Delphi Complete Works of Lucian

Home > Other > Delphi Complete Works of Lucian > Page 207
Delphi Complete Works of Lucian Page 207

by Lucian Samosata


  Ἀνάχαρσις[31] οὐκοῦν, ὦ Σόλων, ἤν ποτε ὑμῖν ἐπίωσιν οἱ πολέμιοι, χρισάμενοι τῷ ἐλαίῳ καὶ κονισάμενοι πρόιτε καὶ αὐτοὶ πὺξ τὰς χεῖρας ἐπ᾽ αὐτοὺς προβεβλημένοι, κἀκεῖνοι δηλαδὴ ὑποπτήσσουσιν ὑμᾶς καὶ φεύγουσιν δεδιότες μὴ σφίσι κεχηνόσι πάσσητε τὴν ψάμμον εἰς τὸ στόμα ἢ περιπηδήσαντες, ὡς κατὰ νώτου γένησθε, περιπλέξητε αὐτοῖς τὰ σκέλη περὶ τὴν γαστέρα καὶ διάγχητε ὑπὸ τὸ κράνος ὑποβαλόντες τὸν πῆχυν. καὶ νὴ Δί᾽ οἱ μὲν τοξεύσουσι δῆλον ὅτι καὶ ἀκοντιοῦσιν, ὑμῶν δὲ ὥσπερ ἀνδριάντων οὐ καθίξεται τὰ βέλη κεχρωσμένων πρὸς τὸν ἥλιον καὶ πολὺ τὸ αἷμα πεπορισμένων. οὐ γὰρ καλάμη καὶ ἀθέρες ὑμεῖς ἐστε, ὡς τάχιστα ἐνδιδόναι πρὸς τὰς πληγάς, ἀλλὰ ὀψέ ποτε ἂν καὶ μόλις κατατεμνόμενοι βαθέσι τοῖς τραύμασιν αἷμα ὀλίγον ὑποδείξαιτε.^ τοιαῦτα γὰρ φής, εἰ[32] μὴ πάνυ παρήκουσα τοῦ παραδείγματος. ἢ τὰς πανοπλίας ἐκείνας τότε ἀναλήψεσθε τὰς τῶν κωμῳδῶν τε καὶ τραγῳδῶν, καὶ ἢν προτεθῇ ὑμῖν ἔξοδος, ἐκεῖνα τὰ κράνη περιθήσεσθε τὰ κεχηνότα, ὡς φοβερώτεροι εἴητε τοῖς ἐναντίοις μορμολυττόμενοι αὐτούς, καὶ ὑποδήσεσθε τὰ ὑψηλὰ ἐκεῖνα δηλαδή: φεύγουσί τε γάρ, ἢν δέῃ, κοῦφα, καὶ ἢν διώκητε, ἄφυκτα τοῖς πολεμίοις ἔσται, ὑμῶν οὕτω μεγάλα διαβαινόντων ἐπ᾽ αὐτούς. ἀλλ᾽ ὅρα μὴ ταῦτα μὲν ὑμῖν τὰ κομψὰ λῆρος ᾖ καὶ παιδιὰ ἄλλως καὶ διατριβαὶ ἀργοῦσι καὶ ῥᾳθυμεῖν ἐθέλουσι τοῖς νεανίσκοις. εἰ δὲ βούλεσθε πάντως ἐλεύθεροι καὶ εὐδαίμονες εἶναι, ἄλλων ὑμῖν γυμνασίων δεήσει καὶ ἀσκήσεως ἀληθινῆς τῆς ἐν τοῖς ὅπλοις, καὶ ἡ ἅμιλλα οὐ πρὸς ἀλλήλους μετὰ παιδιᾶς, ἀλλὰ πρὸς τοὺς δυσμενεῖς ἔσται μετὰ κινδύνων μελετῶσι τὴν ἀρετήν. ὥστε ἀφέντας τὴν κόνιν καὶ τὸ ἔλαιον δίδασκε αὐτοὺς τοξεύειν καὶ ἀκοντίζειν μὴ κοῦφα διδοὺς τὰ ἀκόντια καὶ οἷα διαφέρεσθαι πρὸς τὸν ἄνεμον, ἀλλ᾽ ἔστω λόγχη βαρεῖα μετὰ συριγμοῦ ἑλιττομένη καὶ λίθος χειροπληθὴς καὶ σάγαρις καὶ γέρρον ἐν τῇ ἀριστερᾷ καὶ θώραξ καὶ κράνος. [33] ὡς δὲ νῦν ἔχετε, θεῶν τινος εὐμενείᾳ σώζεσθαί μοι δοκεῖτε, οἳ μηδέπω ἀπολώλατε ὑπό τινων ὀλίγων ψιλῶν ἐπιπεσόντων. ἰδοὺ γέ τοι ἢν σπασάμενος τὸ μικρὸν τοῦτο ξιφίδιον τὸ παρὰ τὴν ζώνην μόνος ἐπεισπέσω τοῖς νέοις ὑμῶν ἅπασιν, αὐτοβοεὶ ἂν ἕλοιμι τὸ γυμνάσιον φυγόντων ἐκείνων καὶ οὐδενὸς ἀντιβλέπειν τῷ σιδήρῳ τολμῶντος, ἀλλὰ περὶ τοὺς ἀνδριάντας ἂν περιιστάμενοι καὶ περὶ τοὺς κίονας κατακρυπτόμενοι γέλωτα ἄν μοι παράσχοιεν δακρύοντες οἱ πολλοὶ καὶ τρέμοντες. καὶ τότ᾽ ἂν ἴδοις οὐκέτι ἐρυθριῶντας αὐτοὺς τὰ σώματα οἷοι νῦν εἰσιν;, ἀλλὰ ὠχροὶ ἅπαντες αὐτίκα γένοιντ᾽ ἂν ὑπὸ τοῦ δέους μεταβαφέντες. οὕτως ὑμᾶς ἡ εἰρήνη διατέθεικε βαθεῖα οὖσα, ὡς μὴ ἂν ῥᾳδίως ἀνασχέσθαι λόφον ἕνα κράνους πολεμίου ἰδόντας.

  Σόλων[34] οὐ ταῦτα ἔφασαν, ὦ Ἀνάχαρσι, Θρᾳκῶν τε ὅσοι μετ᾽ Εὐμόλπου ἐφ᾽ ἡμᾶς ἐστράτευσαν καὶ αἱ γυναῖκες ὑμῶν αἱ μετὰ Ἱππολύτης ἐλάσασαι ἐπὶ τὴν πόλιν οὐδὲ οἱ ἄλλοι ὅσοι ἡμῶν ἐν ὅπλοις ἐπειράθησαν. ἡμεῖς γάρ, ὦ μακάριε, οὐκ ἐπείπερ οὕτω γυμνὰ τὰ σώματα ἐκπονοῦμεν τῶν νέων, διὰ τοῦτο καὶ ἄνοπλα ἐξάγομεν ἐπὶ τοὺς κινδύνους, ἀλλ᾽ ἐπειδὰν καθ᾽ αὑτοὺς ἄριστοι γένωνται, ἀσκοῦνται τὸ μετὰ τοῦτο σὺν τοῖς ὅπλοις, καὶ πολὺ ἄμεινον χρήσαιντ᾽ ἂν αὐτοῖς οὕτω διακείμενοι.

  Ἀνάχαρσις

  καὶ ποῦ τοῦτο ὑμῖν ἐστι τὸ γυμνάσιον τὸ ἐν τοῖς ὅπλοις; οὐ γὰρ εἶδον ἔγωγε ἐν τῇ πόλει τοιοῦτον οὐδέν, ἅπασαν αὐτὴν ἐν κύκλῳ περιελθών.

  Σόλων

  ἀλλὰ ἴδοις ἄν, ὦ Ἀνάχαρσι, ἐπὶ πλέον ἡμῖν συνδιατρίψας, καὶ ὅπλα ἑκάστῳ μάλα πολλά, οἷς χρώμεθα ὁπόταν ἀναγκαῖον ᾖ, καὶ λόφους καὶ φάλαρα καὶ ἵππους, καὶ ἱππέας σχεδὸν τὸ τέταρτον τῶν πολιτῶν. τὸ μέντοι ὁπλοφορεῖν ἀεὶ καὶ ἀκινάκην παρεζῶσθαι περιττὸν ἐν εἰρήνῃ οἰόμεθα εἶναι, καὶ πρόστιμὸν γ᾽ ἔστιν, ὅστις ἐν ἄστει σιδηροφοροίη μηδὲν δέον ἢ ὅπλα ἐξενέγκοι εἰς τὸ δημόσιον. ὑμεῖς δὲ συγγνωστοὶ ἐν ὅπλοις ἀεὶ βιοῦντες: τό τε γὰρ ἐν ἀφράκτῳ οἰκεῖν ῥᾴδιον εἰς ἐπιβουλήν, καὶ οἱ πόλεμοι μάλα πολλοί, καὶ ἄδηλον ὁπότε τις ἐπιστὰς κοιμώμενον κατασπάσας ἀπὸ τῆς ἁμάξης φονεύσειεν: ἥ τε πρὸς ἀλλήλους ἀπιστία, αὐθαιρέτως καὶ μὴ ἐν νόμῳ συμπολιτευομένων, ἀναγκαῖον ἀεὶ τὸν σίδηρον ποιεῖ, ὡς πλησίον εἶναι ἀμυνοῦντα] εἴ τις βιάζοιτο.

  Ἀνάχαρσις[35] εἶτα, ὦ Σόλων σιδηροφορεῖν μὲν οὐδενὸς ἀναγκαίου ἕνεκα περιττὸν ὑμῖν δοκεῖ, καὶ τῶν ὅπλων φείδεσθε ὡς μὴ διὰ χειρὸς ὄντα φθείροιτο, ἀλλὰ φυλάττετε ἀποκείμενα ὡς χρησόμενοι τότε, τῆς χρείας ἐπιστάσης: τὰ δὲ σώματα τῶν νέων οὐδενὸς δεινοῦ ἐπείγοντος καταπονεῖτε παίοντες καὶ ὑπὸ τῶν ἱδρώτων καταναλίσκοντες, οὐ ταμιευόμενοι πρὸς τὸ ἀναγκαῖον τὰς ἀλκὰς αὐτῶν, ἀλλ᾽ εἰκῆ ἐν τῷ πηλῷ καὶ τῇ κόνει ἐκχέοντες;

  Σόλων

  ἔοικας, ὦ Ἀνάχαρσι, τοιόνδε τι δυνάμεως πέρι ἐννοεῖν, ὡς οἴνῳ ἢ ὕδατι ἢ ἄλλῳ τῶν ὑγρῶν ὁμοίαν αὐτὴν οὖσαν. δέδιας οὖν μὴ ὥσπερ ἐξ ἀγγείου κεραμεοῦ λάθῃ διαρρυεῖσα ἐν τοῖς πόνοις κᾆτα ἡμῖν κενὸν καὶ ξηρὸν οἴχηται τὸ σῶμα καταλιποῦσα ὑπὸ μηδενὸς ἔνδοθεν ἀναπ�
�ηρούμενον. τὸ δὲ οὐχ οὕτως ἔχει σοι, ἀλλὰ ὅσῳ τις ἂν αὐτὴν ἐξαντλῇ τοῖς πόνοις, τοσῷδε μᾶλλον ἐπιρρεῖ κατὰ τὸν περὶ τῆς Ὕδρας μῦθον, εἴ τινα ἤκουσας, ὡς ἀντὶ μιᾶς κεφαλῆς τμηθείσης δύ᾽ ἀεὶ ἄλλαι ἀνεφύοντο. ἢν δὲ ἀγύμναστος ἐξ ἀρχῆς καὶ ἄτονος ᾖ μηδὲ διαρκῆ τὴν ὕλην ἔχῃ ὑποβεβλημένην, τότε ὑπὸ τῶν καμάτων βλάπτοιτο ἂν καὶ καταμαραίνοιτο, οἷόν τι ἐπὶ πυρὸς καὶ λύχνου γίγνεται. ὑπὸ γὰρ τῷ αὐτῷ φυσήματι τὸ μὲν πῦρ ἀνακαύσειας ἂν καὶ μεῖζον ἐν βραχεῖ ποιήσειας παραθήγων τῷ πνεύματι, καὶ τὸ τοῦ λύχνου φῶς ἀποσβέσειας οὐκ ἔχον ἀποχρῶσαν τῆς ὕλης τὴν χορηγίαν, ὡς διαρκῆ εἶναι πρὸς τὸ ἀντιπνέον οὐ γὰρ ἀπ᾽ ἰσχυρᾶς, οἶμαι, τῆς ῥίζης ἀνεφύετο.

  Ἀνάχαρσις[36] ταυτὶ μέν,^ ὦ Σόλων, οὐ πάνυ συνίημι: λεπτότερα γὰρ ἢ κατ᾽ ἐμὲ εἴρηκας, ἀκριβοῦς τινος φροντίδος καὶ διανοίας ὀξὺ δεδορκυίας δεόμενα. ἐκεῖνο δέ μοι πάντως εἰπέ, τίνος ἕνεκα οὐχὶ καὶ ἐν τοῖς ἀγῶσι τοῖς Ὀλυμπίασι καὶ Ἰσθμοῖ καὶ Πυθοῖ καὶ τοῖς ἄλλοις, ὁπότε πολλοί, ὡς φής, συνίασιν ὀψόμενοι τοὺς νέους ἀγωνιζομένους,^ οὐδέποτε ἐν ὅπλοις ποιεῖσθε τὴν ἅμιλλαν, ἀλλὰ γυμνοὺς εἰς τὸ μέσον παραγαγόντες λακτιζομένους καὶ παιομένους ἐπιδείκνυτε καὶ νικήσασι μῆλα καὶ κότινον δίδοτε; ἄξιον γὰρ εἰδέναι τοῦτὸ γε, οὗτινος ἕνεκα οὕτω ποιεῖτε.

  Σόλων

  ἡγούμεθα γάρ, ὦ Ἀνάχαρσι, τὴν εἰς τὰ γυμνάσια προθυμίαν οὕτως ἂν πλείω ἐγγενέσθαι αὐτοῖς, εἰ τοὺς ἀριστεύοντας ἐν τούτοις ἴδοιεν τιμωμένους καὶ ἀνακηρυττομένους ἐν μέσοις τοῖς Ἕλλησι. καὶ διὰ τοῦτο ὡς εἰς τοσούτους ἀποδυσόμενοι εὐεξίας τε ἐπιμελοῦνται, ὡς μὴ αἰσχύνοιντο γυμνωθέντες, καὶ ἀξιονικότατον ἕκαστος αὑτὸν ἀπεργάζεται. καὶ τὰ ἆθλα, ὥσπερ ἔμπροσθεν εἶπον, οὐ μικρά, ὁ ἔπαινος ὁ παρὰ τῶν θεατῶν καὶ τὸ ἐπισημότατον γενέσθαι καὶ δείκνυσθαι τῷ δακτύλῳ ἄριστον εἶναι τῶν καθ᾽ αὑτὸν δοκοῦντα. τοιγάρτοι πολλοὶ τῶν θεατῶν, οἷς καθ᾽ ἡλικίαν ἔτι ἄσκησις, ἀπίασιν οὐ μετρίως ἐκ τῶν τοιούτων ἀρετῆς καὶ πόνων ἐρασθέντες. ὡς εἲ γέ τις, ὦ Ἀνάχαρσι, τὸν τῆς εὐκλείας ἔρωτα ἐκβάλοι ἐκ τοῦ βίου, τί ἂν ἔτι ἀγαθὸν ἡμῖν γένοιτο, ἤ τίς ἄν τι λαμπρὸν ἐργάσασθαι ἐπιθυμήσειεν; νῦν δὲ καὶ ἀπὸ τούτων εἰκάζειν παρέχοιεν ἄν σοι, ὁποῖοι ἐν πολέμοις ὑπὲρ πατρίδος καὶ παίδων καὶ γυναικῶν καὶ ἱερῶν γένοιντ᾽ ἂν ὅπλα ἔχοντες οἱ κοτίνου πέρι καὶ μήλων γυμνοὶ τοσαύτην προθυμίαν εἰς τὸ νικᾶν εἰσφερόμενοι. [37] καίτοι τί ἂν πάθοις, εἰ θεάσαιο καὶ ὀρτύγων καὶ ἀλεκτρυόνων ἀγῶνας παρ᾽ ἡμῖν καὶ σπουδὴν ἐπὶ τούτοις οὐ μικράν; ἢ γελάσῃ δῆλον ὅτι, καὶ μάλιστα ἢν μάθῃς ὡς ὑπὸ νόμῳ αὐτὸ δρῶμεν καὶ προστέτακται πᾶσι τοῖς ἐν ἡλικίᾳ παρεῖναι καὶ ὁρᾶν τὰ ὄρνεα διαπυκτεύοντα μέχρι τῆς ἐσχάτης ἀπαγορεύσεως; ἀλλ᾽ οὐδὲ τοῦτο γελοῖον: ὑποδύεται γάρ τις ἠρέμα ταῖς ψυχαῖς ὁρμὴ εἰς τοὺς κινδύνους, ὡς μὴ ἀγεννέστεροι καὶ ἀτολμότεροι φαίνοιντο τῶν ἀλεκτρυόνων μηδὲ προαπαγορεύοιεν ὑπὸ τραυμάτων ἢ καμάτου ἤ του ἄλλου δυσχεροῦς. τὸ δὲ δὴ ἐν ὅπλοις πειρᾶσθαι αὐτῶν καὶ ὁρᾶν τιτρωσκομένους — ἄπαγε: θηριῶδες γὰρ καὶ δεινῶς σκαιὸν καὶ προσέτι γε ἀλυσιτελὲς ἀποσφάττειν τοὺς ἀρίστους καὶ οἷς ἄν τις ἄμεινον χρήσαιτο κατὰ τῶν δυσμενῶν. [38] ἐπεὶ δὲ φής, ὦ Ἀνάχαρσι, καὶ τὴν ἄλλην Ἑλλάδα ἐπελεύσεσθαι, μέμνησο ἤν ποτε καὶ εἰς Λακεδαίμονα ἔλθῃς, μὴ καταγελάσαι μηδὲ ἐκείνων μηδὲ οἴεσθαι μάτην πονεῖν αὐτούς, ὁπόταν ἢ σφαίρας πέρι ἐν τῷ θεάτρῳ συμπεσόντες παίωσιν ἀλλήλους ἢ εἰς χωρίον εἰσελθόντες ὕδατι περιγεγραμμένον, εἰς φάλαγγα διαστάντες, τὰ πολεμίων ἀλλήλους ἐργάζωνται γυμνοὶ καὶ αὐτοί, ἄχρις ἂν ἐκβάλωσι τοῦ περιγράμματος τὸ ἕτερον σύνταγμα οἱ ἕτεροι, τοὺς κατὰ Λυκοῦργον οἱ καθ᾽ Ἡρακλέα ἢ ἔμπαλιν, συνωθοῦντες εἰς τὸ ὕδωρ: τὸ γὰρ ἀπὸ τούτου εἰρήνη λοιπὸν καὶ οὐδεὶς ἂν ἔτι παίσειε. μάλιστα δὲ ἢν ὁρᾷς μαστιγουμένους αὐτοὺς ἐπὶ τῷ βωμῷ καὶ αἵματι ῥεομένους, πατέρας δὲ καὶ μητέρας παρεστώσας οὐχ ὅπως ἀνιωμένας ἐπὶ τοῖς γιγνομένοις ἀλλὰ καὶ ἀπειλούσας, εἰ μὴ ἀντέχοιεν πρὸς τὰς πληγάς, καὶ ἱκετευούσας ἐπὶ μήκιστον διαρκέσαι πρὸς τὸν πόνον καὶ ἐγκαρτερῆσαι τοῖς δεινοῖς. πολλοὶ γοῦν καὶ ἐναπέθανον τῷ ἀγῶνι μὴ ἀξιώσαντες ἀπαγορεῦσαι ζῶντες ἔτι ἐν ὀφθαλμοῖς τῶν οἰκείων μηδὲ εἶξαι τοῖς σώμασιν: ὧν καὶ τοὺς ἀνδριάντας ὄψει τιμωμένους δημοσίᾳ ὑπὸ τῆς Σπάρτης ἀνασταθέντας. Ὅταν τοίνυν ὁρᾷς κἀκεῖνα, μήτε μαίνεσθαι ὑπολάβῃς αὐτοὺς μήτε εἴπῃς, ὡς οὐδεμιᾶς ἕνεκα αἰτίας ἀναγκαίας ταλαιπωροῦσι, μήτε τυράννου βιαζομένου μήτε πολεμίων διατιθέντων. εἴποι γὰρ ἄν σοι καὶ ὑπὲρ ἐκείνων Λυκοῦργος ὁ νομοθέτης αὐτῶν πολλὰ τὰ εὔλογα καὶ ἃ συνιδὼν κολάζει αὐτούς, οὐκ ἐχθρὸς ὢν οὐδὲ ὑπὸ μίσους αὐτὸ δρῶν οὐδὲ τὴν νεολαίαν τῆς πόλεως εἰκῆ: παραναλίσκων, ἀλλὰ καρτερικωτάτους καὶ παντὸς δεινοῦ κρείττονας ἀξιῶν εἶναι τοὺς σώζειν μέλλοντας τὴν πατρίδα. καίτοι κἂν μὴ ὁ Λυκοῦργος εἴπῃ, ἐννοεῖς, οἶμαι, καὶ αὐτὸς ὡς οὐκ ἄν ποτε ληφθεὶς ὁ τοιοῦτος ἐν πολέμῳ ἀπόρρητὸν τι ἐξείποι τῆς Σπάρτης αἰκιζομένων τῶν ἐχθρῶν, ἀλλὰ καταγ�
�λῶν αὐτῶν μαστιγοῖτο ἂν ἁμιλλώμενος πρὸς τὸν παίοντα, ὁπότερος ἀπαγορεύσειεν.

 

‹ Prev