Delphi Complete Works of Lucian

Home > Other > Delphi Complete Works of Lucian > Page 276
Delphi Complete Works of Lucian Page 276

by Lucian Samosata


  ἔδει κολάζειν ἐν δόμοισι Πλουτέως,

  ἁπλῶς δὲ πάντας τοὺς κακῶς δεδρακότας

  15 τοῖς σοῖς προσάπτειν ἀρθροκηδέσιν πόνοις,

  ὥς μου τὸ λυπρὸν καὶ ταλαίπωρον δέμας

  χειρῶν ἀπ’ ἄκρων εἰς ἄκρας ποδῶν βάσεις

  ἰχῶρι φαύλῳ καὶ πικρῷ χυμῷ χολῆς

  πνεύματι βιαίῳ τόδε διασφίγγον πόρους

  20 ἕστηκε καὶ μεμυκὸς ἐπιτείνει πόνους.

  σπλάγχνων δ’ ἐπ’ αὐτῶν διάπυρον τρέχει κακὸν

  δίναισι φλογμῶν σάρκα πυρπολουμένην,

  ὁποῖα κρητὴρ μεστὸς Αἰτναίου πυρὸς

  ἢ Σικελὸς αὐλὼν ἁλιπόρου διασφάγος,

  25 ὅπου δυσεξέλικτα κυματούμενος

  σήραγξι πετρῶν σκολιὸς εἱλεῖται κλύδων.

  ὦ δυστέκμαρτον πᾶσιν ἀνθρώποις τέλος,

  ὡς εἰς μάτην σε πάντες ἀμφιθάλπομεν

  ἐλπίδι ματαίᾳ μωρὰ βουκολούμενοι.

  ΧΟΡΟΣ 30 Ἀνὰ Δίνδυμον Κυβήβης

  Φρύγες ἔνθεον ὀλολυγὴν

  ἁπαλῷ τελοῦσιν Ἄττῃ,

  καὶ πρὸς μέλος κεραύλου

  Φρυγίου κατ’ ὄρεα Τμώλου

  35 κῶμον βοῶσι Λυδοί·

  παραπλῆγες ἀμφὶ ῥόπτροις

  κελαδοῦσι Κρητὶ ῥυθμῷ

  νόμον εὐὰν Κορύβαντες.

  κλάζει δὲ βριθὺ σάλπιγξ

  40 Ἄρει κρέκουσα θούρῳ

  πολεμηίαν ἀϋτήν.

  ἡμεῖς δὲ σοί, Ποδάγρα,

  πρώταις ἔαρος ἐν ὥραις

  μύσται τελοῦμεν οἴκτους,

  45 ὅτε πᾶς χλοητόκοισι

  ποίαις τέθηλε λειμών,

  Ζεφύρου δὲ δένδρα πνοιαῖς

  ἁπαλοῖς κομᾷ πετήλοις,

  ὅτε δύσγαμος κατ’ οἴκους

  50 μερόπων θροεῖ χελιδών,

  καὶ νύκτερος καθ’ ὕλαν

  τὸν Ἴτυν στένει δακρύουσ’

  Ἀτθὶς γόοις ἀηδών.

  ΠΟΔΑΓΡΟΣ Ὤμοι πόνων ἀρωγόν, ὦ τρίτου ποδὸς

  55 μοῖραν λελογχὸς βάκτρον, ἐξέρειδέ μου

  βάσιν τρέμουσαν καὶ κατίθυνον τρίβον,

  ἴχνος βέβαιον ὡς ἐπιστήσω πέδῳ.

  ἔγειρε, τλῆμον, γυῖα δεμνίων ἄπο

  καὶ λεῖπε μελάθρων τὴν ὑπώροφον στέγην.

  60 σκέδασον δ’ ἀπ’ ὄσσων νύχιον ἀέρος βάθος

  μολὼν θύραζε καὶ πρὸς ἡλίου φάος

  ἀθόλωτον αὔραν πνεύματος φαιδροῦ σπάσον·

  δέκατον γὰρ ἤδη τοῦτο πρὸς πέμπτῳ φάει,

  ἐξ οὗ ζόφῳ σύγκλειστος ἡλίου δίχα

  65 εὐναῖς ἐν ἀστρώτοισι τείρομαι δέμας.

  ψυχὴ μὲν οὖν μοι καὶ προθυμία πάρα

  βάσεις ἀμείβειν ἐπὶ θύρας ὡρμημένῳ,

  δέμας δὲ νωθρὸν οὐχ ὑπηρετεῖ πόθοις.

  ὅμως δ’ ἐπείγου, θυμέ, γιγνώσκων ὅτι

  70 πτωχὸς ποδαγρῶν, περιπατεῖν μὲν ἂν θέλῃ

  καὶ μὴ δύνηται, τοῦτον ἐν νεκροῖς τίθει.

  ἀλλ’ εἶα.

  τίνες γὰρ οἵδε βάκτρα νωμῶντες χεροῖν,

  κάρηνα φύλλοις ἀκτέας καταστεφεῖς;

  75 τίνα δαιμόνων ἄγουσι κωμαστὴν χορόν;

  μῶν, Φοῖβε Παιάν, σὸν γεραίρουσιν σέβας;

  ἀλλ’ οὐ στέφονται Δελφίδος φύλλῳ δάφνης.

  ἢ μή τις ὕμνος Βακχίῳ κωμάζεται;

  ἀλλ’ οὐκ ἔπεστι κισσίνη σφραγὶς κόμαις.

  80 τίνες ποθ’ ἡμῖν, ὦ ξένοι, βεβήκατε;

  αὐδᾶτε καὶ πρόεσθε νημερτῆ λόγον.

  τίς δ’ ἔστιν, ἣν ὑμνεῖτε, λέξατ’, ὦ φίλοι.

  ΧΟΡΟΣ Σὺ δ’ ὢν τίς ἡμᾶς καὶ τίνων προσεννέπεις;

  ὡς γάρ σε βάκτρον καὶ βάσις μηνύετον,

  85 μύστην ὁρῶμεν τῆς ἀνικήτου θεᾶς.

  ΠΟΔΑΓΡΟΣ Εἷς εἰμι κἀγὼ τῆς θεᾶς ἐπάξιος;

  ΧΟΡΟΣ Τὰν μὲν Κυπρίαν Ἀφροδίταν

  σταγόνων προπεσοῦσαν ἀπ’ αἰθέρος

  ἀνεθρέψατο κόσμιον ἁρμογὰν

  90 ἁλίοις ἐνὶ κύμασι Νηρεύς.

  τὰν δ’ Ὠκεανοῦ παρὰ παγαῖς

  Ζηνὸς παράκοιτιν Ὀλυμπίου

  λευκώλενον εὐρέσι κόλποις

  Ἥραν ἐτιθήνατο Τηθύς.

  95 κορυφαῖσι δὲ κρατὸς ἐν ἀφθίτου

  ἐλόχευσε κόρας ἄτρομον φυὰν

  Κρονίδας, μέγ’ ἄριστος Ὀλυμπίων,

  τὰν ἐγρεκύδοιμον Ἀθάναν.

  τὰν δ’ ἡμετέραν θεὸν ὀλβίαν

  100 ὁ γέρων λιπαραῖσιν ἐν ἀγκάλαις

  πρώταν ἐλόχευσεν Ὀφίων.

  ὅτ’ ἐπαύσατο μὲν σκότιον χάος

  ἀνέτειλέ τε λαμπέτις ἀὼς

  καὶ παμφαὲς ἀελίου σέλας,

  105 τότε καὶ Ποδάγρας ἐφάνη κράτος.

  ὅτε γὰρ λαγόνων σε τεκοῦσα

  † Μοίρη τοτ’ ἔλουσε Κλωθώ,

  ἐγέλασσεν ἅπαν σέλας οὐρανοῦ,

  μέγα δ’ ἔκτυπεν εὔδιος αἰθήρ·

  110 τὴν δ’ εὐγλαγέτοις ἐνὶ μαζοῖς

  εὔολβος ἐθρέψατο Πλούτων.

  ΠΟΔΑΓΡΟΣ Τίσιν δὲ τελεταῖς ὀργιάζει προσπόλους;

  ΧΟΡΟΣ Οὐχ αἷμα λάβρον προχέομεν ἀποτομαῖς σιδάρου,

  οὐ τριχὸς ἀφέτον λυγίζεται στροφαῖσιν αὐχήν,

  οὐδὲ πολυκρότοις ἀστραγάλοις πέπληγε νῶτα,

  115 οὐδ’ ὠμὰ λακιστῶν κρέα σιτούμεθα ταύρων·

  ὅτε δὲ πτελέας ἔαρι βρύει τὸ λεπτὸν ἄνθος

  καὶ πολυκέλαδος κόσσυφος ἐπὶ κλάδοισιν ᾄδει,

  τότε διὰ μελέων ὀξὺ βέλος πέπηγε μύσταις,

  120 ἀφανές, κρύφιον, δεδυκὸς ὑπὸ μυχοῖσι γυίων,

  πόδα, γόνυ, κοτύλην, ἀστραγάλους, �
��σχία, μηρούς,

  χέρας, ὠμοπλάτας, βραχίονας, κόρωνα, καρποὺς

  ἔσθει, νέμεται, φλέγει, κρατεῖ, πυροῖ, μαλάσσει,

  μέχρις ἂν ἡ θεὸς τὸν πόνον ἀποφυγεῖν κελεύσῃ.

  ΠΟΔΑΓΡΟΣ Εἷς ἆρα κἀγὼ τῶν κατωργιασμένων

  ἔλαθον ὑπάρχων; τοιγὰρ ἱκέτῃ πρευμενὴς

  δαίμων φανείης, σὺν δ’ ἐγὼ μύσταις ὁμοῦ

  ὕμνων κατάρξω τὸ ποδαγρῶν ᾄδων μέλος.

  ΧΟΡΟΣ Σῖγα μὲν αἰθὴρ νήνεμος ἔστω,

  130 καὶ πᾶς ποδαγρῶν εὐφημείτω.

  ἴδε, πρὸς θυμέλας ἡ κλινοχαρὴς

  βαίνει δαίμων σκίπωνι βάσιν

  στηριζομένη. χαίροις μακάρων

  πολὺ πραοτάτη καὶ σοῖς προπόλοις

  135 ἵλαος ἔλθοις ὄμματι φαιδρῷ,

  δοίης δὲ πόνοις λύσιν ὠκεῖαν

  ταῖσδ’ εἰαριναῖσιν ἐν ὥραις.

  ΠΟΔΑΓΡΑ Τίς τὴν ἀνίκητόν με δεσπότιν πόνων

  οὐκ οἶδε Ποδάγραν τῶν ἐπὶ χθονὸς βροτῶν;

  140 ἣν οὔτε λιβάνων ἀτμὸς ἐξιλάσκεται

  οὔτε χυθὲν αἷμα βωμίοις παρ’ ἐμπύροις,

  οὐ ναὸς ὄλβου περικρεμὴς ἀγάλμασιν,

  ἣν οὔτε Παιὰν φαρμάκοις νικᾶν σθένει,

  πάντων ἰατρὸς τῶν ἐν οὐρανῷ θεῶν,

  145 οὐ παῖς ὁ Φοίβου πολυμαθὴς Ἀσκληπιός.

  ἐξ οὗ γὰρ ἐφύη πρῶτον ἀνθρώποις γένος,

  τολμῶσι πάντες τοὐμὸν ἐκβαλεῖν σθένος,

  κυκῶντες αἰεὶ φαρμάκων τεχνήματα.

  ἄλλος γὰρ ἄλλην ἐπ’ ἐμὲ πειράζει τέχνην·

  150 τρίβουσιν ἀρνόγλωσσα καὶ σέλινά μοι

  καὶ φύλλα θριδάκων καὶ νομαίαν ἀνδράχνην

  ἄλλοι πράσιον, οἱ δὲ ποταμογείτονα,

  ἄλλοι κνίδας τρίβουσιν, ἄλλοι σύμφυτον,

  ἄλλοι φακοὺς φέρουσι τοὺς ἐκ τελμάτων,

  155 σταφυλῖνον ἑφθόν, οἱ δὲ φύλλα Περσικῶν,

  ὑοσκύαμον, μήκωνα, βολβούς, σίδια,

  ψύλλιον, λίβανον, ῥίζαν ἑλλεβόρου, νίτρον,

  τῆλιν μετ’ οἴνου, γυρίνην, κόλλαν, φακόν,

  κυπαρισσίνην κηκῖδα, γῦριν κριθίνην,

  160 κράμβης ἀπέφθου φύλλα, γύψον ἐκ Πάρου,

  σφυράθους ὀρείας αἰγός, ἀνθρώπου κόπρον,

  ἄλευρα κυάμων, ἄνθος Ἀσσίου λίθου·

  ἕψουσι φρύνους, μυγαλᾶς, σαύρας, γαλᾶς,

  βατράχους, ὑαίνας, τραγελάφους, ἀλώπεκας.

  165 ποῖον μέταλλον οὐ πεπείρασται βροτοῖς;

  τίς οὐχὶ χυλός; ποῖον οὐ δένδρου δάκρυ;

  ζῴων ἁπάντων ὀστά, νεῦρα, δέρματα,

  στέαρ, αἷμα, μυελός, οὖρον, ἀπόπατος, γάλα.

  πίνουσιν οἱ μὲν τὸ διὰ τεσσάρων ἄκος,

  170 οἱ δὲ τὸ δι’ ὀκτώ, τὸ δὲ δι’ ἑπτὰ πλείονες.

  ἄλλος δὲ πίνων τὴν ἱερὰν καθαίρεται,

  ἄλλος ἐπαοιδαῖς ἐπιθετῶν ἐμπαίζεται,

  Ἰουδαῖος ἕτερον μωρὸν ἐξᾴδει λαβών.

  ὁ δὲ θεραπείαν ἔλαβε παρὰ τῆς Κυρράνης.

  175 ἐγὼ δὲ τούτοις πᾶσιν οἰμώζειν λέγω

  καὶ τοῖς ποιοῦσι ταῦτα καὶ πειρῶσι με

  εἴωθ’ ἀπαντᾶν μᾶλλον ὀργιλωτέρα·

  τοῖς δὲ φρονοῦσι μηδὲν ἀντίξουν ἐμοὶ

  ἤπιον ἔχω νοῦν εὐμενής τε γίνομαι.

  180 ὁ γὰρ μεταλαβὼν τῶν ἐμῶν μυστηρίων

  πρῶτον μὲν εὐθὺς εὐστομεῖν διδάσκεται

  τέρπων ἅπαντας, εὐτραπέλους λέγων λόγους·

  πᾶσιν δ’ ὁρᾶται μετὰ γέλωτος καὶ κρότου,

  ὅταν ἐπὶ λουτρὰ φερόμενος βαστάζεται.

  185 Ἄτην γὰρ ἣν Ὅμηρος εἶφ’ ἥδ’ εἰμ’ ἐγώ,

  βαίνουσ’ ἐπ’ ἀνδρῶν κρᾶτα καὶ βάσεις ποδῶν

  ἁπαλὰς ἔχουσα, παρὰ δὲ τοῖς πολλοῖς βροτῶν

  Ποδάγρα καλοῦμαι, γινομένη ποδῶν ἄγρα.

  ἀλλ’ εἶα μύσται πάντες ὀργίων ἐμῶν,

  190 γεραίρεθ’ ὕμνοις τὴν ἀνίκητον θεάν.

  ΧΟΡΟΣ Ἀδαμάντινον ἦθος ἔχουσα κόρα,

  πουλυσθενές, ὀβριμόθυμε θεά,

  κλύε σῶν ἱερῶν μερόπων ἐνοπάς.

  μέγα σὸν κράτος, ὀλβιόφρον Ποδάγρα,

  195 τὰν καὶ Διὸς ὠκὺ πέφρικε βέλος,

  τρομέει δέ σε κύμαθ’ ἁλὸς βυθίας,

  τρομέει βασιλεὺς ἐνέρων Ἀΐδας,

  ἐπιδεσμοχαρές, κατακλινοβατές,

  κωλυσιδρόμα, βασαναστραγάλα,

  200 σφυροπρησιπύρα, μογισαψεδάφα,

  δοιδυκοφόβα, γονυκαυσαγρύπνα,

  περικονδυλοπωροφίλα,

  γονυκαμψεπίκυρτε Ποδάγρα.

  ΑΓΓΕΛΟΣ Δέσποινα, καιρίῳ γὰρ ἤντησας ποδί,

  205 ἄκου’, ἔπος γὰρ οὐκ ἐτώσιον φέρω,

  ἀλλ’ ἔστι πρᾶξις τῶν λόγων συνέμπορος·

  ἐγὼ γάρ, ὡς ἔταξας, ἠρέμῳ ποδὶ

  πόλεις ἰχνεύων πάντας ἠρεύνων δόμους

  μαθεῖν ποθῶν εἴ τις σὸν οὐ τιμᾷ κράτος.

  210 καὶ τῶν μὲν ἄλλων εἶδον ἥσυχον φρένα

  νικωμένων, ἄνασσα, σαῖν βίας χεροῖν,

  δύω δὲ τώδε φῶτε τολμηρῷ θράσει

  ἐφραζέτην λαοῖσι καὶ κατωμνύτην,

  ὡς οὐκέτ’ ἐστὶ σὸν κράτος σεβάσμιον,

  215 ἀλλ’ ἔκβολον βροτῶν σε θήσουσιν βίου.

  διόπερ κραταιῷ συνοχμάσας δεσμῷ πόδα

  πεμπταῖος ἥκω στάδια διανύσας δύο.

  ΠΟΔΑΓΡΑ Ὡς κραιπνὸς ἔπτης, ἀγγέλων ὤκιστέ μοι.

  τίνος δὲ καὶ γῆς ὅρια δυσβάτου λιπὼν

  220 ἥκεις; σαφῶς μήνυσον, ὡς εἰδῶ τάχος.


  ΑΓΓΕΛΟΣ Πρῶτον μὲν ἔλιπον πέντε βασμῶν κλίμακα,

  ξύλων τρέμουσαν διαλύτοισιν ἁρμογαῖς,

  ὅθεν με δέχεται κορδυβαλλῶδες πέδον

  σκληροῖσι ταρσοῖς ἀντερεῖδον κρούμασιν.

  225 ὅπερ διανύσας ἴχνεσιν ἀλγεινοῖς ἐγὼ

  ἐστρωμένην χάλιξιν εἰσέβην ὁδὸν

  καὶ δυσπάτητον ὀξέσιν κέντροις λίθων.

  μεθ’ ἣν ὀλίσθῳ περιπεσὼν λείας ὁδοῦ

  ἔσπευδον εἰς τὸ πρόσθε, διάλυτος δέ μου

  230 ἔσυρεν ὀπίσω πηλὸς ἀσθενῆ σφυρά,

  δι’ ἧς περῶντι νότιος ἐκ μελῶν ἱδρὼς

  † ἔρρει βάσιν μου σαθρὸν ἐκλύων μένος.

  ὅθεν με δέχεται πᾶν δέμας κεκμηκότα

  πλατεῖα μὲν κέλευθος ἀλλ’ οὐκ ἀσφαλής.

  235 τὰ μὲν γὰρ ἔνθεν, τὰ δέ μ’ ἐκεῖθ’ ὀχήματα

  ἤπειγεν, ἠνάγκαζεν, ἔσπερχεν τρέχειν.

  ἐγὼ δὲ νωθρὸν ἐλαφρὰ κουφίζων πόδα

  δόχμιος ἔβαινον εἰς ὁδοῦ πέζαν στενήν,

  ἕως ἀπήνη παραδράμῃ τροχήλατος·

  240 μύστης γὰρ ὢν σὸς ταχὺ τρέχειν οὐκ ἔσθενον.

  ΠΟΔΑΓΡΑ Οὐκ εἰς μάτην, βέλτιστε, πρᾶξις ἥδε σοι

  ὀρθῶς πέπρακται. τῇ δὲ σῇ προθυμίᾳ

  ἴσαισι τιμαῖς ἀντισηκώσω χάριν.

  ἔστω δέ σοι δώρημα θυμῆρες τόδε,

  245 ἑξῆς τριετίας πειράσῃ κούφων πόνων.

  ὑμεῖς δὲ μιαροὶ καὶ θεοῖς ἐχθίστατοι,

  τίνες ποτ’ ὄντες καὶ τίνων πεφυκότες

  τολμᾶτε Ποδάγρας ἀνθαμιλλᾶσθαι κράτει,

  τῆς οὐδ’ ὁ Κρονίδης οἶδε νικῆσαι βίαν;

 

‹ Prev