by Longus
Ἐν τούτοις οὖσιν αὐτοῖς δεύτερος ἄγγελος ἐλθὼν ἐξ ἄστεος ἐκέλευεν ἀποτρυγᾶν τὰς ἀμπέλους ὅτι τάχιστα, καὶ αὐτὸς ἔφη παραμενεῖν ἔστ̓ ἂν τοὺς βότρυς ποιήσωσι γλεῦκος, εἶτα οὕτως κατελθὼν εἰς τὴν πόλιν ἄξειν τὸν δεσπότην ἤδη τῆς μετοπωρινῆς τρύγης. Τοῦτόν τε οὖν τὸν Εὔδρομον ῾οὕτω γὰρ ἐκαλεῖτο, ὅτι ἦν αὐτῷ ἔργον τρέχειν̓ ἐδεξιοῦντο πᾶσαν δεξίωσιν καὶ ἅμα τὰς ἀμπέλους ἀπετρύγων, τοὺς βότρυς ἐς τὰς ληνοὺς κομίζοντες, τὸ γλεῦκος εἰς τοὺς πίθους φέροντες, τῶν βοτρύων τοὺς ἡβῶντας ἐπὶ κλημάτων ἀφαιροῦντες, ὡς εἴη καὶ τοῖς ἐκ τῆς πόλεως ἐλθοῦσιν ἐν εἰκόνι καὶ ἡδονῇ γενέσθαι τρυγητοῦ.
Μέλλοντος δὲ ἤδη σοβεῖν ἐς ἄστυ τοῦ Εὐδρόμου καὶ ἄλλα μὲν οὐκ ὀλίγα αὐτῷ Δάφνις ἔδωκεν, ἔδωκε δὲ καὶ ὅσα ἀπ̓ αἰπολίου δῶρα, τυροὺς εὐπαγεῖς, ἔριφον ὀψίγονον, δέρμα αἰγὸς λευκὸν καὶ λάσιον, ὡς ἔχοι χειμῶνος ἐπιβάλλεσθαι τρέχων. Ὁ δὲ ἥδετο καὶ ἐφίλει τὸν Δάφνιν καὶ ἀγαθόν τι ἐρεῖν περὶ αὐτοῦ πρὸς τὸν δεσπότην ἐπηγγέλλετο. Καὶ ὁ μὲν ἀπῄει φίλα φρονῶν, ὁ δὲ Δάφνις ἀγωνιῶν τῇ Χλόῃ συνένεμεν. Εἶχε δὲ κἀκείνην πολὺ δέος: μειράκιον γὰρ εἰωθὸς αἶγας βλέπειν καὶ οἶς καὶ γεωργοὺς καὶ Χλόην πρῶτον ἔμελλεν ὄψεσθαι δεσπότην, οὗ πρότερον μόνον ἤκουε τοὔνομα. Ὑπέρ τε οὖν τοῦ Δάφνιδος ἐφρόντιζεν, ὅπως ἐντεύξεται τῷ δεσπότῃ καὶ περὶ τοῦ γάμου τὴν ψυχὴν ἐταράττετο, μὴ μάτην ὀνειροπολοῦσιν αὐτόν. Συνεχῆ μὲν οὖν τὰ φιλήματα καὶ ὥσπερ συμπεφυκότων αἱ περιβολαί: καὶ τὰ φιλήματα δειλὰ ἦν καὶ αἱ περιβολαὶ σκυθρωπαί, καθάπερ ἤδη παρόντα τὸν δεσπότην φοβουμένων ἢ λανθανόντων. Προσγίνεται δέ τις αὐτοῖς καὶ τοιόσδε τάραχος.
Λάμπις τις ἦν ἀγέρωχος βουκόλος. Οὗτος καὶ αὐτὸς ἐμνᾶτο τὴν Χλόην παρὰ τοῦ Δρύαντος καὶ δῶρα ἤδη πολλὰ ἐδεδώκει σπεύδων τὸν γάμον. Αἰσθόμενος οὖν ὡς, εἰ συγχωρηθείη παρὰ τοῦ δεσπότου, Δάφνις αὐτὴν ἄξεται, τέχνην ἐζήτει, δἰ ἧς τὸν δεσπότην αὐτοῖς ποιήσει πικρόν: καὶ εἰδὼς πάνυ αὐτὸν τῷ παραδείσῳ τερπόμενον, ἔγνω τοῦτον ὅσον οἷός τέ ἐστι διαφθεῖραι καὶ ἀποκοσμῆσαι. Δένδρα μὲν οὖν τέμνων ἔμελλεν ἁλώσεσθαι διὰ τὸν κτύπον: ἐπεῖχε δὲ τοῖς ἄνθεσιν, ὥστε διαφθεῖραι αὐτά. Νύκτα δὴ φυλάξας καὶ ὑπερβὰς τὴν αἱμασιὰν τὰ μὲν ἀνώρυξε, τὰ δὲ κατέκλασε, τὰ δὲ κατεπάτησεν ὥσπερ σῦς. Καὶ ὁ μὲν λαθὼν ἀπεληλύθει: Λάμων δὲ τῆς ἐπιούσης παρελθὼν εἰς τὸν κῆπον ἔμελλεν ὕδωρ αὐτοῖς ἐκ τῆς πηγῆς ἐπάξειν. Ἰδὼν δὲ πᾶν τὸ χωρίον δεδῃωμένον καὶ ἔργον οἷον ἄν ἐχθρός, οὐ λῃστὴς ἐργάσαιτο, κατερρήξατο μὲν εὐθὺς τὸν χιτωνίσκον, βοῇ δὲ μεγάλῃ θεοὺς ἀνεκάλει, ὥστε καὶ ἡ Μυρτάλη τὰ ἐν χερσὶ καταλιποῦσα ἐξέδραμε καὶ ὁ Δάφνις ἐάσας τὰς αἶγας ἀνέδραμε: καὶ ἰδόντες ἐβόων καὶ βοῶντες ἐδάκρυον.
Ἀλλ̓ οἱ μὲν πτοούμενοι τὸν δεσπότην ἔκλαον: ἔκλαυσε δ̓ ἄν τις καὶ ξένος ἐπιστάς: ἀπεκεκόσμητο γὰρ ὁ τόπος καὶ ἦν λοιπὸν γῆ πηλώδης. Τῶν δὲ εἴ τι διέφυγε τὴν ὕβριν, ὑπήνθει καὶ ἔλαμπε καὶ ἦν ἔτι καλὸν καὶ κείμενον. Ἐπέκειντο δὲ αὐτοῖς καὶ μέλιτται συνεχὲς καὶ ἄπαυστον βομβοῦσαι καὶ θρηνούσαις ὅμοιον. Ὁ μὲν οὖν Λάμων ὑπ̓ ἐκπλήξεως κἀκεῖνα ἔλεγε ‘Φεῦ τῆς ῥοδωνιᾶς, ὡς κατακέκλασται: φεῦ τῆς ἰωνιᾶς, ὡς πεπάτηται: φεῦ τῶν ὑακίνθων καὶ τῶν ναρκίσσων, οὓς ἀνώρυξέ τις πονηρὸς ἄνθρωπος. Ἀφίξεται τὸ ἦρ, τὰ δὲ οὐκ ἀνθήσει: ἔσται τὸ θέρος, τὰ δὲ οὐκ ἀκμάσει: τὸ μετόπωρον, τὰ δὲ οὐδένα στεφανώσει. Οὐδὲ σύ, δέσποτα Διόνυσε, τὰ ἄθλια ταῦτα ἠλέησας ἄνθη, οἷς παρῴκεις, ἃ ἔβλεπες, ἀφ̓ ὧν ἐστεφάνωσά σε πολλάκις; Πῶς δείξω νῦν τὸν παράδεισον τῷ δεσπότῃ; Τίς ἐκεῖνος θεασάμενος ἔσται; Κρεμᾷ γέροντα ἄνθρωπον ἐκ μιᾶς πίτυος ὡς Μαρσύαν: τάχα δὲ καὶ Δάφνιν, ὡς τῶν αἰγῶν ταῦτα εἰργασμένων.’
Δάκρυα ἦν ἐπὶ τούτοις θερμότερα, καὶ ἐθρήνουν τὰ ἄνθη λοιπόν, ἀλλὰ τὰς αὑτῶν συμφοράς. Ἐθρήνει καὶ Χλόη Δάφνιν εἰ κρεμήσεται καὶ εὔχετο μηκέτι ἐλθεῖν τὸν δεσπότην αὐτῶν καὶ ἡμέρας διήντλει μοχθηράς, ὡς ἤδη Δάφνιν βλέπουσα μαστιγούμενον. Καὶ δὴ νυκτὸς ἀρχομένης ὁ Εὔδρομος αὐτοῖς ἀπήγγελλεν ὅτι ὁ μὲν πρεσβύτερος δεσπότης μεθ̓ ἡμέρας ἀφίξεται τρεῖς, ὁ δὲ παῖς αὐτοῦ τῆς ἐπιούσης πρόσεισι. Σκέψις οὖν ἦ περὶ τῶν συμβεβηκότων καὶ κοινωνὸν εἰς τὴν γνώμην τὸν Εὔδρομον παρελάμβανον: ὁ δὲ εὔνους ὢν τῷ Δάφνιδι παρῄνει τὸ συμβὰν ὁμολογῆσαι πρότερον τῷ νέῳ δεσπότῃ καὶ αὐτὸς συμπράξειν ἐπηγγέλλετο, τιμώμενος ὡς ὁμογάλακτος: καὶ ἡμέρας γενομένης οὕτως ἐποίησαν.
Ἧκε μὲν ὁ Ἀστύλος ἐπὶ ἵππου καὶ παράσιτος αὐτοῦ, καὶ οὗτος ἐπὶ ἵππου: ὁ μὲν ἀρτιγένειος, ὁ δὲ Γνάθων ῾τουτὶ γὰρ ἐκαλεῖτὀ τὸν πώγωνα ξυρώμενος πάλαι: ὁ δὲ Λάμων ἅμα τῇ Μυρτάλῃ καὶ τῷ Δάφνιδι πρὸ τῶν ποδῶν αὐτοῦ καταπεσὼν ἱκέτευεν οἰκτεῖραι γέροντα ἀτυχῆ καὶ πατρῴας ὀργῆς ἐξαρπάσαι τὸν οὐδὲν ἀδικήσαντα, ἅμα τε αὐτῷ καταλέγει πάντα. Οἰκτείρει τὴν ἱκεσίαν ὁ Ἀστύλος καὶ ἐπὶ τὸν παράδεισον ἐλθὼν καὶ τὴν ἀπώλειαν τῶν ἀνθέων ἰδὼν αὐτὸς ἔφη παραιτήσεσθαι τὸν πατέρα καὶ κατηγορήσειν τῶν ἵππων, ὡς ἐκεῖ δεθέντες ἐξύβρισαν καὶ τὰ μὲν κατέκλασαν, τὰ δὲ κατεπά�
�ησαν, τὰ δὲ ἀνώρυξαν λυθέντες. Ἐπὶ τούτοις εὔχοντο μὲν αὐτῷ πάντα τὰ ἀγαθὰ Λάμων καὶ Μυρτάλη: Δάφνις δὲ δῶρα προσεκόμισεν ἐρίφους, τυρούς, ὄρνιθας καὶ τὰ ἔκγονα αὐτῶν, βότρυς ἐπὶ κλημάτων, μῆλα ἐπὶ κλάδων. Ἦν ἐν τοῖς δώροις καὶ ἀνθοσμίας οἶνος Λέσβιος, ποθῆναι κάλλιστος οἶνος.
Ὁ μὲν δὴ Ἀστύλος ἐπῄνει ταῦτα καὶ περὶ θήραν εἶχε λαγῶν, οἷα πλούσιος νεανίσκος καὶ τρυφῶν ἀεὶ καὶ ἀφιγμένος εἰς τὸν ἀγρὸν εἰς ἀπόλαυσιν ξένης ἡδονῆς. Ὁ δὲ Γνάθων, οἷα μαθὼν ἐσθίειν ἄνθρωπος καὶ πίνειν εἰς μέθην καὶ λαγνεύειν μετὰ τὴν μέθην καὶ οὐδὲν ἄλλο ὢν ἢ γνάθος καὶ γαστὴρ καὶ τὰ ὑπὸ γαστέρα, οὐ παρέργως εἶδε τὸν Δάφνιν τὰ δῶρα κομίσαντα, ἀλλὰ καὶ φύσει παιδεραστὴς ὢν καὶ κάλλος οἷον οὐδὲ ἐπὶ τῆς πόλεως εὑρών, ἐπιθέσθαι ἔγνω τῷ Δάφνιδι καὶ πείσειν ᾤετο ῥᾳδίως ὡς αἰπόλον. Γνοὺς δὲ ταῦτα θήρας μὲν οὐκ ἐκοινώνει τῷ Ἀστύλῳ, κατιὼν δὲ ἵνα ἔνεμεν ὁ Δάφνις, λόγῳ μὲν τῶν αἰγῶν, τὸ δὲ ἀληθὲς Δάφνιδος ἐγίνετο θεατής: μαλθάξων δὲ αὐτὸν τάς τε αἶγας ἐπῄνει καὶ συρίσαι τὸ αἰπολικὸν ἠξίωσε καὶ ἔφη ταχέως ἐλεύθερον θήσειν τὸ πᾶν δυνάμενος.
Ὡς δὲ εἶχε χειροήθη, νύκτωρ λοχήσας ἐκ τῆς νομῆς ἐλαύνοντα τὰς αἶγας πρῶτον μὲν ἐφίλησε προσδραμών, εἶτα ὄπισθεν παρασχεῖν τοιοῦτον οἷον αἱ αἶγες τοῖς τράγοις. Τοῦ δὲ βραδέως νοήσαντος καὶ λέγοντος, ὡς αἶγας μὲν βαίνειν τράγους καλόν, τράγον δὲ οὐπώποτε εἶδέ τις βαίνοντα τράγον οὐδὲ κριὸν ἀντὶ τῶν οἰῶν κριὸν οὐδὲ ἀλεκτρυόνας ἀντὶ τῶν ἀλεκτορίδων ἀλεκτρυόνας, οἷος ἦν ὁ Γνάθων βιάζεσθαι τὰς χεῖρας προσφέρων: ὁ δὲ μεθύοντα ἄνθρωπον καὶ ἑστῶτα μόλις παρωσάμενος ἔσφηλεν εἰς τὴν γῆν καὶ ὥσπερ σκύλαξ ἀποδραμὼν κείμενον κατέλιπεν ἀνδρός, οὐ παιδὸς πρὸς χειραγωγίαν δεόμενον: καὶ οὐκέτι προσίετο ὅλως, ἀλλ̓ ἄλλοτε ἄλλῃ τὰς αἶγας ἔνεμεν, ἐκεῖνον μὲν φεύγων, Χλόην δὲ τηρῶν. Οὐδὲ ὁ Γνάθων ἔτι περιειργάζετο, καταμαθὼν ὡς οὐ μόνον καλός, ἀλλὰ καὶ ἰσχυρός ἐστιν: ἐπετήρει δὲ καιρὸν διαλεχθῆναι περὶ αὐτοῦ τῷ Ἀστύλῳ καὶ ἤλπιζε δῶρον αὐτὸν ἕξειν παρὰ τοῦ νεανίσκου πολλὰ καὶ μεγάλα χαρίζεσθαι θέλοντος.
Τότε μὲν οὖν οὐκ ἠδυνήθη, προσῄει γὰρ ὁ Διονυσοφάνης ἅμα τῇ Κλεαρίστῃ, καὶ ἦν θόρυβος πολὺς κτηνῶν, οἰκετῶν, ἀνδρῶν, γυναικῶν: μετὰ δὲ τοῦτο συνέταττε λόγον καὶ ἐρωτικὸν καὶ μακρόν. Ἦν δὲ ὁ Διονυσοφάνης μεσαιπόλιος μὲν ἤδη, μέγας δὲ καὶ καλὸς καὶ μειρακίοις ἁμιλλᾶσθαι δυνάμενος: ἀλλὰ καὶ πλούσιος ἐν ὀλίγοις καὶ χρηστὸς ὡς οὐδεὶς ἕτερος. Οὗτος ἐλθὼν τῇ πρώτῃ μὲν ἡμέρᾳ θεοῖς ἔθυσεν, ὅσοι προεστᾶσιν ἀγροικίας, Δήμητρι καὶ Διονύσῳ καὶ Πανὶ καὶ Νύμφαις, καὶ κοινὸν πᾶσι τοῖς παροῦσιν ἔστησε κρατῆρα: ταῖς δὲ ἄλλαις ἡμέραις ἐπεσκόπει τὰ τοῦ Λάμωνος ἔργα. Καὶ ὁρῶν τὰ μὲν πεδία ἐν αὔλακι, τὰς δὲ ἀμπέλους ἐν κλήματι, τὸν δὲ παράδεισον ἐν κάλλει ῾περὶ γὰρ τῶν ἀνθέων Ἀστύλος τὴν αἰτίαν ἀνελάμβανεν̓ ἥδετο περιττῶς καὶ τὸν Λάμωνα ἐπῄνει καὶ ἐλεύθερον θήσειν ἐπηγγέλλετο. Κατῆλθε μετὰ ταῦτα καὶ εἰς τὸ αἰπόλιον τάς τε αἶγας ὀψόμενος καὶ τὸν νέμοντα.
Χλόη μὲν οὖν εἰς τὴν ὕλην ἔφυγεν, ὄχλον τοσοῦτον αἰδεσθεῖσα καὶ φοβηθεῖσα: ὁ δὲ Δάφνις εἱστήκει δέρμα λάσιον αἰγὸς ἐζωσμένος, πήραν νεορραφῆ κατὰ τῶν ὤμων ἐξηρτημένος, κρατῶν ταῖς χερσὶν ἀμφοτέραις τῇ μὲν ἀρτιπαγεῖς τυρούς, τῇ δὲ ἐρίφους γαλαθηνούς. Εἴ ποτε Ἀπόλλων Λαομέδοντι θητεύων ἐβουκόλησε, τοιόσδε ἦν, οἷος τότε ὤφθη Δάφνις. Αὐτὸς μὲν οὖν εἶπεν οὐδέν, ἀλλὰ ἐρυθήματος πλησθεὶς ἔνευσε κάτω, προτείνας τὰ δῶρα: ὁ δὲ Λάμων ‘οὗτος’ εἶπε ‘σοί, δέσποτα, τῶν αἰγῶν αἰπόλος. Σὺ μὲν ἐμοὶ πεντήκοντα νέμειν δέδωκας καὶ δύο τράγους, οὗτος δέ σοι πεποίηκεν ἑκατὸν καὶ δέκα τράγους. Ὁρᾷς ὡς λιπαραὶ καὶ τὰς τρίχας λάσιαι καὶ τὰ κέρατα ἄθραυστοι. Πεποίηκε δὲ αὐτὰς καὶ μουσικάς: σύριγγος γοῦν ἀκούουσαι ποιοῦσι πάντα.’
Παροῦσα δὲ τοῖς λεγομένοις ἡ Κλεαρίστη πεῖραν ἐπεθύμησε τοῦ λεχθέντος λαβεῖν καὶ κελεύει τὸν Δάφνιν ταῖς αἰξὶν οἷον εἴωθε συρίσαι καὶ ἐπαγγέλλεται συρίσαντι χαριεῖσθαι χιτῶνα καὶ χλαῖναν καὶ ὑποδήματα. Ὁ δὲ καθίσας αὐτοὺς ὥσπερ θέατρον, στὰς ὑπὸ τῇ φηγῷ κἀκ τῆς πήρας τὴν σύριγγα προκομίσας πρῶτα μὲν ὀλίγον ἐνέπνευσε: καὶ αἱ αἶγες ἔστησαν τὰς κεφαλὰς ἀράμεναι: εἶτα ἐνέπνευσε τὸ νόμιον, καὶ αἱ αἶγες ἐνέμοντο νεύσασαι κάτω: αὖθις λιγυρὸν ἐνέδωκε, καὶ ἀθρόαι κατεκλίνησαν: ἐσύρισέ τι καὶ ὀξὺ μέλος, αἱ δὲ ὥσπερ λύκου προσιόντος εἰς τὴν ὕλην κατέφυγον: μετ̓ ὀλίγον ἀνακλητικὸν ἐφθέγξατο, καὶ ἐξελθοῦσαι τῆς ὕλης πλησίον αὐτοῦ τῶν ποδῶν συνέδραμον. Οὐδὲ ἀνθρώπους οἰκέτας εἶδεν ἄν τις οὕτω πειθομένους προστάγματι δεσπότου. Οἵ τε οὖν ἄλλοι πάντες ἐθαύμαζον καὶ πρὸ πάντων ἡ Κλεαρίστη καὶ τὰ δῶρα ἀποδώσειν ὤμοσε καλῷ τε ὄντι αἰπόλῳ καὶ μουσικῷ: καὶ ἀνελθόντες εἰς τὴν ἔπαυλιν ἀμφὶ ἄριστον εἶχον καὶ τῷ Δάφνιδι ἀφ̓ ὧν ἤσθιον ἔπεμψαν.
Ὁ δὲ μετὰ τῆς Χλόης ἤσθιε καὶ ἥδετο γευόμενος ἀστικῆς ὀψαρτυσίας καὶ εὔελπις ἦν τεύξεσθαι τοῦ γάμου, πείσας τοὺς δεσπότας. Ὁ δὲ Γνάθων προσεκκαυθε
ὶς τοῖς κατὰ τὸ αἰπόλιον γεγενημένοις καὶ ἀβίωτον νομίζων τὸν βίον, εἰ μὴ τεύξεται Δάφνιδος, περιπατοῦντα τὸν Ἀστύλον ἐν τῷ παραδείσῳ φυλάξας καὶ ἀναγαγὼν εἰς τὸν τοῦ Διονύσου νεὼν πόδας καὶ χεῖρας κατεφίλει. Τοῦ δὲ πυνθανομένου τίνος ἕνεκα ταῦτα δρᾷ, καὶ λέγειν κελεύοντος καὶ ὑπουργήσειν ὀμνύοντος, ‘οἴχεταί σοι Γνάθων’ ἔφη ‘δέσποτα. Ὁ μέχρι νῦν μόνης τραπέζης τῆς σῆς ἐρῶν, ὁ πρότερον ὀμνὺς ὅτι μηδέν ἐστιν ὡραιότερον οἴνου γέροντος, ὁ κρείττους τῶν ἐφήβων τῶν ἐν Μυτιλήνῃ τοὺς σοὺς ὀψαρτυτὰς λέγων, μόνον λοιπὸν καλὸν εἶναι Δάφνιν νομίζω. Καὶ τροφῆς μὲν τῆς πολυτελοῦς οὐ γεύομαι, καίτοι τοσούτων παρασκευαζομένων ἑκάστης ἡμέρας κρεῶν, ἰχθύων, μελιτωμάτων, ἡδέως δ̓ ἂν αἲξ γενόμενος πόαν ἐσθίοιμι καὶ φύλλα, τῆς Δάφνιδος ἀκούων σύριγγος καὶ ὑπ̓ ἐκείνου νεμόμενος. Σὺ δὲ σῶσον Γνάθωνα τὸν σὸν καὶ τὸν ἀήττητον ἔρωτα νίκησον. Εἰ δὲ μή, σὲ ἐπόμνυμι, τὸν ἐμὸν θεόν, ξιφίδιον λαβὼν καὶ ἐμπλήσας τὴν γαστέρα τροφῆς ἐμαυτὸν ἀποκτενῶ πρὸ τῶν Δάφνιδος θυρῶν: σὺ δὲ οὐκέτι καλέσεις Γναθωνάριον, ὥσπερ εἰώθεις παίζων ἀεί.’