[3] ὅπερ ὕστερον κατανοήσαντες, ἐπίτομόν τινα ταύτην ὁδὸν ἐς γνῶσιν, Ἱππίας τε ὁ ἐπιχώριος αὐτῶν σοφιστὴς καὶ Πρόδικος ὁ Κεῖος καὶ Ἀναξιμένης ὁ Χῖος καὶ Πῶλος ὁ Ἀκραγαντῖνος καὶ ἄλλοι συχνοὶ λόγους ἔλεγον ἀεὶ καὶ αὐτοὶ πρὸς τὴν πανήγυριν, ἀφ᾽ ὧν γνώριμοι ἐν βραχεῖ ἐγίγνοντο.
[4] καὶ τί σοι τοὺς παλαιοὺς ἐκείνους λέγω σοφιστὰς καὶ συγγραφέας καὶ λογογράφους, ὅπου καὶ τὰ τελευταῖα ταῦτα καὶ Ἀετίωνά φασι τὸν ζωγράφον, συγγράψαντα τὸν Ῥωξάνης καὶ Ἀλεξάνδρου γάμον, εἰς Ὀλυμπίαν καὶ αὐτὸν ἀγαγόντα τὴν εἰκόνα ἐπιδείξασθαι, ὥστε Προξενίδαν, Ἑλλανοδίκην τότε ὄντα, ἡσθέντα τῇ τέχνῃ γαμβρὸν ποιήσασθαι τὸν Ἀετίωνα.
[5] καὶ τί τὸ θαῦμα ἐνῆν τῇ γραφῇ αὐτοῦ, ἤρετό τις, ὡς τὸν Ἑλλανοδίκην δἰ αὐτὸ οὐκ ἐπιχωρίῳ τῷ Ἀετίωνι συνάψασθαι τῆς θυγατρὸς τὸν γάμον; ἔστιν ἡ εἰκὼν ἐν Ἰταλίᾳ, κἀγὼ εἶδον, ὥστε καὶ σοὶ ἂν εἰπεῖν ἔχοιμι. θάλαμός ἐστι περικαλλὴς καὶ κλίνη νυμφική, καὶ ἡ Ῥωξάνη κάθηται πάγκαλόν τι χρῆμα παρθένου ἐς γῆν ὁρῶσα, αἰδουμένη ἑστῶτα τὸν Ἀλέξανδρον: Ἔρωτες δέ τινες μειδιῶντες ὁ μὲν κατόπιν ἐφεστὼς ἀπάγει τῆς κεφαλῆς τὴν καλύπτραν καὶ δείκνυσι τῷ νυμφίῳ τὴν Ῥωξάνην, ὁ δέ τις μάλα δουλικῶς ἀφαιρεῖ τὸ σανδάλιον ἐκ τοῦ ποδός, ὡς κατακλίνοιτο ἤδη, ἄλλος τῆς χλανίδος τοῦ Ἀλεξάνδρου ἐπειλημμένος, Ἔρως καὶ οὗτος, ἕλκει αὐτὸν πρὸς τὴν Ῥωξάνην πάνυ βιαιως ἐπισπώμενος, ὁ βασιλεὺς δὲ αὐτὸς μὲν στέφανόν τινα ὀρέγει τῇ παιδί, πάροχος δὲ καὶ νυμφαγωγὸς Ἡφαιστίων συμπάρεστι δᾷδα καιομένην ἔχων, μειρακίῳ πάνυ ὡραίῳ ἐπερειδόμενος, Ὑμέναιος οἶμαί ἐστιν: οὐ γὰρ ἐπεγέγραπτο τοὔνομα. ἑτέρωθι δὲ τῆς εἰκόνος ἄλλοι Ἔρωτες παίζουσιν ἐν τοῖς ὅπλοις τοῦ Ἀλεξάνδρου, δύο μὲν τὴν λόγχην αὐτοῦ φέροντες, μιμούμενοι τοὺς ἀχθοφόρους, ὁπότε δοκὸν φέροντες βαροῖντο: ἄλλοι δὲ δύο ἕνα τινὰ ἐπὶ τῆς ἀσπίδος κατακείμενον, βασιλέα δῆθεν καὶ αὐτόν, σύρουσι τῶν ὀχάνων τῆς ἀσπίδος ἐπειλημμένοι: εἷς δὲ δὴ ἐς τὸν θώρακα ἐσελθὼν ὕπτιον κείμενον λοχῶντι ἔοικεν, ὡς φοβήσειεν αὐτούς, ὁπότε κατ᾽ αὐτὸν γένοιντο σύροντες.
[6] οὐ παιδιὰ δὲ ἄλλως ταῦτά ἐστιν οὐδὲ περιείργασται ἐν αὐτοῖς ὁ Ἀετίων, ἀλλὰ δηλοῖ τοῦ Ἀλεξάνδρου καὶ τὸν ἐς τὰ πολεμικὰ ἔρωτα, καὶ ὅτι ἅμα καὶ Ῥωξάνης ἤρα καὶ τῶν ὅπλων οὐκ ἐπελέληστο. πλὴν ἀλλ᾽ ἥ γε εἰκὼν αὐτὴ καὶ ἄλλως γαμήλιόν τι ἐπὶ τῆς ἀληθείας διεφάνη ἔχουσα; προμνησαμένη τῷ Ἀετίωνι τὴν τοῦ Προξενίδου θυγατέρα: καὶ ἀπῆλθε γήμας καὶ αὐτός, πάρεργον τῶν Ἀλεξάνδρου γάμων, ὑπὸ νυμφαγωγῷ τῷ βασιλεῖ, μισθὸν εἰκασμένου γάμου προσλαβὼν ἀληθῆ γάμον.
[7] Ἡρόδοτος μὲν οὖν — ἐπάνειμι γὰρ ἐπ᾽ ἐκεῖνον — ἱκανὴν τῶν Ὀλυμπίων τὴν πανήγυριν ἡγεῖτο καὶ συγγραφέα θαυμαστὸν δεῖξαι τοῖς Ἕλλησι τὰς Ἑλληνικὰς νίκας διεξιόντα, ὡς ἐκεῖνος διεξῆλθεν. ἐγὼ δὲ — καὶ πρὸς Φιλίου μή με κορυβαντιᾶν ὑπολάβητε μηδὲ τἀμὰ εἰκάζειν τοῖς ἐκείνου, ἵλεως ὁ ἀνήρ — ἀλλὰ τοῦτό γε ὅμοιον παθεῖν φημι αὐτῷ: ὅτε γὰρ τὸ πρῶτον ἐπεδήμησα τῇ Μακεδονίᾳ, πρὸς ἐμαυτὸν ἐσκόπουν ὅ τι μοι χρηστέον τῷ πράγματι: καὶ ὁ μὲν ἔρως οὗτος ἦν ἅπασιν ὑμῖν γνωσθῆναι καὶ ὅτι πλείστοις Μακεδόνων δεῖξαι τἀμά, τὸ δὲ αὐτὸν περιιόντα τηνικαῦτα τοῦ ἔτους συγγενέσθαι τῇ πόλει ἑκάστῃ οὐκ εὐμαρὲς ἐφαίνετο, εἰ δὲ τηρήσαιμι τήνδε ὑμῶν τὴν σύνοδον, εἶτα παρελθὼν ἐς μέσον δείξαιμι τὸν λόγον, ἐς δέον οὕτως ἀποβήσεσθαί μοι τὰ τῆς εὐχῆς.
[8] αὐτοί τε οὖν ἤδη συνεληλύθατε, ὅ τι περ ὄφελος ἐξ ἑκάστης πόλεως, αὐτὸ δὴ τὸ κεφάλαιον ἁπάντων Μακεδόνων, καὶ ὑποδέχεται πόλις ἡ ἀρίστη οὖσα οὐ κατὰ Πίσαν μὰ Δί᾽ οὐδὲ τὴν κεῖθι στενοχωρίαν καὶ σκηνὰς καὶ καλύβας καὶ πνῖγος, οἵ τε αὖ πανηγυρισταὶ οὐ συρφετώδης ὄχλος, ἀθλητῶν μᾶλλον φιλοθεάμονες, ἐν παρέργῳ οἱ πολλοὶ τὸν Ἡρόδοτον τιθέμενοι, ἀλλὰ ῥητόρων τε καὶ συγγραφέων καὶ σοφιστῶν οἱ δοκιμώτατοι, ὅσον οὐ μικρὸν ἤδη, μὴ τοὐμὸν παρὰ πολὺ ἐνδεέστερον φαίνηται τῶν Ὀλυμπίων. ἀλλ᾽ ἢν μὲν ὑμεῖς Πολυδάμαντι ἢ Γλαύκῳ ἢ Μίλωνι παραθεωρῆτέ με, κομιδῇ ὑμῖν δόξω θρασὺς ἄνθρωπος εἶναι, ἢν δὲ πολὺ ἐκείνων ἀπαγαγόντες τὴν μνήμην ἐπ᾽ ἐμαυτοῦ μόνου ἀποδύσαντες ἴδητε, τάχ᾽ ἂν οὐ πάνυ μαστιγώσιμος ὑμῖν δόξαιμι: ὡς ἔν γε τηλικούτῳ σταδίῳ ἱκανὸν ἐμοὶ γοῦν καὶ τοῦτο.
ZEUXIS OR ANTIOCHUS — Ζεύξις ἢ Ἀντίοχος
ἔναγχος ἐγὼ μὲν ὑμῖν δείξας τὸν λόγον ἀπῄειν οἴκαδε, προσιόντες δέ μοι τῶν ἀκηκοότων πολλοὶ — κωλύει γὰρ οὐδέν, οἶμαι, καὶ τὰ τοιαῦτα πρὸς φίλους ἤδη ὄντας ὑμᾶς λέγειν — προσιόντες οὖν ἐδεξιοῦντο καὶ θαυμάζουσιν ἐῴκεσαν: ἐπὶ πολὺ γοῦν παρομαρτοῦντες ἄλλος ἄλλοθεν ἐβόων καὶ ἐπῄνουν, ἄχρι τοῦ καὶ ἐρυθριᾶν με, μὴ ἄρα πάμπολυ τῆς ἀξίας τῶν ἐπαίνων ἀπολειποίμην. τὸ δ᾽ οὖν κεφάλαιον αὐτοῖς τοῦτο ἦν, καὶ πάντες ἓν καὶ τὸ αὐτὸ ἐπεσημαίνοντο, τὴν γνώμην τῶν συγγραμμάτων ξένην οὖσαν καὶ πολὺν ἐν αὐτῇ τὸν νεωτερισμόν. μᾶλλον δὲ αὐτὰ εἰπεῖν ἄμεινον, ἅπερ ἐκεῖνοι ἀπεφθέγγοντο: ‘ὤ τῆς καινότητος. Ἡράκλεις, τῆς παραδοξολογίας. εὐμήχανος ἄνθρωπος. οὐδὲν ἄν τις ε�
��ποι τῆς ἐπινοίας νεαρώτερον.’ οἱ μὲν τοιαῦτα πολλὰ ἔλεγον, ὡς ἐκεκήληντο δηλαδὴ ὑπὸ τῆς ἀκροάσεως. ἢ τίνα γὰρ ἂν αἰτίαν εἶχον ψεύδεσθαι καὶ κολακεύειν τὰ τοιαῦτα ξένον ἄνθρωπον, οὐ πάνυ πολλῆς αὐτοῖς φροντίδος ἄξιον τὰ ἄλλα;
[2] πλὴν ἐμέ γε — εἰρήσεται γάρ — οὐ μετρίως ἠνία ὁ ἔπαινος αὐτῶν, καὶ ἐπειδή ποτε ἀπελθόντων κατ᾽ ἐμαυτὸν ἐγενόμην, ἐκεῖνα ἐνενόουν: οὐκοῦν τοῦτο μόνον χάριεν τοῖς ἐμοῖς ἔνεστιν, ὅτι μὴ συνήθη μηδὲ κατὰ τὸ κοινὸν βαδίζει τοῖς ἄλλοις, ὀνομάτων δὲ ἄρα καλῶν ἐν αὐτοῖς καὶ πρὸς τὸν ἀρχαῖον κανόνα συγκειμένων ἢ νοῦ ὀξέος ἢ περινοίας τινὸς ἢ χάριτος Ἀττικῆς ἢ ἁρμονίας ἢ τέχνης τῆς ἐφ᾽ ἅπασι, τούτων δὲ πόρρω ἴσως τοὐμόν: οὐ γὰρ ἂν παρέντες αὐτὰ ἐκεῖνα, ἐπῄνουν μόνον τὸ καινὸν τῆς προαιρέσεως καὶ ξενίζον. ἐγὼ δὲ ὁ μάταιος ᾤμην, ὁπότε ἀναπηδῶντες ἐπαινοῖεν, τάχα μέν τι καὶ αὐτὸ τοῦτο προσάγεσθαι αὐτούς: ἀληθὲς γὰρ εἶναι τὸ τοῦ Ὁμήρου, καὶ τὴν νέαν ᾠδὴν κεχαρισμένην ὑπάρχειν τοῖς ἀκούουσιν: οὐ μὴν τοσοῦτόν γε οὐδὲ ὅλον τῇ καινότητι νέμειν ἠξίουν, ἀλλὰ τὴν μὲν ὥσπερ ἐν προσθήκης μοίρᾳ συνεπικοσμεῖν τι καὶ πρὸς τὸν ἔπαινον συντελεῖν καὶ αὐτήν, τὰ δὲ τῷ ὄντι ἐπαινούμενα καὶ ὑπὸ τῶν ἀκουόντων εὐφημούμενα ἐκεῖνα εἶναι. ὥστε οὐ μετρίως ἐπήρμην καὶ ἐκινδύνευον πιστεύειν αὐτοῖς ἕνα καὶ μόνον ἐν τοῖς Ἕλλησιν εἶναι λέγουσι καὶ τὰ τοιαῦτα. τὸ δὲ κατὰ τὴν παροιμίαν, ἄνθρακες ἡμῶν ὁ θησαυρὸς ἦσαν, καὶ ὀλίγου δέω θαυματοποιοῦ τινος ἔπαινον ἐπαινεῖσθαι πρὸς αὐτῶν.
[3] ἐθέλω γοῦν ὑμῖν καὶ τὸ τοῦ γραφέως διηγήσασθαι: ὁ Ζεῦξις ἐκεῖνος ἄριστος γραφέων γενόμενος τὰ δημώδη καὶ τὰ κοινὰ ταῦτα οὐκ ἔγραφεν, ἢ ὅσα πάνυ ὀλίγα, ἥρωας ἢ θεοὺς ἢ πολέμους, ἀεὶ δὲ καινοποιεῖν ἐπειρᾶτο καὶ τι ἀλλόκοτον ἂν καὶ ξένον ἐπινοήσας ἐπ᾽ ἐκείνῳ τὴν ἀκρίβειαν τῆς τέχνης ἐπεδείκνυτο: ἐν δὲ τοῖς ἄλλοις τολμήμασι καὶ θήλειαν Ἱπποκένταυρον ὁ Ζεῦξις ἐποίησεν, ἀνατρέφουσάν γε προσέτι παιδίω Ἱπποκενταύρω διδύμω κομιδῇ νηπίω. τῆς εἰκόνος ταύτης ἀντίγραφός ἐστι νῦν Ἀθήνησι πρὸς αὐτὴν ἐκείνην ἀκριβεῖ τῇ στάθμῃ μετενηνεγμένη: τὸ ἀρχέτυπον δ᾽ αὐτὸ Σύλλας ὁ Ῥωμαίων στρατηγὸς ἐλέγετο μετὰ τῶν ἄλλων εἰς Ἰταλίαν πεπομφέναι, εἶτα περὶ Μαλέαν, οἶμαι, καταδύσης τῆς ὁλκάδος, ἀπολέσθαι ἅπαντα καὶ τὴν γραφήν. πλὴν ἀλλὰ τήν γε εἰκόνα τῆς εἰκόνος εἶδον, καὶ αὐτὸς ὑμῖν, ὡς ἂν οἷός τε ὦ, δείξω τῷ λόγῳ, οὐ μὰ τὸν Δία γραφικός τις ὤν, ἀλλὰ πάνυ μέμνημαι οὐ πρὸ πολλοῦ ἰδὼν ἔν τινος τῶν γραφέων Ἀθήνησι: καὶ τὸ ὑπερθαυμάσαι τότε τὴν τέχνην τάχ᾽ ἄν μοι καὶ νῦν πρὸς τὸ σαφέστερον δηλῶσαι συναγωνίσαιτο.
[4] ἐπὶ χλόης εὐθαλοῦς ἡ Κένταυρος αὕτη πεποίηται ὅλῃ μὲν τῇ ἵππῳ χαμαὶ κειμένη, καὶ ἀποτέτανται εἰς τοὐπίσω οἱ πόδες, τὸ δὲ γυναικεῖον ὅσον αὐτῆς ἠρέμα ἐπεγήγερται καὶ ἐπ᾽ ἀγκῶνός ἐστιν, οἱ δὲ πόδες οἱ ἔμπροσθεν οὐκέτι καὶ οὗτοι ἀποτάδην, οἷον ἐπὶ πλευρὰν κειμένης, ἀλλ᾽ ὁ μὲν ὀκλάζοντι ἔοικεν ὢν καμπύλος ὑπεσταλμένῃ τῇ ὁπῇ, ὁ δὲ ἔμπαλιν ἐπανίσταται καὶ τοῦ ἐδάφους ἀντιλαμβάνεται, οἷοί εἰσιν ἵπποι πειρώμενοι ἀναπηδᾶν. τοῖν νεογνοῖν δὲ τὸ μὲν ἄνω ἔχει αὐτὴ ἐν ταῖς ἀγκάλαις καὶ τρέφει ἀνθρωπικῶς ἐπέχουσα τὸν γυναικεῖον μαστόν, τὸ δ᾽ ἕτερον ἐκ τῆς ἵππου θηλάζει ἐς τὸν πωλικὸν τρόπον: ἄνω δὲ τῆς εἰκόνος οἷον ἀπό τινος σκοπῆς Ἱπποκένταυρός τις, ἀνὴρ ἐκείνης δηλαδὴ τῆς τὰ βρέφη ἀμφοτέρωθεν τιθηνουμένης, ἐπικύπτει γελῶν οὐχ ὅλος φαινόμενος, ἀλλ᾽ ἐς μέσον τὸν ἵππον, λέοντος σκύμνον ἀνέχων τῇ δεξιᾷ καὶ ὑπὲρ ἑαυτὸν αἰωρῶν, ὡς δεδίξαιτο σὺν παιδιᾷ τὰ βρέφη.
[5] τὰ μὲν οὖν ἄλλα τῆς γραφῆς, ἐφ᾽ ὅσα τοῖς ἰδιώταις ἡμῖν οὐ πάντη ἐμφανῆ ὄντα τὴν ὅλην ὅμως ἔχει δύναμιν τῆς τέχνης, οἷον τὸ ἀποτεῖναι τὰς γραμμὰς ἐς τὸ εὐθύτατον καὶ τῶν χρωμάτων ἀκριβῆ τὴν κρᾶσιν καὶ εὔκαιρον τὴν ἐπιβολὴν ποιήσασθαι καὶ σκιάσαι ἐς δέον καὶ τοῦ μεγέθους τὸν λόγον καὶ τὴν τῶν μερῶν πρὸς τὸ ὅλον ἰσότητα καὶ ἁρμονίαν γραφέων παῖδες ἐπαινούντων, οἷς ἔργον εἰδέναι τὰ τοιαῦτα: ἐγὼ δὲ τοῦ Ζεύξιδος ἐκεῖνο μάλιστα ἐπῄνεσα, ὅτι ἐν μιᾷ καὶ τῇ αὐτῇ ὑποθέσει ποικίλως τὸ περιττὸν ἐπεδείξατο τῆς τέχνης, τὸν μὲν ἄνδρα ποιήσας πάντη φοβερὸν καὶ κομιδῇ ἄγριον, σοβαρὸν τῇ χαίτῃ, λάσιον τὰ πολλὰ οὐ κατὰ τὸν ἵππον αὐτοῦ μόνον, ἀλλὰ καὶ καθ᾽ ἕτερον τοῦ ἀνθρώπου, καὶ ἐξάρας αὐτῷ τοὺς ὤμους ἐπὶ πλεῖστον, τὸ βλέμμα, καίτοι γελῶντος, θηριῶδες ὅλον καὶ ὄρειόν τι καὶ ἀνήμερον.
[6] τοιοῦτον μὲν ἐκεῖνον: τὴν θήλειαν δὲ ἵππου γε τῆς καλλίστης, οἷαι μάλιστα αἱ Θετταλαί εἰσιν, ἀδμῆτες ἔτι καὶ ἄβατοι, τὸ δ᾽ ἄνω ἡμίτομον γυναικὸς πάγκαλον ἔξω τῶν ὤτων: ἐκεῖνα δὲ μόνα σατυρώδη ἐστὶν αὐτῇ: καὶ ἡ μῖξις δὲ καὶ ἡ ἁρμογὴ τῶν σωμάτων, καθ᾽ ὃ συνάπτεται καὶ συνδεῖται τῷ γυναικείῳ τὸ ἱππικόν, ἠρέμα καὶ οὐκ ἀθρόως μεταβαίνουσα καὶ ἐκ προσαγωγῆς τρεπομένη λανθάνει τὴν ὄψιν ἐκ θατέρου εἰς τὸ ἕτερον ὑπαγομένη. τὸ νεογνὸν δὲ τὸ ἐν τῷ νηπίῳ ὅμως ἄγριον καὶ ἐν τῷ ἁπαλῷ ἤδη φοβερόν, καὶ τοῦτο θαυμαστὸν ο�
��ον ἔδοξέ μοι, καὶ ὅτι παιδικῶς μάλα πρὸς τὸν σκύμνον τοῦ λέοντος ἀναβλέπουσι, μεταξὺ τῆς θηλῆς ἑκάτερος ἐπειλημμένοι ἐν χρῷ τῇ μητρὶ προσιστάμενοι.
[7] ταῦτα δ᾽ οὖν ἐπιδειξάμενος ὁ Ζεῦξις αὐτὸς μὲν ᾤετο ἐκπλήξειν τοὺς ὁρῶντας ἐπὶ τῇ τέχνῃ, οἱ δὲ αὐτίκα μὲν ἐβόων. ἢ τί γὰρ ἂν ἐποίουν καλλίστω θεάματι ἐντυγχάνοντες; ἐπῄνουν δὲ μάλιστα πάντες ἅπερ κἀμὲ πρῴην ἐκεῖνοι, τῆς ἐπινοίας τὸ ξένον καὶ τὴν γνώμην τῆς γραφῆς ὡς νέαν καὶ τοῖς ἔμπροσθεν ἠγνοημένην οὖσαν. ὥστε ὁ Ζεῦξις συνεὶς ὅτι αὐτοὺς ἀσχολεῖ ἡ ὑπόθεσις καινὴ οὖσα καὶ ἀπάγει τῆς τέχνης, ὡς ἐν παρέργῳ τίθεσθαι τὴν ἀκρίβειαν τῶν πραγμάτων, ἄγε δή, ἔφη, ὦ Μικκίων, πρὸς τὸν μαθητήν, περίβαλε ἤδη τὴν εἰκόνα καὶ ἀράμενοι ἀποκομίζετε οἴκαδε: οὗτοι γὰρ ἡμῶν τὸν πηλὸν τῆς τέχνης ἐπαινοῦσι, τῶν δ᾽, ἐφ᾽ ὅτῳ, εἰ καλῶς ἔχει καὶ κατὰ τὴν τέχνην, οὐ πολὺν ποιοῦνται λόγον, ἀλλὰ παρευδοκιμεῖ τὴν ἀκρίβειαν τῶν ἔργων ἡ τῆς ὑποθέσεως καινοτομία.
[8] ὁ μὲν οὖν Ζεῦξις οὕτως, ὀργιλώτερον ἴσως. Ἀντίοχος δὲ ὁ σωτὴρ ἐπικληθεὶς καὶ οὗτος ὅμοιόν τι παθεῖν λέγεται ἐν τῇ πρὸς Γαλάτας μάχῃ. εἰ βούλεσθε, διηγήσομαι καὶ τοῦτο, ὁποῖον ἐγένετο. εἰδὼς γὰρ τούτους ἀλκίμους ὄντας καὶ πλήθει παμπόλλους ὁρῶν καὶ τὴν φάλαγγα καρτερῶς συναραρυῖαν καὶ ἐπὶ μετώπου μὲν προασπίζοντας τοὺς χαλκοθώρακας αὐτῶν, ἐς βάθος δὲ ἐπὶ τεττάρων καὶ εἴκοσι τεταγμένους ὁπλίτας, ἐπὶ κέρως δ᾽ ἑκατέρωθεν τὴν ἵππον δισμυρίαν οὖσαν, ἐκ δὲ τοῦ μέσου τὰ ἅρματα ἐκπηδήσεσθαι μέλλοντα δρεπανηφόρα ὀγδοήκοντα καὶ συνωρίδας ἐπ᾽ αὐτοῖς δὶς τοσαύτας, ταῦτα ὁρῶν πάνυ πονηρὰς εἶχε τὰς ἐλπίδας, ὡς ἀμάχων ὄντων ἐκείνων αὐτῷ: ἐκεῖνος γὰρ δι᾽ ὀλίγου τῆς στρατιᾶς ἐκείνης παρασκευασθείσης οὐ μεγαλωστὶ οὐδὲ κατ᾽ ἀξίαν τοῦ πολέμου ἀφίκετο κομιδῇ ὀλίγους ἄγων, καὶ τούτων πελταστικὸν τὸ πολὺ καὶ ψιλικόν: οἱ γυμνῆτες δὲ ὑπὲρ ἥμισυ τῆς στρατιᾶς ἦσαν. ὥστε ἐδόκει αὐτῷ ἤδη σπένδεσθαι καί τινα εὐπρεπῆ διάλυσιν εὑρίσκεσθαι τοῦ πολέμου.
Delphi Complete Works of Lucian Page 270