μοῖραν δ᾽ οὔτινά φημι πεφυγμένον ἔμμεναι ἀνδρῶν
καὶ τό
γεινομένῳ ἐπένησε λίνῳ, ὅτε μιν τέκε μήτηρ. [9] εἰ δὲ τοῦτον ἀφεὶς τὸν λόγον ὡς οὐ πάνυ ἀξιόπιστον ἐκεῖνο λέγοιμι, μήτε ὑπὸ χρημάτων μήτε ὑπ᾽ ἄλλης τινὸς ἐλπίδος τοιαύτης δελεασθεὶς ὑποστῆναι τὴν παροῦσαν συνουσίαν, ἀλλὰ τὴν σύνεσιν καὶ ἀνδρείαν καὶ μεγαλόνοιαν τοῦ ἀνδρὸς θαυμάσας ἐθελῆσαι κοινωνῆσαι πράξεων τῷ τοιούτῳ, δέδοικα μὴ πρὸς τῇ ἐπιφερομένῃ κατηγορίᾳ κολακείας αἰτίαν προσλαβὼν κᾆτα εὑρίσκωμαι ἥλῳ, φασίν, ἐκκρούων τὸν ἧλον, καὶ μείζονί γε τὸν σμικρότερον, ὅσῳ κολακεία τῶν ἄλλων ἁπάντων κακῶν τὸ δουλοπρεπέστατον εἶναι καὶ ταύτῃ χείριστον νενόμισται. [10] τί οὖν ἄλλο, εἰ μήτε ταῦτα μήτε ἐκεῖνα λέγειν δοκεῖ, ὑπόλοιπόν ἐστιν ἢ ὁμολογεῖν μηδὲ ἓν ὑγιὲς εἰπεῖν ἔχειν; μία μοι ἴσως ἐκείνη ἄγκυρα ἔτι ἄβροχος, ὀδύρεσθαι τὸ γῆρας καὶ τὴν νόσον καὶ μετὰ τούτων τὴν πενίαν πάντα ποιεῖν καὶ πάσχειν ἀναπείθουσαν, ὡς ἐκφύγοι τις αὐτήν: καὶ ἐν τῷ τοιούτῳ οὐκ ἄκαιρον ἴσως καὶ τὴν τοῦ Εὐριπίδου Μήδειαν παρακαλέσαι παρελθοῦσαν εἰπεῖν ὑπὲρ ἐμοῦ ἐκεῖνα τὰ ἰαμβεῖα μικρὸν αὐτὰ παρῳδήσασαν:
καὶ μανθάνω μὲν οἷα δρᾶν μέλλω κακά,
πενία δὲ κρείσσων τῶν ἐμῶν βουλευμάτων.
τὸ μὲν γὰρ τοῦ Θεόγνιδος κἂν ἐγὼ μὴ λέγω, τίς οὐκ οἶδεν, οὐκ ἀπαξιοῦντος, καὶ ἐς βαθυκήτεα πόντον σφᾶς αὐτοὺς ῥιπτεῖν καὶ κατὰ κρημνῶν γε ἠλιβάτων, εἰ μέλλει τις οὕτως ἀποδράσεσθαι τὴν πενίαν; [11] ταῦτα μὲν εἶναι δοκεῖ, ἅ τις ἂν ὡς ἐν τοιούτῳ ἀπολογήσασθαι ἔχοι, οὐ πάνυ εὐπρόσωπον ἕκαστον αὐτῶν. σὺ δέ μοι θάρρει, ὦ ἑταῖρε, ὡς οὐδενὶ τούτων ἐμοῦ χρησομένου: μὴ γὰρ τοσοῦτός ποτε λιμὸς καταλάβοι τὸ Ἄργος, ὡς τὴν Κυλλάραβιν σπείρειν ἐπιχειρεῖν: οὐδ᾽ ἡμεῖς οὕτω πένητες εὐλόγου ἀπολογίας ὡς ὑπὸ ἀπορίας τὰ τοιαῦτα κρησφύγετα πρὸς τὴν κατηγορίαν ζητεῖν. ἀλλά μοι ἐκεῖνο ἐννόησον, ὡς πάμπολυ διαφέρει, ἐς οἰκίαν τινὸς πλουσίου ὑπόμισθον παρελθόντα δουλεύειν καὶ ἀνέχεσθαι ὅσα μοί φησι τὸ βιβλίον, ἢ δημοσίᾳ πράττοντά τι τῶν κοινῶν καὶ ἐς δύναμιν πολιτευόμενον ἐπὶ τούτῳ παρὰ βασιλέως μισθοφορεῖν. διελθὼν δὴ καὶ ἰδίᾳ καταθεὶς ἑκάτερον σκόπει: εὑρήσεις γὰρ τὸ τῶν μουσικῶν δὴ τοῦτο, δὶς διὰ πασῶν τὸ πρᾶγμα, καὶ τοσοῦτον ἐοικότας ἀλλήλοις τοὺς βίους, ὅσον μόλυβδος ἀργύρῳ καὶ χαλκὸς χρυσῷ καὶ ἀνεμώνη ῥόδῳ καὶ ἀνθρώπῳ πίθηκος: μισθὸς μὲν γὰρ δὴ κἀκεῖ κἀνταῦθα καὶ τὸ ὑπ᾽ ἄλλῳ τάττεσθαι, τὸ δὲ πρᾶγμα παμπόλλην ἔχει τὴν διαφωνίαν. ἐκεῖ μὲν γὰρ δουλεία σαφὴς καὶ οὐ πολὺ τῶν ἀργυρωνήτων καὶ οἰκοτρίβων διαφέρουσιν οἱ ἐπὶ τῷ τοιουτωῒ εἰσιόντες, οἱ δὲ τὰ κοινὰ διὰ χειρὸς ἔχοντες καὶ πόλεσι καὶ ἔθνεσιν ὅλοις σφᾶς αὐτοὺς χρησίμους παρέχοντες οὐκ ἂν εἰκότως ἐκ μόνου τοῦ μισθοῦ διαβάλλοιντο καὶ ἐς ὁμοιότητα καὶ κοινωνίαν τῆς κατηγορίας καθέλκοιντο: ἐπεὶ οὐκ ἂν φθάνοι τις ἁπάσας ἀναιρῶν τὰς τοιαύτας προστασίας, καὶ οὔτε οἱ τοσαῦτα ἔθνη ἐπιτροπεύοντες οὔθ᾽ οἱ τὰς πόλεις ἁρμόττοντες οὔθ᾽ οἱ τὰς φάλαγγας ἢ στρατόπεδα ὅλα ἐγχειριζόμενοι ὀρθῶς ποιήσουσιν, ἐπεὶ καὶ μισθὸς αὐτῶν τῷ ἔργῳ πρόσεστιν. ἀλλ᾽ οὐκ ἀφ᾽ ἑνός, οἶμαι, χρὴ ἀνατρέπειν τὰ πάντα οὐδ᾽ ἰσοτιμίαν τῶν μισθοφορούντων καθιστάναι. [12] τὸ δὲ ὅλον οὐ τοὺς μισθαρνοῦντας ἅπαντας ἐγὼ φαύλῳ βίῳ συνεῖναι ἔφασκον, ἀλλὰ τοὺς ἐν ταῖς οἰκίαις ἐπὶ προφάσει παιδεύσεως δουλεύοντας ᾤκτειρον. τουτὶ δέ, ὦ ἑταῖρε, τὸ ἡμέτερον πρᾶγμα παντάπασιν ἑτεροῖόν ἐστιν, εἴ γε τὰ μὲν οἴκοι ἰσότιμα ἡμῖν, δημοσίᾳ δὲ τῆς μεγίστης ἀρχῆς κοινωνοῦμεν καὶ τὸ μέρος συνδιαπράττομεν. ἔγωγ᾽ οὖν, εἰ σκέψαιο, δόξαιμ᾽ ἄν σοι οὐ τὸ σμικρότατον τῆς Αἰγυπτίας ταύτης ἀρχῆς ἐγκεχειρίσθαι, τὰς δίκας εἰσάγειν καὶ τάξιν αὐταῖς τὴν προσήκουσαν ἐπιτιθέναι καὶ τῶν πραττομένων καὶ λεγομένων ἁπαξαπάντων ὑπομνήματα γράφεσθαι καὶ τάς τε ῥητορείας τῶν δικαιολογούντων ῥυθμίζειν καὶ τὰς τοῦ ἄρχοντος γνώσεις πρὸς τὸ σαφέστατον ἅμα καὶ ἀκριβέστατον σὺν πίστει τῇ μεγίστῃ διαφυλάττειν καὶ παραδιδόναι δημοσίᾳ πρὸς τὸν ἀεὶ χρόνον ἀποκεισομένας, καὶ ὁ μισθὸς οὐκ ἰδιωτικός, ἀλλὰ παρὰ τοῦ βασιλέως, οὐ σμικρὸς οὐδὲ οὗτος, ἀλλὰ πολυτάλαντος: καὶ τὰ μετὰ ταῦτα δὲ οὐ φαῦλαι ἐλπίδες, εἰ τὰ εἰκότα γίγνοιτο, ἀλλ᾽ ἔθνος ἐπιτραπῆναι ἤ τινας ἄλλας πράξεις βασιλικάς. [13] ἐθέλω γοῦν ἐκ περιττοῦ χρησάμενος τῇ παρρησίᾳ καὶ ὁμόσε χωρήσας τῷ ἐπιφερομένῳ ἐγκλήματι καθ᾽ ὑπερβολὴν ἀπολογήσασθαι, καὶ δὴ φημί σοι μηδένα μηδὲν ἀμισθὶ ποιεῖν, οὐδ᾽ ἂν τοὺς τὰ μέγιστα πράττοντας εἴπῃς, ὅπου μηδὲ βασιλεὺς αὐτὸς ἄμισθός ἐστιν. οὐ φόρους λέγω οὐδὲ δασμούς, ὁπόσοι παρὰ τῶν ἀρχομένων ἐπέτειοι φοιτῶσιν, ἀλλ᾽ ἔστι βασιλεῖ μισθὸς μέγιστος ἔπαινοι καὶ ἡ παρὰ πᾶσιν εὔκλεια καὶ τὸ ἐπὶ ταῖς εὐεργεσίαις προσκυνεῖσθαι, καὶ εἰκόνες δὲ καὶ νεῲ καὶ τεμένη, ὁπόσα παρὰ τῶν ἀρχομένων ἔχουσι, μισθοὶ καὶ ταῦτά εἰσιν ὑπὲρ τῶν φροντίδων καὶ προνοίας, ἣν εἰσφέρονται προσκοποῦντες ἀεὶ τὰ κοινὰ καὶ βελτίω ποιοῦντες. ὡς δὴ μικρὰ μεγάλοις εἰκάζειν, ἢ
ν ἐθέλῃς ἀρξάμενος ἀπὸ τῆς τοῦ σωροῦ κορυφῆς ἐφ᾽ ἕκαστον τούτων, ἀφ᾽ ὧν σύγκειται, καταβαίνειν, ὄψει ὅτι μεγέθει καὶ σμικρότητι διαλλάττομεν τῶν ἀκροτάτων, τα δ᾽ ἄλλα μισθοφόροι ὁμοίως ἅπαντες. [14] εἰ μὲν οὖν τοῦτον ἐτεθείκειν τὸν νόμον, μηδένα μηδὲν πράττειν, ἔνοχος ἂν εἰκότως ἐδόκουν τῇ παρανομίᾳ, εἰ δὲ τοῦτο μὲν οὐδαμοῦ τοῦ βιβλίου λέλεκταί μοι, χρὴ δὲ τὸν ἀγαθὸν ἄνδρα ἐνεργὸν εἶναι, τί ἂν ἄλλο ἐς δέον αὑτῷ χρῷτο, ἢ φίλοις συμπονῶν πρὸς τὰ βέλτιστα κἀν τῷ μέσῳ ὑπαίθριος πεῖραν αὑτοῦ διδοὺς ὅπως ἔχει πίστεως καὶ σπουδῆς καὶ εὐνοίας πρὸς τὰ ἐγκεχειρισμένα, ὡς μὴ τὸ Ὁμηρικὸν ἐκεῖνο ‘ἐτώσιον ἄχθος ἀρούρης’ εἴη. [15] πρὸ δὲ τῶν ὅλων μεμνῆσθαι χρὴ τοὺς ἐπιτιμῶντας, ὅτι οὐ σοφῷ ὄντι μοι — εἰ δή τις καὶ ἄλλος ἐστί που σοφός — ἐπιτιμήσουσιν, ἀλλὰ τῷ ἐκ τοῦ πολλοῦ δήμου, λόγους μὲν ἀσκήσαντι καὶ τὰ μέτρια ἐπαινουμένῳ ἐπ᾽ αὐτοῖς, πρὸς δὲ τὴν ἄκραν ἐκείνην τῶν κορυφαίων ἀρετὴν οὐ πάνυ γεγυμνασμένῳ: καὶ μὰ Δί᾽ οὐδ᾽ ἐπὶ τούτῳ ἀνιᾶσθαί μοι ἄξιον, ὅτι μηδὲ ἄλλῳ ἐγὼ γοῦν ἐντετύχηκα τὴν τοῦ σοφοῦ ὑπόσχεσιν ἀποπληροῦντι. σοῦ μέντοι καὶ θαυμάσαιμ᾽ ἂν ἐπιτιμῶντός μου τῷ νυνὶ βίῳ, εἴ γε ἐπιτιμῴης, ὃν πρὸ πολλοῦ ᾔδεις ἐπὶ ῥητορικῇ δημοσίᾳ μεγίστας μισθοφορὰς ἐνεγκάμενον, ὁπότε κατὰ θέαν τοῦ ἑσπερίου Ὠκεανοῦ καὶ τὴν Κελτικὴν ἅμα ἐπιὼν ἐνέτυχες ἡμῖν τοῖς μεγαλομίσθοις τῶν σοφιστῶν ἐναριθμουμένοις. ταῦτά σοι, ὦ ἑταῖρε, καίτοι ἐν μυρίαις ταῖς ἀσχολίαις ὢν ὅμως ἀπελογησάμην, οὐκ ἐν παρέργῳ θέμενος τὴν λευκὴν παρὰ σοῦ καὶ πλήρη μοι ἐνεχθῆναι: ἐπεὶ πρός γε τοὺς ἄλλους, κἂν συνάμα πάντες κατηγορῶσιν, ἱκανὸν ἂν εἴη μοι τό, οὐ φροντὶς Ἱπποκλείδῃ.
HARMONIDES — Ἁρμονίδης
Ἁρμονίδης ὁ αὐλητὴς ἤρετό ποτε Τιμόθεον διδάσκαλον αὐτοῦ ὄντα, Εἰπέ μοι, ἔφη, ὦ Τιμόθεε, πῶς ἄν ἔνδοξος γενοίμην ἐπὶ τῇ τέχνῃ; καὶ τί ποιοῦντα εἴσονταί με οἱ Ἕλληνες ἅπαντες; τὰ μὲν γὰρ ἄλλα εὖ ποιῶν ἐδιδάξω με ἤδη, ἁρμόσασθαι τὸν αὐλὸν ἐς τὸ ἀκριβὲς καὶ ἐμπνεῖν ἐς τὴν γλωσσίδα λεπτόν τι καὶ ἐμμελὲς καὶ ὑποβάλλειν τοὺς δακτύλους εὐαφῶς ὑπὸ πυκνῇ τῇ ἄρσει καὶ θέσει καὶ βαίνειν ἐν ῥυθμῷ καὶ σύμφωνα εἶναι τὰ μέλη πρὸς τὸν χορὸν καὶ τῆς ἁρμονίας ἑκάστης διαφυλάττειν τὸ ἴδιον, τῆς Φρυγίου τὸ ἔνθεον, τῆς Λυδίου τὸ Βακχικόν, τῆς Δωρίου τὸ σεμνόν, τῆς Ἰωνικῆς τὸ γλαφυρόν. ταῦτα μὲν οὖν πάντα ἐκμεμάθηκα παρὰ σοῦ: τὰ μέγιστα δὲ καὶ ὧν ἕνεκα ἐπεθύμησα τῆς αὐλητικῆς, οὐχ ὁρῶ πῶς ἂν ἀπ᾽ αὐτῆς μοι προσγένοιτο, ἡ δόξα ἡ παρὰ τῶν πολλῶν καὶ τὸ ἐπίσημον εἶναι ἐν πλήθεσι καὶ δείκνυσθαι τῷ δακτύλῳ, καὶ ἤν που φανῶ, εὐθὺς ἐπιστρέφεσθαι πάντας εἰς ἐμὲ καὶ λέγειν τοὔνομα, οὗτος Ἁρμονίδης ἐκεῖνός ἐστιν ὁ ἄριστος αὐλητής, ὥσπερ ὅτε καὶ σύ, ὦ Τιμόθεε, τὸ πρῶτον ἐλθὼν οἴκοθεν ἐκ Βοιωτίας ὑπηύλησας τῇ Πανδιονίδι καὶ ἐνίκησας ἐν τῷ Αἴαντι τῷ ἐμμανεῖ, τοῦ ὁμωνύμου σοι ποιήσαντος τὸ μέλος, οὐδεὶς ἦν ὃς ἠγνόει τοὔνομα, Τιμόθεον ἐκ Θηβῶν: ἀλλ᾽ ἔνθα ἂν καὶ νῦν φανῇς, συνθέουσιν ἐπὶ σὲ πάντες ὥσπερ ἐπὶ τὴν γλαῦκα τὰ ὄρνεα. ταῦτ᾽ ἐστὶ δι᾽ ἅπερ ηὐξάμην αὐλητὴς γενέσθαι καὶ ὑπὲρ ὧν πεπόνηκα τὸν πόνον τὸν πολύν: ἐπεὶ τό γε αὐλεῖν αὐτὸ ἄνευ τοῦ ἔνδοξον εἶναι δι᾽ αὐτὸ οὐκ ἂν δεξαίμην ἀγνώστῳ μοι προσγενόμενον, οὐδ᾽ εἰ Μαρσύας ἢ Ὄλυμπος γενήσεσθαι μέλλοιμι λανθάνων: οὐδὲν γὰρ ὄφελος ἀπορρήτου, φασί, καὶ ἀφανοῦς τῆς μουσικῆς. ἀλλὰ σύ, ἔφη, καὶ ταῦτα παίδευσόν με, ὅπως μοι χρηστέον κἀμαυτῷ καὶ τῇ τέχνῃ, καί σοι διττὴν εἴσομαι τὴν χάριν, καὶ ἐπὶ τῇ αὐλήσει καί, τὸ μέγιστον, ἐπὶ τῇ δόξῃ αὐτῆς.
[2] ἀποκρίνεται οὖν αὐτῷ ὁ Τιμόθεος, Ἀλλ᾽, ὦ Ἁρμονίδη, ἐρᾷς μέν, ἔφη, εὖ ἴσθι, οὐ μικροῦ πράγματος, ἐπαίνου καὶ δόξης καὶ ἐπίσημος εἶναι καὶ γιγνώσκεσθαι πρὸς τῶν πολλῶν, τοῦτο δὲ εἰ μὲν οὑτωσί πως ἐς τὰ πλήθη παριὼν ἐπιδεικνύμενος ἐθέλοις πορίζεσθαι, μακρὸν ἂν γένοιτο, καὶ οὐδὲ οὕτως ἅπαντες εἴσονταί σε. ποῦ γὰρ ἂν εὑρεθείη ἢ θέατρον ἢ στάδιον οὕτω μέγα, ἐν ᾧ πᾶσιν αὐλήσεις τοῖς Ἕλλησιν; ὡς δὲ ποιήσας γνωσθήσῃ αὐτοῖς καὶ ἐπὶ τὸ πέρας ἀφίξῃ τῆς εὐχῆς, ἐγὼ καὶ τοῦτο ὑποθήσομαί σοι: σὺ γὰρ αὔλει μὲν καὶ πρὸς τὰ θέατρα ἐνίοτε, ἀτὰρ ὀλίγον μελέτω σοι τῶν πολλῶν. ἡ δ᾽ ἐπίτομος καὶ ῥᾷστα ἐπὶ τὴν δόξαν ἄγουσα ἥδε ἐστίν: εἰ γὰρ ἐπιλεξάμενος τῶν ἐν τῇ Ἑλλάδι τοὺς ἀρίστους καὶ ὀλίγους αὐτῶν ὅσοι κορυφαῖοι καὶ ἀναμφιλόγως θαυμαστοὶ καὶ ἐπ᾽ ἀμφότερα πιστοί, εἰ τούτοις, φημί, ἐπιδείξαιο τὰ αὐλήματα καὶ οὗτοι ἐπαινέσονταί σε, ἅπασιν Ἕλλησι νόμιζε ἤδη γεγενῆσθαι γνώριμος ἐν οὕτω βραχεῖ. καὶ τὸ πρᾶγμα ὅρα πῶς συντίθημι: εἰ γὰρ οὓς ἅπαντες ἴσασι καὶ οὓς θαυμάζουσιν, οὗτοι δὲ εἴσονταί σε αὐλητὴν εὐδόκιμον ὄντα, τί σοι δεῖ τῶν πολλῶν, οἵ γε πάντως ἀκολουθήσουσι τοῖς ἄμεινον κρῖναι δυναμένοις; ὁ γάρ τοι πολὺς οὗτος λεώς, αὐτοὶ μὲν ἀγνοοῦσι τὰ βελτίω, βάναυσοι ὄντες οἱ πολλοὶ αὐτῶν, ὅντινα δ᾽ ἂν οἱ προὔχοντες ἐπαινέσωσι, πιστεύουσι μὴ ἂν ἀλόγως ἐπαινεθῆναι τοῦτον: ὥστε ἐπαινέσουσι καὶ αὐτοί. καὶ γὰρ οὖν καὶ ἐν τοῖς ἀγῶσι�
� οἱ μὲν πολλοὶ θεαταὶ ἴσασι κροτῆσαί ποτε καὶ συρίσαι, κρίνουσι δὲ ἑπτὰ ἢ πέντε ἢ ὅσοι δή. ταῦτα ὁ μὲν Ἁρμονίδης οὐκ ἔφθη ποιῆσαι: μεταξὺ γὰρ αὐλῶν, φασίν, ὅτε τὸ πρῶτον ἠγωνίζετο, φιλοτιμότερον ἐμφυσῶν ἐναπέπνευσε τῷ αὐλῷ καὶ ἀστεφάνωτος ἐν τῇ σκηνῇ ἀπέθανε τὸ αὐτὸ καὶ πρῶτον καὶ ὕστατον αὐλήσας ἐν τοῖς Διονυσίοις.
Delphi Complete Works of Lucian Page 273