Delphi Complete Works of Lucian

Home > Other > Delphi Complete Works of Lucian > Page 151
Delphi Complete Works of Lucian Page 151

by Lucian Samosata


  Ἑρμῆς

  ἰδού σοι, ὦ πορθμεῦ, τὸν ἀριθμὸν οὗτοι τριακόσιοι μετὰ τῶν ἐκτιθεμένων.

  Χάρων

  βαβαὶ τῆς εὐαγρίας. ὀμφακίας ἡμῖν νεκροὺς ἥκεις ἄγων.

  Ἑρμῆς

  βούλει, ὦ Κλωθοῖ, τοὺς ἀκλαύστους ἐπὶ τούτοις ἐμβιβασώμεθα;

  Κλωθώ

  τοὺς γέροντας λέγεις; οὕτω ποίει. τί γάρ με δεῖ πράγματα ἔχειν τὰ πρὸ Εὐκλείδου νῦν ἐξετάζουσαν; οἱ ὑπὲρ ἑξήκοντα ὑμεῖς πάριτε ἤδη. τί τοῦτο; οὐκ ἐπακούουσί μου βεβυσμένοι τὰ ὦτα ὑπὸ τῶν ἐτῶν. δεήσει τάχα καὶ τούτους ἀράμενον παραγαγεῖν.

  Ἑρμῆς

  ἰδοὺ πάλιν οὗτοι δυεῖν δέοντες τετρακόσιοι, τακεροὶ πάντες καὶ πέπειροι καὶ καθ᾽ ὥραν τετρυγημένοι.

  Χάρων

  νὴ Δί᾽, ἐπεὶ ἀσταφίδες γε πάντες ἤδη εἰσί.

  Κλωθώ[6] τοὺς τραυματίας ἐπὶ τούτοις, ὦ Ἑρμῆ, παράγαγε: καὶ πρῶτόν μοι εἴπατε ὅπως ἀποθανόντες ἥκετε: μᾶλλον δὲ αὐτὴ πρὸς τὰ γεγραμμένα ὑμᾶς ἐπισκέψομαι. πολεμοῦντας ἀποθανεῖν ἔδει χθὲς ἐν Μηδίᾳ τέτταρας ἐπὶ τοῖς ὀγδοήκοντα καὶ τὸν Ὀξυάρτου υἱὸν μετ᾽ αὐτῶν Γωβάρην.

  Ἑρμῆς

  πάρεισι

  Κλωθώ

  δι᾽ ἔρωτα αὑτοὺς ἀπέσφαξαν ἑπτά, καὶ ὁ φιλόσοφος Θεαγένης διὰ τὴν ἑταίραν τὴν Μεγαρόθεν.

  Ἑρμῆς

  οὑτοιὶ πλησίον.

  Κλωθώ

  ποῦ δ᾽ οἱ περὶ τῆς βασιλείας ὑπ᾽ ἀλλήλων ἀποθανόντες;

  Ἑρμῆς

  Παρεστᾶσιν.

  Κλωθώ

  ὁ δ᾽ ὑπὸ τοῦ μοιχοῦ καὶ τῆς γυναικὸς φονευθείς;

  Ἑρμῆς

  ἰδού σοι πλησίον.

  Κλωθώ

  τοὺς ἐκ δικαστηρίων δῆτα παράγαγε, λέγω δὲ τοὺς ἐκ τυμπάνου καὶ τοὺς ἀνεσκολοπισμένους. οἱ δ᾽ ὑπὸ λῃστῶν ἀποθανόντες ἑκκαίδεκα ποῦ εἰσιν, ὦ Ἑρμῆ;

  Ἑρμῆς

  πάρεισιν οἵδε οἱ τραυματίαι οὓς ὁρᾷς. τὰς δὲ γυναῖκας ἅμα βούλει παραγάγω;

  Κλωθώ

  μάλιστα, καὶ τοὺς ἀπὸ ναυαγίων γε ἅμα: καὶ γὰρ τεθνᾶσι τὸν ὅμοιον τρόπον. καὶ τοὺς ἀπὸ τοῦ πυρετοῦ δέ, καὶ τούτους ἅμα, καὶ τὸν ἰατρὸν[7] μετ᾽ αὐτῶν Ἀγαθοκλέα. ποῦ δ᾽ ὁ φιλόσοφος Κυνίσκος, ὃν ἔδει τῆς Ἑκάτης τὸ δεῖπνον φαγόντα καὶ τὰ ἐκ τῶν καθαρσίων ᾠὰ καὶ πρὸς τούτοις γε σηπίαν ὠμὴν ἀποθανεῖν;

  Κυνίσκος

  πάλαι σοι παρέστηκα, ὦ βελτίστη Κλωθοῖ. τι δέ με ἀδικήσαντα τοσοῦτον εἴας ἄνω τὸν χρόνον; σχεδὸν γὰρ ὅλον μοι τὸν ἄτρακτον ἐπέκλωσας. καίτοι πολλάκις ἐπειράθην τὸ νῆμα διακόψας ἐλθεῖν, ἀλλ᾽ οὐκ οἶδ᾽ ὅπως ἄρρηκτον ἦν.

  Κλωθώ

  ἔφορόν σε καὶ ἰατρὸν εἶναι τῶν ἀνθρωπίνων ἁμαρτημάτων ἀπελίμπανον. ἀλλὰ ἔμβαινε ἀγαθῇ τύχῃ.

  Κυνίσκος

  μὰ Δί᾽, ἢν μὴ πρότερόν γε τουτονὶ τὸν δεδεμένον ἐμβιβασώμεθα: δέδια γὰρ μή σε παραπείσῃ δεόμενος.

  Κλωθώ[8] φέρ᾽ ἴδω τίς ἐστι.

  Κυνίσκος

  ^ Μεγαπένθης ὁ Λακύδου, τύραννος.

  Κλωθώ

  Ἐπίβαινε σύ.

  Μεγαπένθης

  μηδαμῶς, ὦ δέσποινα Κλωθοῖ, ἀλλά με πρὸς ὀλίγον ἔασον ἀνελθεῖν. εἶτά σοι αὐτόματος ἥξω καλοῦντος μηδενός.

  Κλωθώ

  τί δὲ ἔστιν οὗ χάριν ἀφικέσθαι θέλεις;

  Μεγαπένθης

  τὴν οἰκίαν ἐκτελέσαι μοι πρότερον ἐπίτρεψον ἡμιτελὴς γὰρ ὁ δόμος καταλέλειπται.

  Κλωθώ

  ληρεῖς: ἀλλὰ ἔμβαινε.

  Μεγαπένθης

  οὐ πολὺν χρόνον, ὦ Μοῖρα, αἰτῶ: μίαν με ἔασον μεῖναι τήνδε ἡμέραν, ἄχρι ἄν τι ἐπισκήψω τῇ γυναικὶ περὶ τῶν χρημάτων, ἔνθα τὸν μέγαν εἶχον θησαυρὸν κατορωρυγμένον.

  Κλωθώ

  ἄραρεν οὐκ ἂν τύχοις.

  Μεγαπένθης

  ἀπολεῖται οὖν χρυσὸς τοσοῦτος;

  Κλωθώ

  οὐκ ἀπολεῖται. θάρρει τούτου γε ἕνεκα: Μεγακλῆς γὰρ αὐτὸν ὁ σὸς ἀνεψιὸς παραλήψεται.

  Μεγαπένθης

  ὢ τῆς ὕβρεως. ὁ ἐχθρός, ὃν ὑπὸ ῥᾳθυμίας ἔγωγε οὐ προαπέκτεινα;

  Κλωθώ

  ἐκεῖνος αὐτός: καὶ ἐπιβιώσεταί σοι ἔτη τετταράκοντα καὶ μικρόν τι πρός, τὰς παλλακίδας καὶ τὴν ἐσθῆτα καὶ τὸν χρυσὸν ὅλον σου παραλαβών.

  Μεγαπένθης

  ἀδικεῖς, ὦ Κλωθοῖ, τἀμὰ τοῖς πολεμιωτάτοις διανέμουσα.

  Κλωθώ

  σὺ γὰρ οὐχὶ Κυδιμάχου αὐτὰ ὄντα, ὦ γενναιότατε, παρειλήφεις ἀποκτείνας τε αὐτὸν καὶ τὰ παιδία ἔτι ἐμπνέοντι ἐπισφάξας;

  Μεγαπένθης

  ἀλλὰ νῦν ἐμὰ ἦν.

  Κλωθώ

  οὐκοῦν ἐξήκει σοι ὁ χρόνος ἤδη τῆς κτήσεως,

  Μεγαπένθης[9] ἄκουσον, ὦ Κλωθοῖ, ἅ σοι ἰδίᾳ μηδενὸς ἀκούοντος εἰπεῖν βούλομαι: ὑμεῖς δὲ ἀπόστητε πρὸς ὀλίγον. ἄν με ἀφῇς ἀποδρᾶναι, χίλιά σοι τάλαντα χρυσίου ἐπισήμου δώσειν ὑπισχνοῦμαι τήμερον.

  Κλωθώ

  ἔτι γὰρ χρυσόν, ὦ γελοῖε, καὶ τάλαντα διὰ μνήμης ἔχεις;

  Μεγαπένθης

  καὶ τοὺς δύο δὲ κρατῆρας, εἰ βούλει, προσθήσω οὓς ἔλαβον ἀποκτείνας Κλεόκριτον, ἕλκοντας ἑκάτερον χρυσοῦ ἀπέφθου τάλαντα ἑκατόν.

  Κλωθώ

  ἕλκετε αὐτόν ἔοικε γὰρ οὐκ ἐπεμβήσεσθαι ἡμῖν ἑκών.

  Μεγαπένθης

  μαρτύρομαι ὑμᾶς, ἀτελὲς μένει τὸ τεῖχος καὶ τὰ νεώρια: ἐξετέλεσα γ�
�ρ ἂν αὐτὰ ἐπιβιοὺς πέντε μόνας ἡμέρας.

  Κλωθώ

  Ἀμέλησον ἄλλος τειχιεῖ.

  Μεγαπένθης

  καὶ μὴν τοῦτό γε πάντως εὔγνωμον αἰτῶ.

  Κλωθώ

  τὸ ποῖον;

  Μεγαπένθης

  εἰς τοσοῦτον ἐπιβιῶναι, μέχρι ἂν ὑπαγάγωμαι Πισίδας ^ καὶ Λυδοῖς ἐπιθῶ τοὺς φόρους καὶ μνῆμα ἑαυτῷ παμμέγεθες ἀναστήσας ἐπιγράψω ὁπόσα ἔπραξα μεγάλα καὶ στρατηγικὰ παρὰ τὸν βίον.

  Κλωθώ

  οὗτος, οὐκέτι μίαν ἡμέραν ταύτην αἰτεῖς, ἀλλὰ σχεδὸν εἴκοσιν ἐτῶν διατριβήν.

  Μεγαπένθης[10] καὶ μὴν ἐγγυητὰς ὑμῖν ἕτοιμος παρασχέσθαι τοῦ τάχους καὶ τῆς ἐπανόδου. εἰ βούλεσθε δέ, καὶ ἄντανδρον ὑμῖν ἀντ᾽ ἐμαυτοῦ παραδώσω τὸν ἀγαπητόν.

  Κλωθώ

  ὦ μιαρέ, ὃν ηὔχου πολλάκις ὑπὲρ γῆς καταλιπεῖν;

  Μεγαπένθης

  πάλαι ταῦτα ηὐχόμην νυνὶ δὲ ὁρῶ τὸ βέλτιον.

  Κλωθώ

  ἥξει κἀκεῖνός σοι μετ᾽ ὀλίγον ὑπὸ τοῦ νεωστὶ βασιλεύοντος ἀνῃρημένος.

  Μεγαπένθης[11] οὐκοῦν ἀλλὰ τοῦτό γε μὴ ἀντείπῃς ὦ Μοῖρά μοι.

  Κλωθώ

  τὸ ποῖον;

  Μεγαπένθης

  εἰδέναι βούλομαι τὰ μετ᾽ ἐμὲ ὅντινα ἕξει τὸν τρόπον.

  Κλωθώ

  ἄκουε: μᾶλλον γὰρ ἀνιάσῃ μαθών. τὴν μὲν γυναῖκα Μίδας ὁ δοῦλος ἕξει, καὶ πάλαι δὲ αὐτὴν ἐμοίχευεν.

  Μεγαπένθης

  ὁ κατάρατος, ὃν ἐγὼ πειθόμενος αὐτῇ ἀφῆκα ἐλεύθερον;

  Κλωθώ

  ἡ θυγάτηρ δέ σοι ταῖς παλλακίσι τοῦ νυνὶ τυραννοῦντος ἐγκαταλεγήσεται: αἱ εἰκόνες δὲ καὶ ἀνδριάντες οὓς ἡ πόλις ἀνέστησέ σοι πάλαι πάντες ἀνατετραμμένοι γέλωτα παρέξουσι τοῖς θεωμένοις.

  Μεγαπένθης

  εἰπέ μοι, τῶν φίλων δὲ οὐδεὶς ἀγανακτήσει τοῖς δρωμένοις;

  Κλωθώ

  τίς γὰρ ἦν σοι φίλος; ἢ ἐκ τίνος αἰτίας γενόμενος; ἀγνοεῖς ὅτι πάντες οἱ καὶ προσκυνοῦντες . καὶ τῶν λεγομένων καὶ πραττομένων ἕκαστα ἐπαινοῦντες ἢ φόβῳ ἢ ἐλπίσι ταῦτα ἔδρων, τῆς ἀρχῆς ὄντες φίλοι καὶ πρὸς τὸν καιρὸν ἀποβλέποντες;

  Μεγαπένθης

  καὶ μὴν σπένδοντες ἐν τοῖς συμποσίοις μεγάλῃ τῇ φωνῇ ἐπηύχοντό μοι πολλὰ καὶ ἀγαθά, προαποθανεῖν ἕκαστος αὐτῶν ἕτοιμος, εἰ οἷόν τε εἶναι: καὶ ὅλως, ὅρκος αὐτοῖς ἦν ἐγώ.

  Κλωθώ

  τοιγαροῦν παρ᾽ ἑνὶ αὐτῶν χθὲς δειπνήσας ἀπέθανες: τὸ γὰρ τελευταῖόν σοι πιεῖν ἐνεχθὲν ἐκεῖνο δευρὶ κατέπεμψέ σε.

  Μεγαπένθης

  τοῦτ᾽ ἄρα πικροῦ τινος ᾐσθόμην τί βουλόμενος δὲ ταῦτα ἔπραξε;

  Κλωθώ

  . πολλά με ἀνακρίνεις, ἐμβῆναι δέον,

  Μεγαπένθης[12] ἕν με πνίγει μάλιστα, ὦ Κλωθοῖ, δι᾽ ὅπερ ἐπόθουν κἂν πρὸς ὀλίγον ἐς τὸ φῶς ἀνακῦψαι πάλιν.

  Κλωθώ

  τι δὲ τοῦτό ἐστιν; ἔοικε γάρ τι παμμέγεθες εἶναι.

  Μεγαπένθης

  Καρίων ὁ ἐμὸς οἰκέτης ἐπεὶ τάχιστά με ἀποθανόντα εἶδε, περὶ δείλην ὀψίαν ἀνελθὼν εἰς τὸ οἴκημα ἔνθα ἐκείμην, σχολῆς οὔσης — οὐδεὶς γὰρ οὐδὲ ἐφύλαττέ με — Γλυκέριον τὴν παλλάκιδα μου — καὶ πάλαι δέ, οἶμαι, κεκοινωνήκεσαν — παραγαγὼν ἐπισπασάμενος τὴν θύραν ἐσπόδει καθάπερ οὐδενὸς ἔνδον παρόντος: εἶτ᾽ ἐπειδὴ ἅλις εἶχε τῆς ἐπιθυμίας, ἀποβλέψας εἰς ἐμέ, ‘σύ μέντοι,’ φησίν, ‘ὦ μιαρὸν ἀνθρώπιον, πληγάς μοι πολλάκις οὐδὲν ἀδικοῦντι ἐνέτεινας:’ καὶ ταῦθ᾽ ἅμα λέγων παρέτιλλὲ τέ με καὶ κατὰ κόρρης ἔπαιε, τέλος δὲ πλατὺ χρεμψάμενος καταπτύσας μου καί, ‘ εἰς τὸν Ἀσεβῶν χῶρον ἄπιθι,’ ἐπειπὼν ᾤχετο: ἐγὼ δὲ ἐνεπιμπράμην μέν, οὐκ εἶχον δὲ ὅμως ὅ τι καὶ δράσαιμι αὐτὸν αὖος ἤδη καὶ ψυχρὸς ὤν. καὶ ἡ μιαρὰ δὲ παιδίσκη ἐπεὶ ψόφου προσιόντων τινῶν ᾔσθετο, σιέλῳ χρίσασα τοὺς ὀφθαλμοὺς ὡς δακρύσασα ἐπ᾽ ἐμοί, κωκύουσα καὶ τοὔνομα ἐπικαλουμένη ἀπηλλάττετο. ὧν εἰ λαβοίμην —

  Κλωθώ[13] παῦσαι ἀπειλῶν, ἀλλὰ ἔμβηθι: καιρὸς ἤδη σε ἀπαντᾶν ἐπὶ τὸ δικαστήριον.

  Μεγαπένθης

  καὶ τίς ἀξιώσει κατ᾽ ἀνδρὸς τυράννου ψῆφον λαβεῖν;

  Κλωθώ

  κατὰ τυραννοῦ μὲν οὐδείς, κατὰ νεκροῦ δὲ ὁ Ῥαδάμανθυς, ὃν αὐτίκα ὄψει μάλα δίκαιον καὶ κατ᾽ ἀξίαν ἐπιτιθέντα ἑκάστῳ τὴν δίκην τὸ δὲ νῦν ἔχον μὴ διάτριβε.

  Μεγαπένθης

  κἂν ἰδιώτην με ποίησον, ὦ Μοῖρα, τῶν πενήτων ἕνα, κἂν δοῦλον ἀντὶ τοῦ πάλαι βασιλέως: ἀναβιῶναί με ἔασον μόνον.

  Κλωθώ

  ποῦ ‘ στιν ὁ τὸ ξύλον; καὶ σὺ δέ, ὦ Ἑρμῆ, σύρατ᾽ αὐτὸν εἴσω τοῦ ποδός: οὐ γὰρ ἂν ἐμβαίη ἑκών.

  Ἑρμῆς

  ἕπου νῦν, δραπέτα: δέχου τοῦτον σύ, πορθμεῦ, καὶ τὸ δεῖνα,^ ὅπως ἀσφαλῶς —

  Χάρων

  ἀμέλει, πρὸς τὸν ἱστὸν δεδήσεται.

  Μεγαπένθης

  καὶ μὴν ἐν τῇ προεδρίᾳ καθέζεσθαί με δεῖ.

  Κλωθώ

  ὅτι τί;

  Μεγαπένθης

  ὅτι, νὴ Δία, τύραννος ἦν καὶ δορυφόρους εἶχον μυρίους.

  Κυνίσκος

  εἶτ᾽ οὐ δικαίως σε παρέτιλλεν ὁ Καρίων οὑτωσὶ σκαιὸν ὄντα; πικρὰν δ᾽ οὖν τὴν τυραννίδα ἕξεις γευσάμενος τοῦ ξύλου.

  Μεγαπένθης

  τολμήσει γὰρ Κυνίσκος ἐπανατείνασθαί μοι τὸ βάκτρο�
�; οὐκ ἐγώ σε πρῴην, ὅτι ἐλεύθερος ἄγαν καὶ τραχὺς ἦσθα καὶ ἐπιτιμητικός, μικροῦ δεῖν προσεπαττάλευσα;

  Κυνίσκος

  τοιγαροῦν μενεῖς καὶ σὺ τῷ ἱστῷ προσπεπατταλευμένος.

  Μίκυλλος[14] εἰπέ μοι, ὦ Κλωθοῖ, ἐμοῦ δὲ οὐδεὶς ὑμῖν λόγος; ἢ διότι πένης εἰμί, διὰ τοῦτο καὶ τελευταῖον ἐμβῆναί με δεῖ;

  Κλωθώ

  σὺ δὲ τίς εἶ;

  Μίκυλλος

  ὁ σκυτοτόμος Μίκυλλος.

  Κλωθώ

  εἶτα ἄχθῃ βραδύνων; οὐχ ὁρᾷς ὁπόσα ὁ τύραννος ὑπισχνεῖται δώσειν ἀφεθεὶς πρὸς ὀλίγον; θαῦμα γοῦν ἔχει με, εἰ μὴ ἀγαπητὴ καὶ σοὶ ἡ διατριβή.

  Μίκυλλος

 

‹ Prev