Delphi Complete Works of Lucian

Home > Other > Delphi Complete Works of Lucian > Page 197
Delphi Complete Works of Lucian Page 197

by Lucian Samosata


  [25] ὁ Κλεόδημος δέ, ‘οὐ καινά,’ εἶπεν, ‘οὐδὲ ἄλλοις ἀόρατα ταῦτα εἶδες, ἐπεὶ καὶ αὐτὸς οὐ πρὸ πολλοῦ νοσήσας τοιόνδε τι ἐθεασάμην ἐπεσκόπει δέ με καὶ ἐθεράπευεν Ἀντίγονος οὗτος. ἑβδόμη μὲν ἦν ἡμέρα, ὁ δὲ πυρετὸς οἷος καῦσος σφοδρότατος. ἅπαντες δέ με ἀπολιπόντες ἐπ᾽ ἐρημίας ἐπικλεισάμενοι τὰς θύρας ἔξω περιέμενον οὕτω γὰρ αὐτὸς ἐκέλευσας, ὦ Ἀντίγονε, εἴ πως δυνηθείην εἰς ὕπνον τραπέσθαι. τότε οὖν ἐφίσταταί μοι νεανίας ἐγρηγορότι πάγκαλος λευκὸν ἱμάτιον περιβεβλημένος, εἶτα ἀναστήσας ἄγει διά τινος χάσματος εἰς τὸν Ἃιδην, ὡς αὐτίκα ἐγνώρισα Τάνταλον ἰδὼν καὶ Τιτυὸν καὶ Σίσυφον. καὶ τά μὲν ἄλλα τί ἂν ὑμῖν λέγοιμι; ἐπεὶ δὲ κατὰ τὸ δικαστήριον ἐγενόμην — παρῆν δὲ καὶ ὁ Αἰακὸς καὶ ὁ Χάρων καὶ αἱ Μοῖραι καὶ αἱ Ἐρινύες — ὁ μέν τις ὥσπερ βασιλεὺς ὁ Πλούτων,^ μοι δοκεῖ καθῆστο ἐπιλεγόμενος τῶν τεθνηξομένων τὰ ὀνόματα, οὓς ἤδη ὑπερημέρους τῆς ζωῆς συνέβαινεν εἶναι. ὁ δὲ νεανίσκος ἐμὲ φέρων παρέστησεν αὐτῷ: ὁ δὲ Πλούτων ἠγανάκτησέν τε καὶ πρὸς τὸν ἀγαγόντα με, ‘ ‘ οὔπω πεπλήρωται,’’ φησίν, ‘ ‘τὸ νῆμα αὐτῷ, ὥστε ἀπίτω. σὺ δὲ δὴ τὸν χαλκέα Δημύλον ἄγε: ὑπὲρ γὰρ τὸν ἄτρακτον βιοῖ.’’ κἀγὼ ἄσμενος ἀναδραμὼν αὐτὸς μὲν ἤδη ἀπύρετος ἦν, ἀπήγγελλον δὲ ἅπασιν ὡς τεθνήξεται Δημύλος: ἐν γειτόνων δὲ ἡμῖν ᾤκει νοσῶν τι καὶ αὐτός, ὡς ἀπηγγέλλετο. καὶ μετὰ μικρὸν ἠκούομεν οἰμωγῆς ὀδυρομένων ἐπ᾽ αὐτῷ.’ ‘‘‘

  [26] τί θαυμαστόν;’ εἶπεν ὁ Ἀντίγονος: ‘ ἐγὼ γὰρ οἶδά τινα μετὰ εἰκοστὴν ἡμέραν ἧς ἐτάφη ἀναστάντα, θεραπεύσας καὶ πρὸ τοῦ θανάτου καὶ ἐπεὶ ἀνέστη τὸν ἄνθρωπον.’ ‘ καὶ πῶς,’ ἦν δ᾽ ἐγώ, ‘ἐν εἴκοσιν ἡμέραις οὔτ᾽ ἐμύδησεν τὸ σῶμα οὔτε ἄλλως ὑπὸ λιμοῦ διεφθάρη; εἰ μή τινα Ἐπιμενίδην σύ γε ἐθεράπευες.’ ‘‘

  [27] ἅμα ταῦτα λεγόντων ἡμῶν ἐπεισῆλθον οἱ τοῦ Εὐκράτους υἱοὶ ἐκ τῆς παλαίστρας, ὁ μὲν ἤδη ἐξ ἐφήβων, ὁ δὲ ἕτερος ἀμφὶ τὰ πεντεκαίδεκα ἔτη, καὶ ἀσπασάμενοι ἡμᾶς ἐκαθέζοντο ἐπὶ τῆς κλίνης παρὰ τῷ πατρί: ἐμοὶ δὲ εἰσεκομίσθη θρόνος. καὶ ὁ Εὐκράτης ὥσπερ ἀναμνησθεὶς πρὸς τὴν ὄψιν τῶν υἱέων, ‘οὕτως ὀναίμην,’ ἔφη, ‘ τούτων—’ ἐπιβαλὼν αὐτοῖν τὴν χεῖρα—’ ἀληθῆ, ὦ Τυχιάδη, πρός σε ἐρῶ. τὴν μακαρῖτίν μου γυναῖκα τὴν τούτων μητέρα πάντες ἴσασιν ὅπως ἠγάπησα, ἐδήλωσα δὲ οἷς περὶ αὐτὴν ἔπραξα οὐ ζῶσαν μόνον, ἀλλὰ καὶ ἐπεὶ ἀπέθανεν, τόν τε κόσμον ἅπαντα συγκατακαύσας καὶ τὴν ἐσθῆτα ᾗ ζῶσα ἔχαιρεν. ἑβδόμῃ δὲ μετὰ τὴν τελευτὴν ἡμέρᾳ ἐγὼ μὲν ἐνταῦθα ἐπὶ τῆς κλίνης ὥσπερ νῦν ἐκείμην παραμυθούμενος τὸ πένθος: ἀνεγίγνωσκον γὰρ τὸ περὶ ψυχῆς τοῦ Πλάτωνος βιβλίον ἐφ᾽ ἡσυχίας: ἐπεισέρχεται δὲ μεταξὺ ἡ Δημαινέτη αὐτὴ ἐκείνη καὶ καθίζεται πλησίον ὥσπερ νῦν Εὐκρατίδης οὑτοσί,’ δείξας τὸν νεώτερον τῶν υἱέων ὁ δὲ αὐτίκα ἔφριξε μάλα παιδικῶς, καὶ πάλαι ἤδη ὠχρὸς ὢν ^ πρὸς τὴν διήγησιν. ‘ἐγὼ δέ,’ ἦ δ᾽ ὃς ὁ Εὐκράτης, ‘ὡς εἶδον, περιπλακεὶς αὐτῇ ἐδάκρυον ἀνακωκύσας: ἡ δὲ οὐκ εἴα βοᾶν, ἀλλ᾽ ᾐτιᾶτό με ὅτι τὰ ἄλλα πάντα ^ χαρισάμενος αὐτῇ θάτερον τοῖν σανδάλοιν χρυσοῖν ὄντοιν οὐ κατακαύσαιμι, εἶναι δὲ αὐτὸ ἔφασκεν ὑπὸ τῇ κιβωτῷ παραπεσόν. καὶ διὰ τοῦτο ἡμεῖς οὐχ εὑρόντες θάτερον μόνον ἐκαύσαμεν. ἔτι δὲ ἡμῶν διαλεγομένων κατάρατόν τι κυνίδιον ὑπὸ τῇ κλίνῃ ὂν Μελιταῖον ὑλάκτησεν, ἡ δὲ ἠφανίσθη πρὸς τὴν ὑλακήν. τό μέντοι σανδάλιον εὑρέθη ὑπὸ τῇ κιβωτῷ καὶ κατεκαύθη ὕστερον. ‘‘ ‘‘

  [28] ‘ἔτι ἀπιστεῖν τούτοις, ὦ Τυχιάδη, ἄξιον ἐναργέσιν οὖσιν καὶ κατὰ τὴν ἡμέραν ἑκάστην φαονομένοις;’ ‘μὰ Δί᾽,’ ἦν δ᾽ ἐγώ: ‘ ἐπεὶ σανδάλῳ γε χρυσῷ εἰς τὰς πυγὰς ὥσπερ τὰ παιδία παίεσθαι ἄξιοι ἂν εἶεν οἱ ἀπιστοῦντες καὶ οὕτως ἀναισχυντοῦντες πρὸς τὴν ἀλήθειαν.’ ‘‘ ‘‘

  [29] ἐπὶ τούτοις ὁ Πυθαγορικὸς Ἀρίγνωτος εἰσῆλθεν, ὁ κομήτης, ὁ σεμνὸς ἀπὸ τοῦ προσώπου, οἶσθα τὸν ἀοίδιμον ἐπὶ τῇ σοφίᾳ, τὸν ἱερὸν ἐπονομαζόμενον. κἀγὼ μὲν ὡς εἶδον αὐτὸν ἀνέπνευσα, τοῦτ᾽ ἐκεῖνο ἥκειν μοι νομίσας πέλεκύν τινα κατὰ τῶν ψευσμάτων. ‘ἐπιστομιεῖ γὰρ αὐτούς,’ ἔλεγον, ‘ὁ σοφὸς ἀνὴρ οὕτω τεράστια διεξιόντας.’ καὶ τὸ τοῦ λόγου, θεὸν ἀπὸ μηχανῆς ἐπεισκυκληθῆναί μοι τοῦτον ᾤμην ὑπὸ τῆς Τύχης: ὁ δὲ ἐπεὶ ἐκαθέζετο ὑπεκστάντος αὐτῷ τοῦ Κλεοδήμου, πρῶτα μὲν περὶ τῆς νόσου ἤρετο, καὶ ὡς ῥᾷον ἤδη ἔχειν ἤκουσεν παρὰ τοῦ Εὐκράτους, ‘τί δέ,’ ἔφη, ‘ πρὸς αὑτοὺς ^ ἐφιλοσοφεῖτε; μεταξὺ γὰρ εἰσιών ἐπήκουσα, καί μοι ἐδοκεῖτε ^ εἰς καλόν διατεθήσεσθαι ^ τήν διατριβήν.’ ‘τί δ᾽ ἄλλο,’ εἶπεν ὁ Εὐκράτης, ‘ἢ τουτονὶ τόν ἀδαμάντινον πείθομεν’ — δείξας ἐμὲ—’ ἡγεῖσθαι δαίμονάς τινας εἶναι καὶ φάσματα καὶ νεκρῶν ψυχάς περιπολεῖν ὑπέρ γῆς καὶ φαίνεσθαι οἷς ἄν ἐθέλωσιν.’ ἐγὼ μέν οὖν ἠρυθρίασα καὶ κάτω ἔνευσα αἰδεσθείς τόν Ἀρίγνωτον. ὁ δέ, ‘ ὅρα,’ ἔφη, ‘ὦ Εὔκρατες, μὴ τοῦτό φησιν Τυχιάδης, τάς τῶν βιαίως ἀποθανόντων μόνας ψυχάς περινοστεῖν, οἷον εἴ τις ἀπήγξατο ἢ ἀπετμήθη τήν κεφαλήν ἢ ἀνεσκολοπίσθη ἢ ἄλλῳ γέ τῳ τρόπῳ τοιούτῳ ἀπῆλθεν ἐκ τοῦ βίου, τάς δέ τῶν κατά μοῖραν ἀποθανόντων οὐκέτι: ἤν γάρ τοῦ�
�ο λέγῃ, οὐ πάνυ ἀπόβλητα φήσει.’ ‘μὰ Δί᾽,’ ἦ δ᾽ ὃς ὁ Δεινόμαχος, ‘ ἀλλ᾽ οὐδὲ ὅλως εἶναι τὰ τοιαῦτα οὐδὲ συνεστῶτα ὁρᾶσθαι οἴεται.’ ‘ ‘‘

  [30] πῶς λέγεις,’ ἦ δ᾽ ὃς ὁ Ἀρίγνωτος, δριμὺ ἀπιδὼν εἰς ἐμέ, ‘οὐδέν σοι τούτων γίγνεσθαι δοκεῖ, καὶ ταῦτα πάντων, ὡς εἰπεῖν, ὁρώντων;’ ‘Ἀπολόγησαι,’ ^ ἦν δ᾽ ἐγώ, ‘ ὑπὲρ ἐμοῦ, εἰ μὴ πιστεύω, διότι μηδὲ ὁρῶ μόνος τῶν ἄλλων εἰ δὲ ἑώρων, καὶ ἐπίστευον ἂν δηλαδὴ ὥσπερ ὑμεῖς.’ ‘ ἀλλά,’ ἦ δ᾽ ὅς, ‘ἤν ποτε εἰς Κόρινθον ἔλθῃς, ἐροῦ ἔνθα ἐστὶν ἡ Εὐβατίδου οἰκία, καὶ ἐπειδάν σοι δειχθῇ παρὰ τὸ Κράνειον, παρελθὼν εἰς αὐτὴν λέγε πρὸς τὸν θυρωρὸν Τίβειον ὡς ἐθέλοις ἰδεῖν ὅθεν τὸν δαίμονα ὁ Πυθαγορικὸς Ἀρίγνωτος ἀνορύξας ἀπήλασε καὶ πρὸς τὸ λοιπὸν οἰκεῖσθαι τὴν οἰκίαν ἐποίησεν.’ ‘ ‘‘

  [31] τί δὲ τοῦτο ἦν, ὦ Ἀρίγνωτε;’ ἤρετο ὁ Εὐκράτης. ‘ ἀοίκητος ἦν,’ ἦ δ᾽ ὅς, ‘ἐκ πολλοῦ ὑπὸ δειμάτων, εἰ δέ τις οἰκήσειεν εὐθὺς ἐκπλαγεὶς ἔφευγεν, ἐκδιωχθεὶς ὑπό τινος φοβεροῦ καὶ ταραχώδους; φάσματος. συνέπιπτεν οὖν ἤδη καὶ ἡ στέγη κατέρρει, καὶ ὅλως οὐδεὶς ἦν ὁ θαρρήσων παρελθεῖν εἰς αὐτήν. ἐγὼ δὲ ἐπεὶ ταῦτα ἤκουσα, τὰς βίβλους λαβὼν — εἰσὶ δέ μοι Αἰγύπτιαι μάλα πολλαὶ περὶ τῶν τοιούτων — ἧκον εἰς τὴν οἰκίαν περὶ πρῶτον ὕπνον ἀποτρέποντος τοῦ ξένου καὶ μόνον οὐκ ἐπιλαμβανομένου, ἐπεὶ ἔμαθεν οἷ βαδίζοιμι, εἰς προὖπτον κακόν, ὡς ᾤετο. ἐγὼ δὲ λύχνον λαβὼν μόνος εἰσέρχομαι, καὶ ἐν τῷ μεγίστῳ οἰκήματι καταθεὶς τὸ φῶς ἀνεγίγνωσκον ἡσυχῇ χαμαὶ καθεζόμενος: ἐφίσταται δὲ ὁ δαίμων ἐπί τινα τῶν πολλῶν ἥκειν νομίζων καὶ δεδίξεσθαι κἀμὲ ἐλπίζων ὥσπερ τοὺς ἄλλους, αὐχμηρὸς καὶ κομήτης καὶ μελάντερος τοῦ ζόφου. καὶ ὁ μὲν ἐπιστὰς ἐπειρᾶτό μου, πανταχόθεν προσβάλλων εἴ ποθεν κρατήσειεν, καὶ ἄρτι μὲν κύων ἄρτι δὲ ταῦρος γιγνόμενος ἢ λέων. ἐγὼ δὲ προχειρισάμενος τὴν φρικωδεστάτην ἐπίρρησιν αἰγυπτιάζων τῇ φωνῇ συνήλασα κατᾴδων αὐτὸν εἴς τινα γωνίαν σκοτεινοῦ οἰκήματος: ἰδὼν δὲ αὐτὸν οἷ κατέδυ, τὸ λοιπὸν ἀνεπαυόμην. ἕωθεν δὲ πάντων ἀπεγνωκότων καὶ νεκρὸν εὑρήσειν με οἰομένων καθάπερ τοὺς ἄλλους, προελθὼν ἀπροσδόκητος ἅπασι πρόσειμι τῷ Εὐβατίδῃ, εὖ ἀγγέλλων ὅτι καθαρὰν αὐτῷ καὶ ἀδείμαντον ἤδη ἐξῆν ^ τὴν οἰκίαν οἰκεῖν. παραλαβὼν οὖν αὐτόν τε καὶ τῶν ἄλλων πολλοὺς — εἵποντο γὰρ τοῦ παραδόξου ἕνεκα — ἐκέλευον ἀγαγὼν ἐπὶ τὸν τόπον οὗ καταδεδυκότα τὸν δαίμονα ἑωράκειν, σκάπτειν λαβόντας δικέλλας καὶ σκαφεῖα, καὶ ἐπειδὴ ἐποίησαν, εὑρέθη ὅσον ἐπ᾽ ὀργυιὰν κατορωρυγμένος τις νεκρὸς ἕωλος μόνα τὰ ὀστᾶ κατὰ σχῆμα συγκείμενος. ἐκεῖνον μὲν οὖν ἐθάψαμεν ἀνορύξαντες, ἡ οἰκία δὲ τὸ ἀπ᾽ ἐκείνου ἐπαύσατο ἐνοχλουμένη ὑπὸ τῶν φασμάτων.’

  [32] ὡς δὲ ταῦτα εἶπεν ὁ Ἀρίγνωτος, ἀνὴρ δαιμόνιος τὴν σοφίαν καὶ ἅπασιν αἰδέσιμος,^ οὐδεὶς ἦν ἔτι τῶν παρόντων ὃς οὐχὶ κατεγίγνωσκέ μου πολλὴν τὴν ἄνοιαν τοῖς τοιούτοις ἀπιστοῦντος, καὶ ταῦτα Ἀριγνώτου λέγοντος. ἐγὼ δὲ ὅμως οὐδὲν τρέσας οὔτε τὴν κόμην οὔτε τὴν δόξαν τὴν περὶ αὐτοῦ, ‘τί τοῦτ᾽,’ ἔφην, ‘ὦ Ἀρίγνωτε; καὶ σὺ τοιοῦτος ἦσθα, ἡ μόνη ἐλπὶς τῆς ἀληθείας — καπνοῦ μεστὸς καὶ ἰνδαλμάτων; τὸ γοῦν τοῦ λόγου ἐκεῖνο, ἄνθρακες ἡμῖν ὁ θησαυρὸς πέφηνε.’ ‘σὺ δέ,’ ἦ δ᾽ ὃς ὁ Ἀρίγνωτος, ‘εἰ μήτε ἐμοὶ πιστεύεις μήτε Δεινομάχῳ ἢ Κλεοδήμῳ τουτωῒ μήτε αὐτῷ Εὐκράτει, φέρε εἰπὲ τίνα περὶ τῶν τοιούτων ἀξιοπιστότερον ἡγῇ τἀναντία ἡμῖν λέγοντα;’ ‘νὴ Δί᾽,’ ἦν δ᾽ ἐγώ, ‘ μάλα θαυμαστὸν ἄνδρα τὸν Ἀβδηρόθεν ἐκεῖνον Δημόκριτον, ὃς οὕτως ἄρα ἐπέπειστο μηδὲν οἷόν τε εἶναι συστῆναι τοιοῦτον ὥστε, ἐπειδὴ καθείρξας ἑαυτὸν εἰς μνῆμα ἔξω πυλῶν ἐνταῦθα διετέλει γράφων καὶ συντάττων καὶ νύκτωρ καὶ μεθ᾽ ἡμέραν, καί τινες τῶν νεανίσκων ἐρεσχελεῖν αὐτὸν βουλόμενοι καὶ δειματοῦν στειλάμενοι νεκρικῶς ^ ἐσθῆτι μελαίνῃ καὶ προσωπείοις εἰς τὰ κρανία μεμιμημένοις περιστάντες αὐτὸν περιεχόρευον ὑπὸ πυκνῇ τῇ βάσει ἀναπηδῶντες, ὁ δὲ οὔτε ἔδεισεν τὴν προσποίησιν αὐτῶν οὔτε ὅλως ἀνέβλεψεν πρὸς αὐτούς, ἀλλὰ μεταξὺ γράφων, ‘ ‘παύσασθε,’’ ἔφη, ‘ ‘ παίζοντες:’’ οὕτω βεβαίως ἐπίστευε μηδὲν εἶναι τὰς ψυχὰς ἔτι ἔξω γενομένας τῶν σωμάτων.’ ‘ τοῦτο φής,’ ἦ δ᾽ ὃς ὁ Εὐκράτης, ‘ἀνόητόν τινα ἄνδρα καὶ τὸν Δημόκριτον γενέσθαι, εἴ γε ‘‘

  [33] οὕτως ἐγίγνωσκεν. ἐγὼ δὲ ὑμῖν καὶ ἄλλο διηγήσομαι αὐτὸς παθών, οὐ παρ᾽ ἄλλου ἀκούσας: τάχα γὰρ ἂν καὶ σύ, ὦ Τυχιάδη, ἀκούων προσβιβασθείης πρὸς τὴν ἀλήθειαν τῆς διηγήσεως. ὁπότε γὰρ ἐν Αἰγύπτῳ διῆγον ἔτι νέος ὤν, ὑπὸ τοῦ πατρὸς ἐπὶ παιδείας προφάσει ἀποσταλείς, ἐπεθύμησα εἰς Κοπτὸν ἀναπλεύσας ἐκεῖθεν ἐπὶ τὸν Μέμνονα ἐλθὼν ἀκοῦσαι τὸ θαυμαστὸν ἐκεῖνο ἠχοῦντα πρὸς ἀνίσχοντα τὸν ἥλιον. ἐκείνου μὲν οὖν ἤκουσα οὐ κατὰ τὸ κοινὸν τοῖς πολλοῖς ἄσημόν τινα φωνήν, ἀλλά μοι καὶ ἔχρησεν ὁ Μέμνων αὐτὸς ἀνοίξας γε τὸ στόμα ἐν ἔπεσιν ἑπτά, καὶ εἴ γε μὴ περιττὸν ἦν, αὐτὰ ἂν ‘‘

  [34] ὑμῖν εἶπον τὰ ἔπη. κατὰ δὲ τὸν ἀνάπλουν ἔτυχεν ἡμῖν συμπλέων Μεμφίτης ἀνὴρ τῶν ἱερῶν γραμματέων,^ θαυμάσιος τὴν σοφ
ίαν καὶ τὴν παιδείαν πᾶσαν εἰδὼς τὴν Αἰγύπτιον ἐλέγετο δὲ τρία καὶ εἴκοσιν ἔτη ἐν τοῖς ἀδύτοις ὑπόγειος ᾠκηκέναι μαγεύειν παιδευόμενος ὑπὸ τῆς Ἴσιδος.’ ‘ Παγκράτην,’ ἔφη ὁ Ἀρίγνωτος, ‘λέγεις ἐμὸν διδάσκαλον, ἄνδρα ἱερόν, ἐξυρημένον, ἐν ὀθονίοις, ἀεὶ νοήμονα, οὐ καθαρῶς ἑλληνίζοντα, ἐπιμήκη, σιμόν, πρόχειλον, ὑπόλεπτον τὰ σκέλη.’ ‘αὐτόν,’ ἦ δ᾽ ὅς, ‘ ἐκεῖνον τὸν Παγκράτην καὶ τὰ μὲν πρῶτα ἠγνόουν ὅστις ἦν, ἐπεὶ δὲ ἑώρων αὐτὸν εἴ ποτε ὁρμίσαιμεν τὸ πλοῖον ἄλλα τε πολλὰ τεράστια ἐργαζόμενον, καὶ δὴ καὶ ἐπὶ κροκοδείλων ὀχούμενον καὶ συννέοντα τοῖς θηρίοις, τὰ δὲ ὑποπτήσσοντα καὶ σαίνοντα ταῖς οὐραῖς, ἔγνων ἱερόν τινα ἄνθρωπον ὄντα, κατὰ μικρὸν δὲ φιλοφρονούμενος ἔλαθον ἑταῖρος αὐτῷ καὶ συνήθης γενόμενος, ὥστε πάντων ἐκοινώνει μοι τῶν ἀπορρήτων . καὶ τέλος πείθει με τούς μὲν οἰκέτας ἅπαντας ἐν τῇ Μέμφιδι καταλιπεῖν, αὐτὸν δὲ μόνον ἀκολουθεῖν μετ᾽ αὐτοῦ, μὴ γὰρ ἀπορήσειν ἡμᾶς τῶν διακονησομένων: καὶ τὸ μετὰ τοῦτο οὕτω διήγομεν. ‘‘

 

‹ Prev