13 καὶ τοίνυν καὶ τοῦδε τοῦ οἴκου τὸ κάλλος ἱκανὸν καὶ παρορμῆσαι ἐς λόγους καὶ λέγοντα ἐπεγεῖραι καὶ πάντα τρόπον εὐδοκιμῆσαι παρασκευάσαι. ἐγὼ μὲν δὴ τούτοις πείθομαι καὶ ἤδη [] πέπεισμαι καὶ ἐς τὸν οἶκον ἐπὶ λόγοις παρελήλυθα ὥσπερ ὑπὸ ἴυγγος ἢ Σειρῆνος τῷ κάλλει ἑλκόμενος, ἐλπίδα οὐ μικρὰν ἔχων, εἰ καὶ τέως ἡμῖν ἄμορφοι ἦσαν οἱ λόγοι, καλοὺς αὐτοὺς φανεῖσθαι καθάπερ ἐσθῆτι καλῇ κεκοσμημένους.
14 ἕτερος δέ τις οὐκ ἀγεννὴς λόγος, ἀλλὰ καὶ πάνυ γενναῖος, ὥς φησι, καὶ μεταξύ μου λέγοντος ὑπέκρουε καὶ διακόπτειν ἐπειρᾶτο τὴν ῥῆσιν καὶ ἐπειδὴ πέπαυμαι, οὐκ ἀληθῆ ταῦτα λέγειν φησὶ με, ἀλλὰ θαυμάζειν, εἰ φάσκοιμι ἐπιτηδειότερον εἶναι πρὸς λόγων ἐπίδειξιν οἴκου κάλλος γραφῇ καὶ χρυσῷ κεκοσμημένον αὐτὸ γάρ που τοὐναντίον ἀποβαίνειν. μᾶλλον δέ, εἰ δοκεῖ, αὐτὸς παρελθὼν ὁ λόγος ὑπὲρ ἑαυτοῦ καθάπερ ἐν δικασταῖς ὑμῖν εἰπάτω, ὅπῃ λυσιτελέστερον ἡγεῖται τῷ λέγοντι εὐτέλειαν οἴκου καὶ ἀμορφίαν. ἐμοῦ μὲν ἀκηκόατε ἤδη λέγοντος, ὥστε οὐδὲν δέομαι δὶς περὶ τῶν αὐτῶν εἰπεῖν, ὁ δὲ παρελθὼν ἤδη λεγέτω, κἀγὼ σιωπήσομαι καὶ πρὸς ὀλίγον αὐτῷ μεταστήσομαι.
15 ἄνδρες τοίνυν δικασταί, φησὶν ὁ λόγος, ὁ μὲν προειπὼν ῥήτωρ πολλὰ καὶ μεγάλα τόνδε τὸν οἶκον ἐπῄνεσε καὶ τῷ ἑαυτοῦ λόγῳ ἐκόσμησεν, ἐγὼ δὲ τοσούτου δέω ψόγον αὐτοῦ διεξελεύσεσθαι, ὥστε καὶ τὰ ὑπ᾽ ἐκείνου παραλελειμμένα προσθήσειν μοι δοκῶ: ὅσῳ γὰρ ἂν ὑμῖν καλλίων φαίνηται, τοσῷδε ὑπεναντίος τῇ τοῦ λέγοντος χρείᾳ δειχθήσεται. καὶ πρῶτόν γε ἐπειδὴ γυναικῶν καὶ κόσμου καὶ χρυσοῦ ἐκεῖνος ἐμνημόνευσεν, κἀμοὶ ἐπιτρέψατε χρήσασθαι τῷ παραδείγματι: φημὶ γὰρ οὖν καὶ γυναιξὶ καλαῖς οὐχ ὅπως [] συλλαμβάνειν ἐς τὸ εὐμορφότερον, ἀλλὰ καὶ ἐναντιοῦσθαι τὸν κόσμον τὸν πολύν, ὁπόταν τῶν ἐντυγχανόντων ἕκαστος ὑπὸ τοῦ χρυσοῦ καὶ τῶν λίθων τῶν πολυτελῶν ἐκπλαγεὶς ἀντὶ τοῦ ἐπαινεῖν ἢ ‘ χρόαν ἢ βλέμμα ἢ δειρὴν ἢ πῆχυν ἢ δάκτυλον, ὁ δὲ ταῦτ᾽ ἀφεὶς ἐς τὴν σαρδὼ ἢ τὸν σμάραγδον ἢ τὸν ὅρμον ἢ τὸ ψέλιον ἀποβλέπῃ, ὥστε ἄχθοιτο ἂν εἰκότως παρορωμένη διὰ τὸν κόσμον, οὐκ ἀγόντων σχολὴν ἐπαινεῖν αὐτὴν τῶν θεατῶν, ἀλλὰ πάρεργον αὐτῆς ποιουμένων τὴν θέαν.
16 ὅπερ ἀνάγκη, οἶμαι, παθεῖν καὶ τὸν ἐν οὕτω καλοῖς ἔργοις λόγους δεικνύοντα: λανθάνει γὰρ ἐν τῷ μεγέθει τῶν καλῶν τὸ λεχθὲν καὶ ἀμαυροῦται καὶ συναρπάζεται, καθάπερ εἰ λύχνον τις εἰς πυρκαϊὰν μεγάλην φέρων ἐμβάλλοι ἢ μύρμηκα ἐπ᾽ ἐλέφαντος ἢ καμήλου δεικνύοι. τοῦτό τε οὖν φυλακτέον τῷ λέγοντι, καὶ προσέτι μὴ καὶ τὴν φωνὴν αὐτὴν ἐπιταράττηται ^ ἐν οὕτως εὐφώνῳ καὶ ἠχήεντι οἴκῳ λέγων ἀντιφθέγγεται γὰρ καὶ ἀντιφωνεῖ καὶ ἀντιλέγει, μᾶλλον δὲ ἐπικαλύπτει τὴν βοήν, οἷόν τι καὶ σάλπιγξ δρᾷ τὸν αὐλόν, εἰ συναυλοῖεν, ἢ τοὺς κελευστὰς ἡ θάλαττα, ὁπόταν πρὸς κύματος ἦχον ἐπᾴδειν τῇ εἰρεσίᾳ θέλωσιν ἐπικρατεῖ γὰρ ἡ μεγαλοφωνία καὶ κατασιωπᾷ τὸ ἧττον.
17 καὶ μὴν κἀκεῖνο, ὅπερ ἔφη ὁ ἀντίδικος, ὡς ἄρα ἐπεγείρει ὁ καλὸς οἶκος τὸν λέγοντα καὶ προθυμότερον παρασκευάζει, ἐμοὶ δοκεῖ τὸ ἐναντίον ποιεῖν ἐκπλήττει γὰρ καὶ φοβεῖ καὶ τὸν λογισμὸν διαταράττει καὶ δειλότερον ἐργάζεται ἐνθυμούμενον ὡς ἁπάντων ἐστὶν αἴσχιστον ἐν [] εὐμόρφῳ χωρίῳ μὴ ὁμοίους φαίνεσθαι τοὺς λόγους. ἐλέγχων γὰρ οὗτός γε ὁ φανερώτατος, ὥσπερ ἂν . εἴ τις πανοπλίαν καλὴν ἐνδὺς ἔπειτα φεύγοι πρὸ τῶν ἄλλων, ἐπισημότερος ὢν δειλὸς ἀπὸ τῶν ὅπλων. τοῦτο δέ μοι δοκεῖ λογισάμενος καὶ ὁ τοῦ Ὁμήρου ῥήτωρ ἐκεῖνος εὐμορφίας ἐλάχιστον φροντίσαι, μᾶλλον δὲ καὶ παντελῶς ἀΐδρει φωτὶ ἑαυτὸν ἀπεικάσαι, ἵνα αὐτῷ παραδοξότερον φαίνηται τῶν λόγων τὸ κάλλος ἐκ τῆς πρὸς τὸ ἀμορφότερον ἐξετάσεως. ἄλλως τε ἀνάγκη πᾶσα καὶ τὴν τοῦ λέγοντος αὐτοῦ διάνοιαν ἀσχολεῖσθαι περὶ τὴν θέαν καὶ τῆς φροντίδος τὸ ἀκριβὲς ἐκλύειν τῆς ὄψεως ἐπικρατούσης καὶ πρὸς αὑτὴν καλούσης καὶ τῷ λόγῳ προσέχειν οὐκ ἐώσης. ὥστε τίς μηχανὴ μὴ οὐχὶ πάντως ἔλαττον ἐρεῖν αὐτὸν τῆς ψυχῆς διατριβούσης περὶ τὸν τῶν ὁρωμένων ἔπαινον;
18 ἐῶ γὰρ λέγειν ὅτι καὶ οἱ παρόντες αὐτοὶ καὶ πρὸς τὴν ἀκρόασιν παρειλημμένοι ἐπειδὰν εἰς τοιοῦτον οἶκον παρέλθωσιν, ἀντὶ ἀκροατῶν θεαταὶ καθίστανται, καὶ οὐχ οὕτω Δημόδοκος ἢ Φήμιος ἢ Θάμυρις ἢ Ἀμφίων ἢ Ὀρφεύς τις λέγων ἐστίν, ὥστε ἀποσπάσαι τὴν διάνοιαν αὐτῶν ἀπὸ τῆς θέας: ἀλλ᾽ οὖν ἕκαστος, ἐπειδὰν μόνον ὑπερβῇ τὸν οὐδόν, ἀθρόῳ τῷ κάλλει. περιχυθεὶς λόγων μὲν ἐκείνων ἢ ἀκροάσεως ἄλλης ^ οὐδὲ τὴν ἀρχὴν ἀΐοντι ἔοικεν, ὅλος δὲ πρὸς τοῖς ὁρωμένοις ἐστίν, εἰ μὴ τύχοι τις παντελῶς τυφλὸς ὢν ἢ ἐν νυκτὶ ὥσπερ ἡ ἐξ Ἀρείου πάγου βουλὴ ποιοῖτο τὴν ἀκρόασιν.
19 ὅτι γὰρ οὐκ ἀξιόμαχον λόγων ἰσχὺς ὄψει ἀνταγωνίσασθαι καὶ ὁ Σειρήνων μῦθος [] παρατεθεὶς τῷ περὶ τῶν Γοργόνων διδάξειεν ἄν: ἐκεῖναι μὲν γὰρ ἐκήλουν τοὺς παραπλέοντας μελῳδοῦσαι καὶ κολακεύουσαι: τοῖς ᾁσμασιν καὶ καταπλεύσαντας ἐπὶ πολὺ κατεῖχον, καὶ ὅλως τὸ ἔργον αὐτῶν ἐδεῖτό τινος διατριβῆς, καὶ πού τις αὐτὰς καὶ παρέπλευσε κ
αὶ τοῦ μέλους παρήκουσε: τὸ δὲ τῶν Γοργόνων κάλλος, ἅτε βιαιότατόν τε ὂν καὶ τοῖς καιριωτάτοις τῆς ψυχῆς ὁμιλοῦν, εὐθὺς ἐξίστη τοὺς ἰδόντας καὶ ἀφώνους ἐποίει, ὡς δὲ ὁ μῦθος βούλεται καὶ λέγεται, λίθινοι ἐγίγνοντο ὑπὸ θαύματος. ὥστε καὶ ὃν ὑπὲρ τοῦ ταὼ λόγον εἶπε πρὸς ὑμᾶς μικρὸν ἔμπροσθεν, ὑπὲρ ἐμαυτοῦ εἰρῆσθαι νομίζω: καὶ γὰρ ἐκείνου ἐν τῇ ὄψει, οὐκ ἐν τῇ φωνῇ τὸ τερπνόν. καὶ εἲ γέ τις παραστησάμενος τὴν ἀηδόνα ἢ τὸν κύκνον ᾁδειν κελεύοι, μεταξὺ δὲ ᾀδόντων παραδείξειε τὸν ταὼ σιωπῶντα, εὖ οἶδ᾽ ὅτι . ἐπ᾽ ἐκεῖνον μεταβήσεται ἡ ψυχὴ μακρὰ χαίρειν φράσασα τοῖς ἐκείνων ᾄσμασιν: οὕτως ἄμαχόν τι ἔοικεν εἶναι ἡ δι᾽ ὄψεως ἡδονή.
20 καὶ ἔγωγε, εἰ βούλεσθε, μάρτυρα ὑμῖν παραστήσομαι σοφὸν ἄνδρα, ὃς αὐτίκα μοι μαρτυρήσει ὡς πολὺ ἐπικρατέστερά ἐστι τῶν ἀκουομένων τὰ ὁρώμενα. καί μοι σὺ ἤδη ὁ κῆρυξ προσκάλει αὐτὸν Ἡρόδοτον Λύξου Ἁλικαρνασόθεν: κἀπειδὴ καλῶς ποιῶν ὑπήκουσε, μαρτυρείτω παρελθών ἀναδέξασθε δὲ αὐτὸν Ἰαστὶ πρὸς ὑμᾶς λέγοντα ὥσπερ αὐτῷ ἔθος. ἀληθέα τάδε ὁ λόγος ὑμῖν, ἄνδρες δικασταί, μυθέεται καὶ οἱ πείθεσθε ὅσα ἂν λέγῃ τουτέων πέρι ὄψιν ἀκοῆς προτιμέων ὦτα γὰρ τυγχάνει ἐόντα ἀπιστότερα ὀφθαλμῶν: [] Ἀκούετε τοῦ μάρτυρος ἅ φησιν, ὡς τὰ πρῶτα τῇ ὄψει ἀπέδωκεν; εἰκότως. τὰ μὲν γὰρ ἔπεα πτερόεντά ἐστι καὶ οἴχεται ἅμα τῷ προελθεῖν ἀποπτάμενα, ἡ δὲ τῶν ὁρωμένων τέρψις ἀεὶ παρεστῶσα καὶ παραμένουσα πάντως τὸν θεατὴν ὑπάγεται.
21 Πῶς οὖν οὐ χαλεπὸς τῷ λέγοντι ἀνταγωνιστὴς οἶκος οὕτω καλὸς καὶ περίβλεπτος ὤν; μᾶλλον δὲ τὸ μέγιστον οὐδέπω φημί: ὑμεῖς γὰρ αὐτοὶ οἱ δικασταὶ καὶ μεταξὺ λεγόντων ἡμῶν ἐς τὴν ὀροφὴν ἀπεβλέπετε καὶ τοὺς τοίχους ἐθαυμάζετε καὶ τὰς γραφὰς ἐξητάζετε πρὸς ἑκάστην ἀποστρεφόμενοι. καὶ μηδὲν αἰσχυνθῆτε: συγγνώμη γάρ, εἴ τι ἀνθρώπινον πεπόνθατε, ἄλλως τε καὶ πρὸς οὕτω καλὰς καὶ ποικίλας τὰς ὑποθέσεις. τῆς γὰρ τέχνης τὸ ἀκριβὲς καὶ τῆς ἱστορίας μετὰ τοῦ ἀρχαίου τὸ ὠφέλιμον ἐπαγωγὸν ὡς ἀληθῶς καὶ πεπαιδευμένων θεατῶν δεόμενον. καὶ ἵνα μὴ πάντα ἐκεῖσε ἀποβλέπητε ἡμᾶς ἀπολιπόντες, φέρε ὡς οἷόν τε γράψωμαι αὐτὰ ὑμῖν τῷ λόγῳ: ἡσθήσεσθε γάρ, οἶμαι, ἀκούοντες ἃ καὶ ὁρῶντες θαυμάζετε. καὶ ἴσως ἄν με καὶ δι᾽ αὐτὸ ἐπαινέσαιτε καὶ τοῦ ἀντιδίκου προτιμήσαιτε, ὡς καὶ αὐτὸν ἐπιδείξαντα καὶ διπλασιάσαντα ὑμῖν τὴν ἡδονήν. τὸ χαλεπὸν δὲ τοῦ τολμήματος ὁρᾶτε, ἄνευ χρωμάτων καὶ σχημάτων καὶ τόπου συστήσασθαι τοσαύτας εἰκόνας: ψιλὴ γάρ τις ἡ γραφὴ τῶν λόγων.
22 ἐν δεξιᾷ μὲν οὖν εἰσιόντι Ἀργολικῷ μύθῳ ἀναμέμικται πάθος Αἰθιοπικὸν ὁ Περσεὺς τὸ κῆτος φονεύει καὶ τὴν Ἀνδρομέδαν καθαιρεῖ, καὶ μετὰ μικρὸν γαμήσει καὶ ἄπεισιν αὐτὴν ἄγων πάρεργον τοῦτο τῆς ἐπὶ Γοργόνας πτήσεως. ἐν βραχεῖ δὲ πολλὰ ὁ τεχνίτης ἐμιμήσατο, αἰδῶ παρθένου καὶ φόβον — ἐπισκοπεῖ γὰρ μάχην ἄνωθεν ἐκ τῆς πέτρας — καὶ νεανίου τόλμαν ἐρωτικὴν καὶ θηρίου ὄψιν ἀπρόσμαχον καὶ τὸ μὲν ἔπεισι πεφρικὸς ταῖς ἀκάνθαις καὶ δεδιττόμενον τῷ χάσματι, ὁ Περσεὺς δὲ τῇ λαιᾷ μὲν προδείκνυσι τὴν Γοργόνα, τῇ δεξιᾷ δὲ καθικνεῖται τῷ ξίφει: καὶ τὸ μὲν ὅσον τοῦ κήτους εἶδε τὴν Μέδουσαν, ἤδη λίθος ἐστίν, τὸ δ᾽ ὅσον ἔμψυχον μένει, τῇ ἅρπῃ κόπτεται.
23 ἑξῆς δὲ μετὰ τήνδε τὴν εἰκόνα ἕτερον δρᾶμα γέγραπται δικαιότατον, οὗ τὸ ἀρχέτυπον ὁ γραφεὺς παρ᾽ Εὐριπίδου ἢ Σοφοκλέους δοκεῖ μοι λαβεῖν ἐκεῖνοι γὰρ ὁμοίαν ἔγραψαν τὴν εἰκόνα. τὼ νεανία τὼ ἑταίρω Πυλάδης τε ὁ Φωκεὺς καὶ Ὀρέστης δοκῶν ἤδη τεθνάναι λαθόντ᾽ ἐς τὰ βασίλεια παρελθόντε φονεύουσιν ἄμφω τὸν Αἴγισθον ἡ δὲ Κλυταιμήστρα ἤδη ἀνῄρηται καὶ ἐπ᾽ εὐνῆς τινος ἡμίγυμνος πρόκειται καὶ θεραπεία πᾶσα ἐκπεπληγμένοι τὸ ἔργον οἱ μὲν ὥσπερ βοῶσιν, οἱ δέ τινες ὅπῃ φύγωσι περιβλέπουσι. σεμνὸν δέ τι ὁ γραφεὺς ἐπενόησεν, τὸ μὲν ἀσεβὲς τῆς ἐπιχειρήσεως δείξας μόνον καὶ ὡς ἤδη πεπραγμένον παραδραμών, ἐμβραδύνοντας δὲ τοὺς νεανίσκους ἐργασάμενος τῷ τοῦ μοιχοῦ φόνῳ.
24 Mετὰ δὲ τοῦτο θεός ἐστιν εὔμορφος καὶ μειράκιον ὡραῖον, ἐρωτική τις παιδιά: ὁ Βράγχος ἐπὶ πέτρας καθεζόμενος ἀνέχει λαγὼν καὶ προσπαίζει τὸν κύνα, ὁ δὲ πηδησομένῳ ἔοικεν ἐπ᾽ αὐτὸν εἰς τὸ ὕψος, καὶ Ἀπόλλων παρεστὼς μειδιᾷ τερπόμενος ἀμφοῖν καὶ τῷ παιδὶ παίζοντι καὶ πειρωμένῳ τῷ κυνί.
25 ἐπὶ δὲ τούτοις ὁ Περσεὺς πάλιν τὰ πρὸ τοῦ κήτους ἐκεῖνα τολμῶν καὶ ἡ Μέδουσα τεμνομένη τὴν κεφαλὴν καὶ Ἀθηνᾶ σκέπουσα τὸν Περσέα: ὁ δὲ τὴν μὲν τόλμαν εἴργασται, τὸ δὲ ἔργον οὐχ ἑώρακεν, πλὴν ἐπὶ τῆς ἀσπίδος, τῆς Γοργόνος τὴν εἰκόνα: οἶδε γὰρ τὸ πρόστιμον τῆς ἀληθοῦς ὄψεως.
26 κατὰ δὲ τὸν μέσον τοῖχον ἄνω τῆς ἀντιθύρου. Ἀθηνᾶς ναὸς πεποίηται, ἡ θεὸς λίθου λευκοῦ, τὸ σχῆμα οὐ πολεμιστήριον, ἀλλ᾽ οἷον ἂν γένοιτο εἰρήνην ἀγούσης θεοῦ πολεμικῆς.
27 Eεἶτα μετὰ ταύτην ἄλλη Ἀθηνᾶ, οὐ λίθος αὕτη γε, ἀλλὰ γραφὴ πάλιν Ἥφαιστος αὐτὴν διώκει ἐρῶν, ἡ δὲ φεύγει, κἀκ. τῆς διώξεως Ἐριχθόνιος γίγνεται.
28 ταύτῃ ἕπεται παλαιά τις ἄλλη γραφή: Ὠρίων φέρει τὸν �
�ηδαλίωνα τυφλὸς ὤν, ὁ δ᾽ αὐτῷ σημαίνει τὴν πρὸς τὸ φῶς ὁδὸν ἐποχούμενος,
29 Kαὶ ὁ Ἥλιος φανεὶς ἰᾶται τὴν πήρωσιν, καὶ ὁ Ἥφαιστος Λημνόθεν ἐπισκοπεῖ τὸ ἔργον.
30 Ὀδυσσεὺς τὸ μετὰ τοῦτο δῆθεν μεμηνώς, ἅτε [] συστρατεύειν τοῖς Ἀτρείδαις μὴ θέλων πάρεισι δὲ οἱ πρέσβεις ἤδη καλοῦντες, καὶ τὰ μὲν τῆς ὑποκρίσεως πιθανὰ πάντα, ἡ ἀπήνη, τὸ τῶν ὑπεζευγμένων ἀσύμφωνον, ἡ ἄνοια τῶν δρωμένων: ἐλέγχεται δ᾽ ὅμως τῷ βρέφει: Παλαμήδης γὰρ ὁ τοῦ Ναυπλίου συνεὶς τὸ γιγνόμενον, ἁρπάσας τὸν Τηλέμαχον ἀπειλεῖ φονεύσειν πρόκωπον ἔχων τὸ ξίφος, καὶ πρὸς τὴν τῆς μανίας ὑπόκρισιν ὀργὴν καὶ οὗτος ἀνθυποκρίνεται. ὁ δὲ Ὀδυσσεὺς πρὸς τὸν φόβον τοῦτον σωφρονεῖ καὶ πατὴρ γίγνεται καὶ λύει τὴν ὑπόκρισιν.
31 ὑστάτη δὲ ἡ Μήδεια. γέγραπται τῷ ζήλῳ διακαής, τὼ παῖδε ὑποβλέπουσα καί τι δεινὸν ἐννοοῦσα: ἔχει γοῦν ἤδη τὸ ξίφος, τὼ δ᾽ ἀθλίω καθῆσθον γελῶντε, μηδὲν τῶν μελλόντων εἰδότε, καὶ ταῦτα ὁρῶντε τὸ ξίφος ἐν ταῖν χεροῖν.
Delphi Complete Works of Lucian Page 133