Delphi Complete Works of Lucian

Home > Other > Delphi Complete Works of Lucian > Page 149
Delphi Complete Works of Lucian Page 149

by Lucian Samosata


  πολλαὶ μορφαὶ τῶν δαιμονίων,

  πολλὰ δ᾽ ἀέλπτως κραίνουσι θεοί,

  καὶ τὰ δοκηθέντ᾽ οὐκ ἐτελέσθη:

  ἀπροσδόκητα γὰρ ὡς ἀληθῶς ἀπέβη καὶ ταῦτα. ἐκεῖνό γε μὴν μεμάθηκα ἤδη, ὡς οὐκ ἀσφαλὲς ἄπρακτον ὄντα συνεστιᾶσθαι τοιούτοις σοφοῖς.

  SOLOECISTA — Ψευδοσοφιστής ἢ Σολοικιστής

  Λυκῖνος

  Ἆρά γε ὁ γνῶναι τὸν σολοικίζοντα

  δεινὸς οὗτος καὶ φυλάξασθαι μὴ σολοικίσαι δυνατός;

  σολοικιστής

  Ἐμοὶ μὲν δοκεῖ.

  Λυκῖνος

  Ὁ δέ γε μὴ φυλάξασθαι οὐδὲ γνῶναι τὸν οὕτως ἔχοντα;

  σολοικιστής

  Ἀληθῆ λὲγεις.

  Λυκῖνος

  Σὺ δὲ αὐτὸς φὴς οὐ σολοικίζειν, ἢ πῶς λέγωμεν περὶ σοῦ;

  σολοικιστής

  Ἀπαίδευτος γὰρ ἂν εἴην, εἰ σολοικίζοιμι τηλικοῦτος ὤν.

  Λυκῖνος

  Οὐκοῦν καὶ ἕτερον φωρᾶσαι δυνήσῃ τοῦτο

  δρῶντα καὶ ἐλέγξαι τὸν ἀρνούμενον;

  σολοικιστής

  Παντάπασί γε.

  Λυκῖνος

  Ἴθι νῦν ἐμοῦ λαβοῦ σολοικίζοντος, ἄρτι δὲ σολοικιῶ.

  σολοικιστής

  Οὐκοῦν εἰπέ.

  Λυκῖνος

  Ἀλλ̓ ἔγωγε ἤδη τὸ δεινὸν εἴργασμαι, σὺ δὲ

  οὐκ ἐπέγνως.

  σολοικιστής

  Παίζεις ἔχων;

  Λυκῖνος

  Μὰ τοὺς θεούς: ἐπεὶ σολοικίσας ἔλαθόν σε

  ὡς οὐκ ἐπιστάμενού. αὖθις δὲ σκόπει: οὐ γάρ σέ φημι

  δύνασθαι κατανοῆσαι, ἐπεὶ ἃ μέν οἶσθ̓, ἃ δ̓ οὐκ οἶσθα.

  σολοικιστής

  Εἰπὲ μόνον.

  Λυκῖνος

  Ἀλλὰ καὶ νῦν σεσολοίκισταί μοι, σὺ δ̓ οὐκ ἔγνως.

  σολοικιστής

  Πῶς γάρ, σοῦ μηδὲν λέγοντος;

  Λυκῖνος

  Ἐγὼ μὲν λέγω καὶ σολοικίζω, σὺ δ̓ οὐχ ἕπῃ

  τοῦτο δρῶντι: ἐπεὶ ὄφελον καὶ νῦν ἀκολουθῆσαι δυνήσῃ.

  σολοικιστής [2] Θαυμαστὰ λέγεις, εἰ μὴ δυνήσομαι καταμαθεῖν σολοικισμόν.

  Λυκῖνος

  Καὶ πῶς ἂν δύναιο τὸν ἕνα μαθεῖν τοὺς τρεῖς ἀγνοήσας;

  σολοικιστής

  Τίνας τρεῖς;

  Λυκῖνος

  Ὅλους ἀρτιγενείους.

  σολοικιστής

  Ἐγὼ μέν σε παίζειν δοκῶ.

  Λυκῖνος

  Ἐγὼ δέ σε ἀγνοεῖν τὸν ἁμαρτάνοντα ἐν τοῖς

  λόγοις.

  σολοικιστής

  Καὶ πῶς ἄν τις μάθοι μηδενὸς εἰρημένου;

  Λυκῖνος

  Λέλεκται καὶ σεσολοίκισται τετραπλῇ, σὺ δ̓

  οὐκ ἔγνως. μέγα οὖν ἆθλον κατέπραξας ἄν, εἴπερ ἔγνως.

  σολοικιστής

  Οὐ μέγα μέν, ἀναγκαῖον δὲ τῷ ὁμολογήσαντι.

  Λυκῖνος

  Ἀλλ̓ οὐδὲ νῦν ἔγνως.

  σολοικιστής

  Πότε νῦν;

  Λυκῖνος

  Ὅτε τὸ ἆθλον ἔφην σε καταπρᾶξαι.

  σολοικιστής

  Οὐκ οἶδα ὅ τι λέγεις.

  26%2

  Λυκῖνος

  Ὀρθῶς ἔφης: οὐ γὰρ οἶσθα. καὶ προϊθί γε ἐς

  τὸ ἔμπροσθεν: οὐ γὰρ ἐθέλεις ἕπεσθαι, συνήσων ἄν,

  εἴπερ ἐθελήσειας.

  σολοικιστής [3] Ἀλλ̓ ἐγὼ βούλομαι: σὺ δ̓ οὐδὲν εἶπας ὧν

  ἄνθρωποι σολοικίζοντες λέγουσι.

  Λυκῖνος

  Τὸ γὰρ νῦν ῥηθὲν μικρόν τί σοι φαίνεται

  κακὸν εἶναι; ὅμως δὲ ἀκολούθησον αὖθις, ἐπεὶ οὐκ ἔμαθες ἐκδραμόντα.

  σολοικιστής

  Μὰ τοὺς θεοὺς οὐκ ἔγωγε.

  Λυκῖνος

  Ἀλλὰ μὴν μεθῆκα θεῖν λαγὼ ταχέως. ἆρα

  παρῇξεν; ἀλλὰ καὶ νῦν ἔξεστιν ἰδεῖν τὸν λαγώ: εἰ δὲ

  μή, πολλοὶ γενόμενοι λαγῲ λήσουσί σε ἐν σολοικισμῷ πεσόντες.

  σολοικιστής

  Οὐ λήσουσι.

  Λυκῖνος

  Καὶ μὴν ἔλαθόν γε.

  σολοικιστής

  Θαυμαστὰ λέγεις.

  Λυκῖνος

  Σὺ δὲ ὑπὸ τῆς ἄγαν παιδείας διέφθορας, ὥστε

  μηδ̓ αὐτὸ τοῦτο σολοικίζοντας κατανοῆσαι: οὐ γὰρ πρός2εστιν αὐτῷ τὸ τίνα.

  σολοικιστής [4] Ταῦτα μὲν οὐκ οἶδα πῶς λέγεις: ἐγὼ δὲ

  πολλοὺς ἤδη σολοικίζοντας κατενόησα.

  Λυκῖνος

  Κἀμὲ τοίνυν εἴσῃ τότε, ὅταν τι τῶν παιδίων

  γένῃ τῶν τὰς τίτθας θηλαζόντων. ἢ εἰ οὐ νῦν ἔγνως σολοικίζοντά

  με, οὐδὲ αὐξάνοντα παιδία σολοικισμὸν ποιήσει

  τῷ μηδὲν εἰδότι.

  σολοικιστής

  Ἀληθῆ λέγεις.

  Λυκῖνος

  Καὶ μὴν εἰ ταῦτα ἀγνοήσομεν, οὐδὲν γνωσόμεθα

  τῶν ἑαυτῶν, ἐπεὶ καὶ τόδε σολοικισθὲν ἀπέφυγέ

  σε. μὴ τοίνυν ἔτι λέγειν, ὡς ἱκανὸς εἶ κατιδεῖν τὸν σολοικίζοντα,

  καὶ αὐτὸς μὴ σολοικίζειν. [5] κἀγὼ μὲν οὕτως.

  Σωκράτης δὲ ὁ ἀπὸ Μόψου, ᾧ συνεγενόμην ἐν Αἰγύπτῳ,

  τὰ τοιαῦτα ἔλεγεν ἀνεπαχθῶς καὶ οὐκ ἤλεγχε τὸν ἁμαρτάνοντα.

  πρὸς μέντοι γε τὸν ἐρωτήσαντα πηνίκα ἔξεισι;

  Τίς γὰρ ἄν, ἔφη, ἀποκριθείη σοι περὶ τῆς τήμερον ὡς

  ἐξιών; ἑτέρου δὲ φήσαντος, Ἱκανὰ ἔχω τὰ πατρῷα, Πῶς

  φής; εἶπε: τέθνηκε γὰρ ὁ πατήρ σοι; ἄλλου δὲ αὖθις

  λέγοντος, Πατριώτης ἔστι μοι: Ἐλάνθανες ἄρα ἡμᾶς,

  ἔφη, βά
ρβαρος ὤν. ἄλλου δὲ εἰπόντος, Ὁ δεῖνά ἐστι μεθύσης,

  Μητρός, εἶπεν, ἢ πῶς λέγεις; ἑτέρου δὲ ἐκλελογχότας,

  Διπλασιάζεις, ἔφη, τοὺς ἐξειληχότας. εἰπόντος

  δέ τινος, Λῆμμα πάρεστιν αὐτῷ, διὰ τῶν δύο μ,

  Οὐκοῦν, ἔφη, λήψεται, εἰ λῆμμα αὐτῷ πάρεστιν. ἑτέρου

  δὲ εἰπόντος, Πρόσεισιν ὁ μεῖραξ οὑμὸς φίλος, Ἔπειτα,

  ἔφη, λοιδορεῖς φίλον ὄντα; πρὸς δὲ τὸν εἰπόντα, Δεδίττομαι

  τὸν ἄνδρα καὶ φεύγω, Σύ, ἔφη, καὶ ὅταν τινὰ εὐλαβηθῇς,

  διώξῃ. ἄλλου δὲ εἰπόντος, Τῶν φίλων ὁ κορυφαιότατος,

  Χάριέν γε, ἔφη, τὸ τῆς κορυφῆς ποιεῖν τι

  ἐπάνω. καὶ ἐξορμῶ δέ τινος εἰπόντος, Καὶ τίς ἐστιν, εἶπεν,

  ὃν ἐξορμᾷς; ἐξ ἐπιπολῆς δέ τινος εἰπόντος, Ἐκ τῆς

  ἐπιπολῆς εἶπεν, ὡς ἐκ τῆς πιθάκνης. λέγοντος δέ τινος

  Συνετάξατό μοι, Καὶ λόχον δέ, ἔφη, Ξενοφῶν εἶπε συνετάξατο.

  ἄλλου δὲ εἰπόντος, Περιέστην αὐτὸν ὥστε λαθεῖν,

  Θαυμαστόν, ἔφη, εἰ εἷς ὤν περιέστης τὸν ἕνα. ἑτέρου

  δὲ λέγοντος, Συνεκρίνετο αὐτῷ, Καὶ διεκρίνετο

  πάντως, εἶπεν. [6] εἰώθει δὲ καὶ πρὸς τοὺς σολοικίζοντας

  Ἀττικῶς παίζειν ἀνεπαχθῶς: πρὸς γοῦν τὸν εἰπόντα,

  Νῶϊ τοῦτο δοκεῖ, Σύ, ἔφη, καὶ νῶϊν ἐρεῖς ὡς ἁμαρτάνομεν.

  ἑτέρου δὲ σπουδῇ διηγουμένου τι τῶν ἐπιχωρίων

  καὶ εἰπόντος, Ἡ δὲ τῷ Ἡρακλεῖ μιχθεῖσα, Οὐκ ἄρα, ἔφη,

  ὁ Ἡρακλῆς ἐμίχθη αὐτῇ; καρῆναι δέ τινος εἰπόντος ὡς

  δέοιτο, Τί γάρ, ἔφη, σοὶ δεινὸν εἴργασται καὶ ἄξιον ἀτιμίας;

  καὶ ζυγομαχεῖν δέ τινος εἰπόντος, Πρὸς τὸν ἐχθρόν,

  εἶπε, ζυγομαχεῖς; ἑτέρου δὲ εἰπόντος βασανίζεσθαι τὸν

  παῖδα αὐτῷ νοσοῦντα, Ἐπὶ τῷ, ἔφη, ἢ τί βουλομένου

  τοῦ βασανίζοντος; προκόπτει δέ τινος εἰπόντος ἐν τοῖς

  μαθήμασιν, Ὁ δὲ Πλάτων, ἔφη, τοῦτο ἐπιδιδόναι καλεῖ.

  ἐρομένου δέ τινος εἰ μελετήσει ὁ δεῖνα, Πῶς οὖν, ἔφη,

  ἐμὲ ἐρωτῶν εἰ μελετήσομαι, λέγεις ὅτι ὁ δεῖνα; [7] ἀττικίζοντος

  δέ τινος καὶ τεθνήξει εἰπόντος ἐπὶ τοῦ τρίτου,

  Βέλτιον, ἔφη, καὶ ἐνταῦθα μὴ ἀττικίζειν καταρώμενον.

  καὶ πρὸς τὸν εἰπόντα δὲ στοχάζομαι αὐτοῦ ἐπὶ τοῦ φείδομαι

  αὐτοῦ, Μή τι, ἔφη, διήμαρτες βαλών; ἀφιστᾶν

  δέ τινος εἰπόντος καὶ ἑτέρου ἀφιστάνειν, Ἄμφω μέν, ἔφη,

  οὐκ οἶδα. πρὸς δὲ τὸν λέγοντα πλὴτ εἰ μή, Ταῦτα, ἔφη,

  διπλᾶ χαρίζῃ. καὶ χρᾶσθαι δέ τινος εἰπόντος, Ψευδαττικόν,

  κόν, ἔφη, τὸ ῥῆμα. τῷ δὲ λέγοντι ἔκτοτε, Καλόν, ἔφη,

  τὸ εἰπεῖν ἐκπέρυσι, ὁ γὰρ Πλάτων ἐς τότε λέγει. τῷ δὲ

  ἰδού ἐπὶ τοῦ ἰδέ χρωμένου τινός, Ἕτερα ἀνθ̓ ἑτέρων,

  ἔφη, σημαίνεις. ἀντιλαμβάνομαι δὲ ἐπὶ τοῦ συνίημι λέγοντός

  τινος, θαυμάζειν ἔφη πῶς ἀντιποιούμενος τοῦ

  λέγοντος φὴς μὴ ἀντιποιεῖσθαι. βράδιον δέ τινος εἰπόντος,

  Οὐκ ἔστιν, ἔφη, ὅμοιον τῷ τάχιον. βαρεῖν δέ τινος

  εἰπόντος, Οὐκ ἔστιν, ἔφη, τὸ βαρύνειν, ὡς νενόμικας.

  λέλογχα δὲ τὸ τὸ εἴληχα λέγοντος, Ὀλίγον, ἔφη, καὶ παῤ

  οἷς ἁμαρτάνεται. ἵπτασθαι δὲ ἐπὶ τοῦ πέτεσθαι πολλῶν

  λεγόντων, Ὅτι μὲν ἀπὸ τῆς πτήσεως τὸ ὄνομα, σαφῶς

  ἴσμεν. περιστερὸν δέ τινος εἰπόντος ὡς δὴ Ἀττικόν, Καὶ

  τὸν φάττον ἐροῦμεν, ἔφη. φακὸν δέ τινος εἰπόντος ἐδηδοκέναι,

  Καὶ πῶς ἄν, ἔφη, φακόν τις φάγοι; ταῦτα μὲν τὰ Σωκράτεια. [8] Ἐπανίωμεν δέ, εἰ δοκεῖ, ἐπὶ τὴν ἅμιλλαν τῶν

  προτέρων λόγων. κἀγὼ μὲν καλῶ τοὺς βελτίστους εἶναι

  ὅλους, σὺ δὲ γνώρισον: οἶμαι γάρ σε κἂν νῦν δυνήσεσθαι

  τοσούτων γε ἐπακούσαντα τῶν ἑξῆς λεγομένων.

  σολοικιστής

  Ἴσως μὲν οὐδὲ νῦν δυνήσομαί σου λέγοντος: ὅμως εἰπέ.

  Λυκῖνος

  Καὶ πῶς φὴς οὐ δυνήσεσθαι; ἡ γὰρ θύρα

  σχεδὸν ἀνέῳγέ σοι τῆς γνωρίσεως αὐτῶν.

  σολοικιστής

  Εἰπὲ τοίνυν.

  Λυκῖνος

  Ἀλλὰ εἶπον.

  σολοικιστής

  Οὐδέν γε, ὥστε ἐμὲ μαθεῖν.

  Λυκῖνος

  Οὐ γὰρ ἔμαθες τὸ ἀνέῳγεν;

  σολοικιστής

  Οὐκ ἔμαθον.

  Λυκῖνος

  Τί οὖν πεισόμεθα, εἰ μηδὲ νῦν ἀκολουθήσεις

  τοῖς λεγομένοις; καίτοι πρός γε τὰ κατ̓ ἀρχὰς ῥηθέντα

  ὑπὸ σοῦ ἐγὼ μὲν ᾤμην ἱππεῖς ἐς πεδίον καλεῖν. σὺ δὲ

  τοὺς ἱππεῖς κατενόησας; ἀλλὰ ἔοικας οὐ φροντίζειν τῶν

  λόγων, μάλιστα οὓς νῦν κατὰ σφᾶς αὐτοὺς διήλθομεν.

  σολοικιστής

  Ἐγὼ μὲν φροντίζω, σὺ δὲ ἀδήλως αὐτοὺς διεξέρχῃ.

  Λυκῖνος [9] Πάνυ γοῦν ἄδηλόν ἐστι τὸ κατὰ σφᾶς αὐτοὺς

  ἐφ̓ ἡμῶν λεγόμενον. ἀλλὰ τοῦτο μὲν δῆλον: σὲ δὲ

  οὐδεὶς ἂν θεῶν ἀγνοοῦντα παύσειε πλήν γε ὁ Ἀπόλλων.

  μαντεύεται γοῦν ἐκεῖνος πᾶσι τοῖς ἐρωτῶσι, σὺ δὲ οὐδὲ

  τὸν μαντευόμενον κατενόησας.

  σολοικιστής

  Μὰ τοὺς θεούς, οὐ γὰρ ἔμαθο�
�.

  Λυκῖνος

  Εἰ ἄρα καθ̓ εἷς λανθάνει σε περιιών;

  σολοικιστής

  Ἐοίκασί γε.

  Λυκῖνος

  Ὁ δὲ καθ̓ εἷς πῶς παρῆλθεν;

  σολοικιστής

  Οὐδὲ τοῦτο ἔμαθον.

  Λυκῖνος

  Οἶσθα δέ τινα μνηστευόμενον αὑτῷ γάμον;

  σολοικιστής

  Τί οὖν τοῦτο;

 

‹ Prev