει σε κολάσαι, κἂν ἐπὶ πλείονας ἔλθῃς γυναῖκας τῶν ἐν τῇ σύριγγι καλάμων: σὺ δέ μοι τὸ αἰπόλιον τοῦτο ὄμοσον καὶ τὴν αἶγα ἐκείνην, ἥ σε ἀνέθρεψε, μὴ καταλιπεῖν Χλόην, ἔστ̓ ἂν πιστή σοι μένῃ: ἄδικον δὲ εἰς σὲ καὶ τὰς Νύμφας γενομένην καὶ φεῦγε καὶ μίσει καὶ ἀπόκτεινον ὥσπερ λύκον.’ Ἥδετο ὁ Δάφνις ἀπιστούμενος καὶ στὰς εἰς μέσον τὸ αἰπόλιον καὶ τῇ μὲν τῶν χειρῶν αἰγὸς τῇ δὲ τράγου λαβόμενος ὤμνυε Χλόην φιλήσειν φιλοῦσαν: κἂν ἕτερον προκρίνῃ Δάφνιδος, ἀντ̓ ἐκείνης αὑτὸν ἀποκτενεῖν. Ἡ δὲ ἔχαιρε καὶ ἐπίστευεν ὡς κόρη καὶ νομίζουσα τὰς αἶγας καὶ τὰ πρόβατα ποιμένων καὶ αἰπόλων ἰδίους θεούς.
BOOK III.
Μυτιληναῖοι δὲ ὡς ᾔσθοντο τὸν ἐπίπλουν τῶν δέκα νεῶν καί τινες ἐμήνυσαν αὐτοῖς τὴν ἁρπαγὴν ἐλθόντες ἐκ τῶν ἀγρῶν, οὐκ ἀνασχετὸν νομίσαντες ταῦτα ἐκ Μηθυμναίων παθεῖν, ἔγνωσαν καὶ αὐτοὶ τὴν ταχίστην ἐπ̓ αὐτοὺς ὅπλα κινεῖν: καὶ καταλέξαντες ἀσπίδα τρισχιλίαν καὶ ἵππον πεντακοσίαν ἐξέπέμψαν κατὰ γῆν τὸν στρατηγὸν Ἵππασον, ὀκνοῦντες ἐν ὥρᾳ χειμῶνος τὴν θάλατταν.
Ὁ δὲ ἐξορμηθεὶς ἀγροὺς μὲν οὐκ ἐλεηλάτει τῶν Μηθυμναίων οὐδὲ ἀγέλας καὶ κτήματα ἥρπαζε γεωργῶν καὶ ποιμένων, λῃστοῦ νομίζων ταῦτα ἔργα μᾶλλον ἢ στρατηγοῦ: ταχὺ δὲ ἐπὶ τὴν πόλιν αὐτὴν ἦγεν ὡς ἐπιπεσούμενος ἀφρουρήτοις ταῖς πύλαις. Καὶ αὐτῷ σταδίους ὅσον ἑκατὸν ἀπέχοντι κῆρυξ ἀπαντᾷ σπονδὰς κομίζων. Οἱ γὰρ Μηθυμναῖοι μαθόντες παρὰ τῶν ἑαλωκότων ὡς οὐδὲν ἴσασι Μυτιληναῖοι τῶν γεγενημένων, ἀλλὰ γεωργοὶ καὶ ποιμένες ὑβρίζοντας τοὺς νεανίσκους ταῦτα ἔδρασαν, μετεγίνωσκον μὲν ὀξύτερα τολμήσαντες εἰς γείτονα πόλιν ἢ σωφρονέστερα, σπουδὴν δὲ εἶχον ἀποδόντες πᾶσαν τὴν ἁρπαγὴν ἀδεῶς ἐπιμίγνυσθαι καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν. Τὸν μὲν οὖν κήρυκα τοῖς Μυτιληναίοις ὁ Ἵππασος ἀποστέλλει, καίτοιγε αὐτοκράτωρ στρατηγὸς κεχειροτονημένος: αὐτὸς δὲ τῆς Μηθύμνης ὅσον ἀπὸ δέκα σταδίων στρατόπεδον βαλόμενος τὰς ἐκ τῆς πόλεως ἐντολὰς ἀνέμενε. Καὶ δύο διαγενομένων ἡμερῶν ἐλθὼν ὁ ἄγγελος τήν τε ἁρπαγὴν ἐκέλευσε κομίσασθαι καὶ ἀδικήσαντα μηδὲν ἀναχωρεῖν οἴκαδε: πολέμου γὰρ καὶ εἰρήνης ἐν αἱρέσει γενόμενοι, τὴν εἰρήνην εὕρισκον κερδαλεωτέραν.
Ὁ μὲν δὴ Μηθυμναίων καὶ Μυτιληναίων πόλεμος ἀδόκητον λαβὼν ἀρχὴν καὶ τέλος οὕτω διελύθη. Γίνεται δὲ χειμὼν Δάφνιδι καὶ Χλόῃ τοῦ πολέμου πικρότερος: ἐξαίφνης γὰρ περιπεσοῦσα χιὼν πολλὴ πάσας μὲν ἀπέκλεισε τὰς ὁδούς, πάντας δὲ κατέκλεισε τοὺς γεωργούς. Λάβροι μὲν οἱ χείμαρροι κατέρρεον, ἐπεπήγει δὲ κρύσταλλος: τὰ δένδρα ἐῴκει κατεσκελετευμένοις: ἡ γῆ πᾶσα ἀφανὴς ἦν ὅτι μὴ περὶ πηγάς που καὶ ῥεύματα. Οὔτ̓ οὖν ἀγέλην τις ἐς νομὴν ἦγεν οὔτε αὐτὸς προῄει τῶν θυρῶν, ἀλλὰ πῦρ καύσαντες μέγα περὶ ᾠδὰς ἀλεκτρυόνων οἱ μὲν λίνον ἔστρεφον, οἱ δὲ αἰγῶν τρίχας ἔπλεκον, οἱ δὲ πάγας ὀρνίθων ἐσοφίζοντο. Τότε βοῶν ἐπὶ φάτναις φροντὶς ἦν ἄχυρον ἐσθιόντων, αἰγῶν καὶ προβάτων ἐν τοῖς σηκοῖς φυλλάδας, ὑῶν ἐν τοῖς συφεοῖς ἄκυλον καὶ βαλάνους.
Ἀναγκαίας οὖν οἰκουρίας ἐπεχούσης ἅπαντας οἱ μὲν ἄλλοι γεωργοὶ καὶ νομεῖς ἔχαιρον πόνων τε ἀπηλλαγμένοι πρὸς ὀλίγον καὶ τροφὰς ἑωθινὰς ἐσθίοντες καὶ καθεύδοντες μακρὸν ὕπνον, ὥστε αὐτοῖς τὸν χειμῶνα δοκεῖν καὶ θέρους καὶ μετοπώρου καὶ ἦρος αὐτοῦ γλυκύτερον. Χλόη δὲ καὶ Δά
φνις ἐν μνήμῃ γενόμενοι τῶν καταλειφθέντων τερπνῶν, ὡς ἐφίλουν, ὡς περιέβαλλον, ὡς ἅμα τὴν τροφὴν προσεφέροντο, νύκτας τε ἀγρύπνους διῆγον καὶ λυπηρὰς καὶ τὴν ἠρινὴν ὥραν ἀνέμενον ἐκ θανάτου παλιγγενεσίαν. Ἐλύπει δὲ αὐτοὺς ἢ πήρα τις ἐλθοῦσα εἰς χεῖρας, ἐξ ἧς συνήσθιον, ἢ γαυλὸς ὀφθείς, ἐξ οὗ συνέπιον, ἢ σύριγξ ἀμελῶς ἐρριμμένη, δῶρον ἐρωτικὸν γεγενημένη. Εὔχοντο δὴ ταῖς Νύμφαις καὶ τῷ Πανὶ καὶ τούτων αὐτοὺς ἐκλύσασθαι τῶν κακῶν καὶ δεῖξαί ποτε αὐτοῖς καὶ ταῖς ἀγέλαις ἥλιον: ἅμα τε εὐχόμενοι τέχνην ἐζήτουν, δἰ ἧς ἀλλήλους θεάσονται. Ἡ μὲν δὴ Χλόη δεινῶς ἄπορος ἦν καὶ ἀμήχανος: ἀεὶ γὰρ αὐτῇ συνῆν ἡ δοκοῦσα μήτηρ ἔριά τε ξαίνειν διδάσκουσα καὶ ἀτράκτους στρέφειν καὶ γάμου μνημονεύουσα: ὁ δὲ Δάφνις, οἷα σχολὴν ἄγων καὶ συνετώτερος κόρης, τοιόνδε σόφισμα εὗρεν ἐς θέαν τῆς Χλόης.