Delphi Complete Works of Lucian

Home > Other > Delphi Complete Works of Lucian > Page 253
Delphi Complete Works of Lucian Page 253

by Lucian Samosata


  [19] οὐκ ἔστι ταῦτα, οὐκ ἔστιν ὡς θέλεις: κακῶς ἑρμηνεύεις, ὦ πάτερ, καλῶς κειμένους τοὺς νόμους. οὐ πολεμεῖ φύσις καὶ νόμος ἐν ταῖς εὐνοίαις, ἀλλ᾽ ἀκολουθοῦσιν ἀλλήλοις ἐνταῦθα καὶ συναγωνίζονται τῇ λύσει τῶν ἀδικημάτων. ὑβρίζεις τὸν εὐεργέτην, ἀδικεῖς τὴν φύσιν. τί καὶ τοὺς νόμους συναδικεῖς τῇ φύσει; οὓς καλοὺς καὶ δικαίους καὶ φιλόπαιδας εἶναι θέλοντας οὐ συγχωρεῖς, καθ᾽ ἑνὸς παιδὸς ὡς κατὰ πολλῶν κινῶν πολλάκις καὶ ἡσυχάζειν οὐκ ἐῶν ἐν ταῖς τιμωρίαις τοὺς ἐν ταῖς τῶν παίδων πρὸς τοὺς πατέρας εὐνοίαις ἡσυχάζειν ἐθέλοντας, καίτοι γε ἐπὶ τοῖς μηδὲν ἡμαρτηκόσιν μηδὲ κειμένους. καὶ μὴν οἵ γε νόμοι καὶ ἀχαριστίας δικάζεσθαι διδόασιν κατὰ τῶν τοὺς εὐεργέτας μὴ ἀντευποιούντων. ὁ δὲ πρὸς τῷ μὴ ἀμείβεσθαι καὶ ἐπ᾽ αὐτοῖς οἷς πέπονθε κολάζειν ἀξιῶν, σκέψασθε εἴ τινα ὑπερβολὴν ἀδικίας ἀπολέλοιπεν. ὡς μὲν οὖν οὔτε ἀποκηρύττειν ἔτι τούτῳ ἔξεστιν ἅπαξ ἤδη τὴν πατρικὴν ἐξουσίαν ἀποπληρώσαντι καὶ χρησαμένῳ τοῖς νόμοις, οὔτε ἄλλως δίκαιον εὐεργέτην ἐς τὰ τηλικαῦτα γεγενημένον ἀπωθεῖσθαι καὶ τῆς οἰκίας παραιτεῖσθαι, ἱκανῶς,

  [20] οἶμαι, δέδεικται. ἤδη δὲ καὶ ἐπ᾽ αὐτὴν τὴν αἰτίαν ἔλθωμεν τῆς ἀποκηρύξεως καὶ τὸ ἔγκλημα ἐξετάσωμεν ὁποῖόν ἐστιν. ἀνάγκη δ᾽ αὖθις ἐπὶ τὴν γνώμην ἀναδραμεῖν τοῦ νομοθέτου: ἵνα γάρ σοι τοῦτο πρὸς ὀλίγον δῶμεν, τὸ ἐξεῖναι ὁσάκις ἂν θέλῃς ἀποκηρύττειν, καὶ κατά γε τοῦ εὐεργέτου προσέτι τὴν ἐξουσίαν ταύτην συγχωρήσωμεν, οὐχ ἁπλῶς, οἶμαι, οὐδὲ ἐπὶ πάσαις αἰτίαις ἀποκηρύξεις. οὐδὲ τοῦθ᾽ ὁ νομοθέτης φησίν, ὅ τι ἂν τύχῃ ὁ πατὴρ αἰτιασάμενος, ἀποκηρυττέτω, καὶ ἀπόχρη θελῆσαι μόνον καὶ μέμψασθαι. τί γὰρ ἂν ἔδει δικαστηρίου; ἀλλ᾽ ἐν ὑμῖν ^ ποιεῖ τοῦτο, ὦ ἄνδρες δικασταί, σκοπεῖν εἴτε ἐπὶ μεγάλοις καὶ δικαίοις ὁ πατήρ ὀργίζεται εἴτε καὶ μή. οὐκοῦν τοῦτο ἤδη ἐξετάσατε. ἄρξομαι δὲ ἀπὸ τῶν μετὰ τὴν μανίαν εὐθύς.

  [21] τὰ μὲν δὴ πρῶτα τῆς σωφροσύνης τοῦ πατρὸς λύσις ἦν τῆς ἀποκηρύξεως, καὶ σωτὴρ καὶ εὐεργέτης καὶ πάντα ἦν ἐγώ. καὶ οὐδέν, οἶμαι, τούτοις ἔγκλημα προσεῖναι ἐδύνατο. τὰ μετὰ ταῦτα δέ, τί τῶν πάντων αἰτιᾷ; τίνα θεραπείαν, τίνα ἐπιμέλειαν υἱοῦ παρῆκα; πότε ἀπόκοιτος ἐγενόμην; τίνας πότους ἀκαίρους, τίνας κώμους ἐγκαλεῖς; τίς ἀσωτία; τίς πορνοβοσκὸς ὕβρισται; τίς ᾐτιάσατο; οὐδὲ εἷς. καὶ μὴν ταῦτ᾽ ἐστὶν ἐφ᾽ οἷς μάλιστα ὁ νόμος ἀποκηρύττειν ἐφίησιν. ‘ ἀλλὰ νοσεῖν ἤρξατο ἡ μητρυιά.’ τί οὖν; ἐμοὶ τοῦτ᾽ ἐγκαλεῖς καὶ νόσου δίκην ἀπαιτεῖς;

  [22] ‘οὔ,’ φησίν. ἀλλὰ τί; ‘ θεραπεύειν προσταττόμενος οὐ θέλεις, καὶ διὰ τοῦτ᾽ ἄξιος ἂν εἴης ἀποκηρύξεως ἀπειθῶν τῷ πατρί.’ ἐγὼ δὲ τὸ μὲν οἷα προστάττοντι αὐτῷ ὑπακούειν οὐ δυνάμενος ἀπειθεῖν δοκῶ πρὸς ὀλίγον ὑπερθήσομαι: πρότερον δὲ ἁπλῶς ἐκεῖνό φημι, ὡς οὐ πάντα προστάττειν οὔτε τούτῳ δίδωσιν ὁ νόμος οὔτ᾽ ἐμοὶ τὸ πείθεσθαι πᾶσιν πάντως ἀναγκαῖον. ἐν δ᾽ οὖν τοῖς τῶν προσταγμάτων τὰ μὲν ἀνεύθυνά ἐστιν, τὰ δ᾽ ὀργῆς καὶ τιμωρίας ἄξια. ἐὰν νοσῇς αὐτός, ἐγὼ δὲ ἀμελῶ ἐὰν τῶν κατ᾽ οἶκον ἐπιμελεῖσθαι κελεύῃς, ἐγὼ δὲ ὀλιγωρῶ ἐὰν τὰ κατ᾽ ἀγρὸν ἐπισκοπεῖν προστάττῃς, ἐγὼ δὲ ὀκνῶ πάντα ταῦτα καὶ τὰ τοιαῦτα εὐλόγους ἔχει τὰς προφάσεις καὶ τὰς μέμψεις πατρικάς. τὰ δὲ ἄλλα ἐφ᾽ ἡμῖν ἐστιν τοῖς παισίν, ὄντα τῶν τεχνῶν καὶ τῆς τούτων χρήσεως, καὶ μάλιστα εἰ μηδὲν ὁ πατὴρ αὐτὸς ἀδικοῖτο. ἐπεί τοι ἂν τῷ γραφεῖ πατὴρ προστάττῃ, ‘ ταῦτα μέν, τέκνον, γράφε, ταυτὶ δὲ μή], ‘ καὶ τῷ μουσικῷ, ‘τήνδε μὲν τὴν ἁρμονίαν κροῦε, ταύτην δὲ μή,’ καὶ τῷ χαλκεύοντι, ‘ τοιαῦτα μὲν χάλκευε, τοιαῦτα δὲ μή,’ ἆρ᾽ ἄν τις ἀνάσχοιτο ἀποκηρύττοντα, ὅτι μὴ κατὰ τὰ ἐκείνῳ δοκοῦντα ὁ παῖς χρῆται τῇ τέχνῃ; οὐδὲ εἷς, οἶμαι.

  [23] τὸ δὲ τῆς ἰατρικῆς ὅσῳ σεμνότερόν ἐστιν καὶ τῷ βίῳ χρησιμώτερον, τοσούτῳ καὶ ἐλευθεριώτερον εἶναι προσήκει τοῖς χρωμένοις, καί τινα προνομίαν ἔχειν τὴν τέχνην δίκαιον τῇ ἐξουσίᾳ τῆς χρήσεως, ἀναγκάζεσθαι δὲ μηδὲν μηδὲ προστάττεσθαι πρᾶγμα ἱερὸν καὶ θεῶν παίδευμα καὶ ἀνθρώπων σοφῶν ἐπιτήδευμα, μηδ᾽ ὑπὸ δουλείαν γενέσθαι νόμου μηδ᾽ ὑπὸ ψῆφον ^ καὶ τιμωρίαν δικαστηρίου, μηδὲ ὑπὸ φόβον ^ καὶ πατρὸς ἀπειλὴν καὶ ὀργὴν ἰδιωτικήν. ὥστε καὶ εἰ τοῦτό σοι σαφῶς οὑτωσὶ καὶ διαρρήδην ἔλεγον, ‘οὐ βούλομαι οὐδὲ θεραπεύω δυνάμενος, ἀλλ᾽ ἐμαυτῷ μόνῳ τὴν τέχνην οἶδα καὶ πατρί, τοῖς δὲ ἄλλοις ἅπασιν .ἰδιώτης εἶναι βούλομαι,’ τίς τύραννος οὕτω βίαιος ὡς ἀναγκάσαι ἂν καὶ ἄκοντα χρῆσθαι τῇ τέχνῃ; τὰ γὰρ τοιαῦτα ἱκετείαις καὶ δεήσεσιν, οὐ νόμοις καὶ ὀργαῖς καὶ δικαστηρίοις ὑπάγειν, οἶμαι, προσήκει: πείθεσθαι τὸν ἰατρὸν χρή, οὐ κελεύεσθαι: βούλεσθαι, οὐ φοβεῖσθαι: ἐπὶ τὴν θεραπείαν οὐκ ἄγεσθαι, ἑκόντα δὲ ἐρχόμενον ἥδεσθαι.^ πατρικῆς δὲ ἀνάγκης ἄμοιρος ἡ τέχνη,4 ὅπου γε τοῖς ἰατροῖς καὶ δημοσίᾳ αἱ πόλεις τιμὰς καὶ προεδρίας καὶ ἀτελείας καὶ προνομίας διδόασιν.

  [24] ταῦτα μὲν οὖν ἁπλῶς ἂν εἶχον εἰπεῖν ὑπὲρ τῆς τέχνης, εἰ καὶ σοῦ διδαξαμένου με καὶ πολλὰ ἐπιμεληθέντος καὶ ἀναλώσαντος ὡς μ�
�θοιμι πρὸς μίαν ὅμως θεραπείαν ταύτην, δυνατὴν οὖσαν, ἀντέλεγον. νυνὶ δὲ κἀκεῖνο ἐννόησον, ὡς παντάπασιν ἄγνωμον ποιεῖς οὐκ ἐῶν με χρῆσθαι μετ᾽ ἐλευθερίας ἐμῷ κτήματι. ταύτην ἐγὼ τὴν τέχνην οὐχ υἱὸς ὢν σὸς ἐξέμαθον οὐδὲ τῷ σῷ νόμῳ ὑποκείμενος, καὶ ὅμως αὐτὴν μεμάθηκά σοι — καὶ πρῶτος αὐτῆς ἀπολέλαυκας — οὐδὲν παρὰ σοῦ πρὸς τὸ μαθεῖν ἔχων. τίνα διδάσκαλον ἐμισθώσω; τίνα φαρμάκων παρασκευήν; οὐδ᾽ ἡντιναοῦν ἀλλὰ πενόμενος ἐγὼ καὶ τῶν ἀναγκαίων ἀπορούμενος καὶ ὑπὸ τῶν διδασκάλων ἐλεούμενος ἐπαιδευόμην, καί μοι τοιαῦτα παρὰ τοῦ πατρὸς ἦν πρὸς τὸ μαθεῖν ἐφόδια, λύπη καὶ ἐρημία καὶ ἀπορία καὶ μῖσος οἰκείων καὶ ἀποστροφὴ συγγενῶν. ἀντὶ τούτων τοίνυν χρῆσθαί μου τῇ τέχνῃ ἀξιοῖς καὶ δεσπότης εἶναι θέλεις τῶν ὅτ᾽ ‘ οὐκ ἦσθα δεσπότης πεπορισμένων; ἀγάπα εἲ τί σε καὶ πρότερον ἑκὼν οὐ προοφείλων εὐ ἐποίησα, μηδεμίαν μηδὲ τότε ^ χάριν ἀπαιτεῖσθαι δυνάμενος.

  [25] οὐ δὴ δεῖ τὴν εὐποιίαν τὴν ἐμὴν ἀνάγκην ἐς τὸ λοιπόν μοι γενέσθαι, οὐδὲ τὸ ἑκόντα εὐεργετῆσαι ἀφορμὴν τοῦ ἄκοντα κελεύεσθαι καταστῆναι, οὐδὲ ἔθος ὑπάρξαι τοῦτο, τὸ ἅπαξ τινὰ ἰασάμενον πάντας ἐς ἀεὶ θεραπεύειν ὁπόσους ἂν ὁ θεραπευθεὶς θέλῃ: ἐπεὶ δεσπότας ἂν οὕτως καθ᾽ ἡμῶν εἴημεν τοὺς θεραπευομένους κεχειροτονηκότες καὶ μισθὸν τὸ δουλεύειν αὐτοῖς καὶ τὸ πάντα κελεύουσιν ὑπηρετεῖν προσδεδωκότες,^ οὗ τί γένοιτ᾽ ἂν ἀδικώτερον; διότι σε νοσήσαντα χαλεπῶς οὕτως ἀνέστησα, διὰ τοῦτο νομίζεις ἐξεῖναί σοι καταχρῆσθαί μου τῇ τέχνῃ;

  [26] ταῦτα μὲν οὖν εἶχον ἂν λέγειν, εἰ καὶ δυνατὰ μὲν οὗτος προσέταττεν, ἐγὼ δὲ μὴ πάντως ἅπασι μηδὲ πρὸς ἀνάγκην ὑπήκουον. νῦν δὲ ἤδη σκέψασθε καὶ οἷά ἐστιν αὐτοῦ τὰ ἐπιτάγματα: ‘ἐπεὶ γὰρ ἐμὲ ἰάσω,’ φησίν, ‘μεμηνότα, μέμηνεν δὲ καὶ ἡ γυνὴ καὶ ὅμοια πάσχει—’ τοῦτο γὰρ οἴεται—’καὶ ὑπὸ τῶν ἄλλων ὁμοίως ἀπέγνωσται, δύνασαι δὲ σὺ πάντα ὡς ἔδειξας, ἰῶ καὶ ταύτην καὶ ἀπάλλαττε ἤδη τῆς νόσου.’ τοῦτο δέ, οὑτωσὶ μὲν ἁπλῶς ἀκοῦσαι, πάνυ εὔλογον ἂν δόξειεν, καὶ μάλιστα ἰδιώτῃ καὶ ἀπείρῳ ἰατρικῆς: εἰ δέ μου ἀκούσαιτε ^ ὑπὲρ τῆς τέχνης δικαιολογουμένου, μάθοιτ᾽ ἂν ὡς οὔτε πάντα ἡμῖν δυνατά ἐστιν οὔθ᾽ αἱ τῶν νοσημάτων φύσεις παραπλήσιοι οὔτ᾽ ἴασις ἡ αὐτὴ οὔτε φάρμακα τὰ αὐτὰ ἐπὶ πάντων ἰσχυρά, καὶ τότ᾽ ἔσται δῆλον ὡς πάμπολυ τοῦ μὴ βούλεσθαί τι τὸ μὴ δύνασθαι διαφέρει. ἀνάσχεσθε δέ μου τὰ περὶ τούτων φιλοσοφοῦντος, καὶ μὴ ἀπειρόκαλον μηδὲ ἐξαγώνιον μηδὲ ἀλλότριον ἢ ἄκαιρον ἡγήσησθε τὸν περὶ τῶν τοιούτων λόγον.

  [27] πρῶτα μὲν δὴ σωμάτων φύσεις καὶ κράσεις οὐχ αἱ αὐταί, κἂν ὅτι μάλιστα ἐκ τῶν ὁμοίων συνεστάναι ὁμολογῶνται, ἀλλὰ τὰ μὲν τῶνδε, τὰ δὲ τῶνδε μᾶλλον ^ ἢ ἔλαττον μετέχει. καὶ λέγω τοῦτο ἔτι περὶ τῶν ἀνδρείων, ὡς οὐδὲ ταῦτα πᾶσιν ἴσα ἢ ὅμοια οὔτε τῇ κράσει οὔτε τῇ συστάσει. διάφορα δὴ ^ καὶ μεγέθει καὶ εἴδει ἀνάγκη καὶ τὰ νοσήματα ἐγγίγνεσθαι αὐτοῖς, καὶ τὰ μὲν εὐίατα εἶναι καὶ πρὸς τὴν θεραπείαν ἀναπεπταμένα, τὰ δὲ τέλεον ἀπεγνωσμένα καὶ ῥᾳδίως ἁλισκόμενα καὶ κατὰ κράτος ὑπὸ τῶν νοσημάτων λαμβανόμενα. τὸ τοίνυν οἴεσθαι πάντα πυρετὸν ἢ πᾶσαν φθόην ἢ περιπλευμονίαν ἢ μανίαν μίαν καὶ τὴν αὐτὴν οὖσαν τῷ γένει ὁμοίαν ἐπὶ παντὸς εἶναι σώματος, οὐ σωφρονούντων οὐδὲ λελογισμένων οὐδὲ τὰ τοιαῦτα ἐξητακότων ἐστὶν ἀνθρώπων, ἀλλὰ τὸ αὐτὸ ἐν μὲν τῷδε ῥᾴδιον ἰᾶσθαι, ἐν δὲ τῷδε οὐκέτι. ὥσπερ οἶμαι καὶ πυρὸν ἢν τὸν αὐτὸν ἐς διαφόρους χώρας ἐμβάλῃς, ἄλλως μὲν ἐν τῇ πεδινῇ καὶ βαθείᾳ καὶ ποτιζομένῃ καὶ εὐηλίῳ καὶ εὐηνέμῳ καὶ ἐξειργασμένῃ ἀναφύσεται, εὐθαλὴς οἶμαι καὶ εὔτροφος καὶ πολύχους καρπός, ἄλλως δὲ ἐν ὄρει καὶ ὑπολίθῳ γηδίῳ, ἄλλως δὲ ἐν δυσηλίῳ, ἄλλως δὲ ἐν ὑπωρείᾳ, καὶ ὅλως διαφόρως καθ᾽ ἑκάστους τόπους. οὕτω δὲ καὶ τὰ νοσήματα παρὰ τοὺς ὑποδεξαμένους τόπους ἢ εὔφορα καὶ εὔτροφα ἢ ἐλάττω γίγνεται. τοῦτο τοίνυν ὑπερβὰς ὁ πατὴρ καὶ ὅλον ἀνεξέταστον καταλιπὼν ἀξιοῖ πᾶσαν μανίαν τὴν ἐν ἅπαντι σώματι ὁμοίαν εἶναι καὶ τὴν θεραπείαν ἴσην.

  [28] πρὸς δὲ τούτοις τοσούτοις οὖσιν, ὅτι τὰ γυναικεῖα σώματα πάμπολυ τῶν ἀνδρείων διαφέρει πρὸς τε νόσου διαφορὰν καὶ πρὸς θεραπείας ἐλπίδα ἢ ἀπόγνωσιν ῥᾴδιον καταμαθεῖν τὰ μὲν γὰρ τῶν ἀνδρῶν εὐπαγῆ καὶ εὔτονα, πόνοις καὶ κινήσεσιν καὶ ὑπαιθρίῳ διαίτῃ γεγυμνασμένα, τὰ δὲ ἔκλυτα καὶ ἀσυμπαγῆ, ἐνσκιᾳτροφημένα ^ καὶ λευκὰ αἵματος ἐνδείᾳ καὶ θερμοῦ ἀπορίᾳ καὶ ὑγροῦ περιττοῦ ^ ἐπιρροίᾳ. εὐαλωτότερα τοίνυν τῶν ἀνδρείων καὶ ταῖς νόσοις ἐκκείμενα καὶ τὴν ἴασιν οὐ περιμένοντα καὶ μάλιστα πρὸς μανίας εὐχερέστερα: ἅτε γὰρ πολὺ μὲν τὸ ὀργίλον καὶ κοῦφον καὶ ὀξυκίνητον ἔχουσαι, ὀλίγην δὲ τὴν τοῦ σώματος αὐτοῦ δύναμιν, ῥᾳδίως ἐς τὸ πάθος τοῦτο κατολισθάνουσιν.

  [29] οὐ δίκαιον τοίνυν παρὰ τῶν ἰατρῶν τὴν ὁμοίαν ἐπ᾽ ἀμφοῖν θεραπείαν ἀπαιτεῖν, εἰδότας ὡς πολὺ τοὐν μέσῳ, βίῳ παντὶ καὶ πράξεσιν ὅλαις καὶ πᾶσιν ἐπιτηδεύμασιν ἐξ ἀρχῆς εὐθὺς κεχωρισμένων. ὅταν τοίνυν λέγῃς ὅτι μέμηνε, προστίθει καὶ ὅτι γυν
ὴ οὖσα μέμηνε, καὶ μὴ σύγχει πάντα ταῦτα τῷ τῆς μανίας ὑπάγων ὀνόματι ἑνὶ καὶ τῷ αὐτῷ δοκοῦντι, ἀλλὰ χωρίσας, ὥσπερ ἐστὶ δίκαιον,^ τῇ φύσει, τὸ δυνατὸν ἐφ᾽ ἑκάστου σκόπει. καὶ γὰρ ἡμεῖς, ὅπερ ἐν ἀρχῇ τῶν λόγων εἰπὼν μέμνημαι, τοῦτο πρῶτον ἐπισκοποῦμεν, φύσιν σώματος τοῦ νοσοῦντος καὶ κρᾶσιν, καὶ τίνος πλείονος μετέχει, καὶ εἰ θερμότερον ἢ ψερμότερον, καὶ ἀκμάζον ἢ παρηβηκός, καὶ μέγα ἢ μικρόν, καὶ πιμελὲς ἢ ὀλιγόσαρκον, καὶ πάντα τὰ τοιαῦτα. καὶ ὅλως ἄν τις αὐτὰ προεξετάσῃ, πάνυ ἀξιόπιστος ἂν εἴη ἀπογιγνώσκων τι ἢ ὑπισχνούμενος.

 

‹ Prev