Delphi Complete Works of Lucian

Home > Other > Delphi Complete Works of Lucian > Page 298
Delphi Complete Works of Lucian Page 298

by Lucian Samosata


  καὶ αὐτὸς ἔφασκον ταῦτα πρὸς αὐτούς, οἱ δὲ εἰρωνείαν ᾤοντο τὸ πρᾶγμα εἶναι.

  Μένιππος

  [6] τίνες δέ εἰσιν οὗτοι οἱ περὶ δέ;

  Σωκράτης

  Χαρμίδης, ὦ Μένιππε, καὶ Φαῖδρος καὶ ὁ τοῦ Κλεινίου.

  Μένιππος

  εὖ γε, ὦ Σώκρατες, ὅτι κἀνταῦθα μέτει τὴν σαυτοῦ τέχνην καὶ οὐκ ὀλιγωρεῖς τῶν καλῶν.

  Σωκράτης

  τί γὰρ ἂν ἄλλο ἥδιον πράττοιμι; ἀλλὰ πλησίον ἡμῶν κατάκεισο, εἰ δοκεῖ.

  Μένιππος

  μὰ Δί᾽, ἐπεὶ παρὰ τὸν Κροῖσον καὶ τὸν Σαρδανάπαλλον ἄπειμι πλησίον οἰκήσων αὐτῶν· ἔοικα γοῦν οὐκ ὀλίγα γελάσεσθαι οἰμωζόντων ἀκούων.

  Αἰακός

  κἀγὼ ἤδη ἄπειμι, μὴ καί τις ἡμᾶς νεκρῶν λάθῃ διαφυγών. τὰ λοιπὰ δ᾽ ἐσαῦθις ὄψει, ὦ Μένιππε.

  Μένιππος

  ἄπιθι· καὶ ταυτὶ γὰρ ἱκανά, ὦ Αἰακέ.

  Μενίππου καὶ Κερβέρου

  Μένιππος

  [1] ὦ Κέρβερε — συγγενὴς γάρ εἰμί σοι κύων καὶ αὐτὸς ὤν — εἰπέ μοι πρὸς τῆς Στυγός, οἷος ἦν ὁ Σωκράτης, ὁπότε κατῄει παρ᾽ ὑμᾶς· εἰκὸς δέ σε θεὸν ὄντα μὴ ὑλακτεῖν μόνον, ἀλλὰ καὶ ἀνθρωπίνως φθέγγεσθαι, ὁπότ᾽ ἐθέλοις.

  Κέρβερος

  πόρρωθεν μέν, ὦ Μένιππε, παντάπασιν ἐδόκει ἀτρέπτῳ τῷ προσώπῳ προσιέναι καὶ οὐ πάνυ δεδιέναι τὸν θάνατον δοκῶν καὶ τοῦτο ἐμφῆναι τοῖς ἔξω τοῦ στομίου ἑστῶσιν ἐθέλων, ἐπεὶ δὲ κατέκυψεν εἴσω τοῦ χάσματος καὶ εἶδε τὸν ζόφον, κἀγὼ ἔτι διαμέλλοντα αὐτὸν δακὼν τῷ κωνείῳ κατέσπασα τοῦ ποδός, ὥσπερ τὰ βρέφη ἐκώκυε καὶ τὰ ἑαυτοῦ παιδία ὠδύρετο καὶ παντοῖος ἐγίνετο.

  Μένιππος

  [2] οὐκοῦν σοφιστὴς ὁ ἄνθρωπος ἦν καὶ οὐκ ἀληθῶς κατεφρόνει τοῦ πράγματος;

  Κέρβερος

  οὔκ, ἀλλ᾽ ἐπείπερ ἀναγκαῖον αὐτὸ ἑώρα, κατεθρασύνετο ὡς δῆθεν οὐκ ἄκων πεισόμενος ὃ πάντως ἔδει παθεῖν, ὡς θαυμάσωνται οἱ θεαταί. καὶ ὅλως περὶ πάντων γε τῶν τοιούτων εἰπεῖν ἂν ἔχοιμι, ἕως τοῦ στομίου τολμηροὶ καὶ ἀνδρεῖοι, τὰ δὲ ἔνδοθεν ἔλεγχος ἀκριβής.

  Μένιππος

  ἐγὼ δὲ πῶς σοι κατεληλυθέναι ἔδοξα;

  Κέρβερος

  μόνος, ὦ Μένιππε, ἀξίως τοῦ γένους, καὶ Διογένης πρὸ σοῦ, ὅτι μὴ ἀναγκαζόμενοι ἐσῄειτε μηδ᾽ ὠθούμενοι, ἀλλ᾽ ἐθελούσιοι, γελῶντες, οἰμώζειν παραγγείλαντες ἅπασιν.

  Χάρωνος καὶ Μενίππου

  Χάρων

  [1] ἀπόδος, ὦ κατάρατε, τὰ πορθμεῖα.

  Μένιππος

  βόα, εἰ τοῦτό σοι, ὦ Χάρων, ἥδιον.

  Χάρων

  ἀπόδος, φημί, ἀνθ᾽ ὧν σε διεπορθμεύσαμεν.

  Μένιππος

  οὐκ ἂν λάβοις παρὰ τοῦ μὴ ἔχοντος.

  Χάρων

  ἔστι δέ τις ὀβολὸν μὴ ἔχων;

  Μένιππος

  εἰ μὲν καὶ ἄλλος τις οὐκ οἶδα, ἐγὼ δ᾽ οὐκ ἔχω.

  Χάρων

  καὶ μὴν ἄγξω σε νὴ τὸν Πλούτωνα, ὦ μιαρέ, ἢν μὴ ἀποδῷς.

  Μένιππος

  κἀγὼ τῷ ξύλῳ σου πατάξας διαλύσω τὸ κρανίον.

  Χάρων

  μάτην οὖν ἔσῃ πεπλευκὼς τοσοῦτον πλοῦν.

  Μένιππος

  ὁ Ἑρμῆς ὑπὲρ ἐμοῦ σοι ἀποδότω, ὅς με παρέδωκέ σοι.

  Ἑρμῆς

  [2] νὴ Δί᾽ ὠνάμην γε, εἰ μέλλω καὶ ὑπερεκτίνειν τῶν νεκρῶν.

  Χάρων

  οὐκ ἀποστήσομαί σου.

  Μένιππος

  τούτου γε ἕνεκα καὶ νεωλκήσας τὸ πορθμεῖον παράμενε: πλὴν ἀλλ᾽ ὅ γε μὴ ἔχω, πῶς ἂν λάβοις;

  Χάρων

  σὺ δ᾽ οὐκ ᾔδεις ὡς κομίζεσθαι δέον;

  Μένιππος

  Ἤιδειν μέν, οὐκ εἶχον δέ. τί οὖν; ἐχρῆν διὰ τοῦτο μὴ ἀποθανεῖν;

  Χάρων

  μόνος οὖν αὐχήσεις προῖκα πεπλευκέναι;

  Μένιππος

  οὐ προῖκα, ὦ βέλτιστε· καὶ γὰρ ἤντλησα καὶ τῆς κώπης συνεπελαβόμην καὶ οὐκ ἔκλαον μόνος τῶν ἄλλων ἐπιβατῶν.

  Χάρων

  οὐδὲν ταῦτα πρὸς πορθμέα: τὸν ὀβολὸν ἀποδοῦναί σε δεῖ: οὐ θέμις ἄλλως γενέσθαι.

  Μένιππος

  [3] οὐκοῦν ἄπαγέ με αὖθις ἐς τὸν βίον.

  Χάρων

  χάριεν λέγεις, ἵνα καὶ πληγὰς ἐπὶ τούτῳ παρα τοῦ Αἰακοῦ προσλάβω.

  Μένιππος

  μὴ ἐνόχλει οὖν.

  Χάρων

  δεῖξον τί ἐν τῇ πήρᾳ ἔχεις.

  Μένιππος

  θέρμους, εἰ θέλεις, καὶ τῆς Ἑκάτης τὸ δεῖπνον.

  Χάρων

  πόθεν τοῦτον ἡμῖν, ὦ Ἑρμῆ, τὸν κύνα ἤγαγες; οἷα δὲ καὶ ἐλάλει παρὰ τὸν πλοῦν τῶν ἐπιβατῶν ἁπάντων καταγελῶν καὶ ἐπισκώπτων καὶ μόνος ᾄδων οἰμωζόντων ἐκείνων.

  Ἑρμῆς

  ἀγνοεῖς, ὦ Χάρων, ὅντινα ἄνδρα διεπόρ θμευσας; ἐλεύθερον ἀκριβῶς, κοὐδενὸς αὐτῷ μέλει. οὗτός ἐστιν ὁ Μένιππος.

  Χάρων

  καὶ μὴν ἄν σε λάβω ποτέ —

  Μένιππος

  ἂν λάβῃς, ὦ βέλτιστε· δὶς δὲ οὐκ ἂν λάβοις.

  Πρωτεσιλάου, Πλούτωνος καὶ Περσεφόνης

  Πρωτεσίλαος

  ὦ δέσποτα καὶ βασιλεῦ καὶ ἡμέτερε Ζεῦ καὶ σὺ Δήμητρος θύγατερ, μὴ ὑπερίδητε δέησιν ἐρωτικήν.

  Πλούτων

  σὺ δὲ τίνων δέῃ παρ᾽ ἡμῶν; ἢ τίς ὢν τυγχάνεις;

  Πρωτεσίλαος

  εἰμὶ μὲν Πρωτεσίλεως ὁ Ἰφίκλου Φυλάκιος συστρατιώτης τῶν Ἀχαιῶν καὶ πρῶτο
ς ἀποθανὼν τῶν ἐπ᾽ Ἰλίῳ. δέομαι δὲ ἀφεθεὶς πρὸς ὀλίγον ἀναβιῶναι πάλιν.

  Πλούτων

  τοῦτον μὲν τὸν ἔρωτα, ὦ Πρωτεσίλαε, πάντες νεκροὶ ἐρῶσι, πλὴν οὐδεὶς ἂν αὐτῶν τύχοι.

  Πρωτεσίλαος

  ἀλλ᾽ οὐ τοῦ ζῆν, Ἀϊδωνεῦ, ἐρῶ ἔγωγε, τῆς γυναικὸς δέ, ἣν νεόγαμον ἔτι ἐν τῷ θαλάμῳ καταλιπὼν ᾠχόμην ἀποπλέων, εἶτα ὁ κακοδαίμων ἐν τῇ ἀποβάσει ἀπέθανον ὑπὸ τοῦ Ἕκτορος. ὁ οὖν ἔρως τῆς γυναικὸς οὐ μετρίως ἀποκναίει με, ὦ δέσποτα, καὶ βούλομαι κἂν πρὸς ὀλίγον ὀφθεὶς αὐτῇ καταβῆναι πάλιν.

  Πλούτων

  [2] οὐκ ἔπιες, ὦ Πρωτεσίλαε, τὸ Λήθης ὕδωρ;

  Πρωτεσίλαος

  καὶ μάλα, ὦ δέσποτα· τὸ δὲ πρᾶγμα ὑπέρογκον ἦν.

  Πλούτων

  οὐκοῦν περίμεινον· ἀφίξεται γὰρ κἀκείνη ποτὲ καὶ οὐδὲ σὲ ἀνελθεῖν δεήσει.

  Πρωτεσίλαος

  ἀλλ᾽ οὐ φέρω τὴν διατριβήν, ὦ Πλούτων· ἠράσθης δὲ καὶ αὐτὸς ἤδη καὶ οἶσθα οἷον τὸ ἐρᾶν ἐστιν.

  Πλούτων

  εἶτα τί σε ὀνήσει μίαν ἡμέραν ἀναβιῶναι μετ᾽ ὀλίγον τὰ αὐτὰ ὀδυρόμενον;

  Πρωτεσίλαος

  οἶμαι πείσειν κἀκείνην ἀκολουθεῖν παρ᾽ ὑμᾶς, ὥστε ἀνθ᾽ ἑνὸς δύο νεκροὺς λήψει μετ᾽ ὀλίγον.

  Πλούτων

  οὐ θέμις γενέσθαι ταῦτα οὐδὲ γέγονε πώποτε.

  Πρωτεσίλαος

  [3] ἀναμνήσω σε, ὦ Πλούτων· Ὀρφεῖ γὰρ δἰ αὐτὴν ταύτην τὴν αἰτίαν τὴν Εὐρυδίκην παρέδοτε καὶ τὴν ὁμογενῆ μου Ἄλκηστιν παρεπέμψατε Ἡρακλεῖ χαριζόμενοι.

  Πλούτων

  θελήσεις δὲ οὕτως κρανίον γυμνὸν ὢν καὶ ἄμορφον τῇ καλῇ σου ἐκείνῃ νύμφῃ φανῆναι; πῶς δὲ κἀκείνη προσήσεταί σε οὐδὲ δυναμένη διαγνῶναι; φοβή σεται γὰρ εὖ οἶδα καὶ φεύξεταί σε καὶ μάτην ἔσῃ τοσαύτην ὁδὸν ἀνεληλυθώς.

  Περσεφόνη

  οὐκοῦν, ὦ ἄνερ, σὺ καὶ τοῦτο ἴασαι καὶ τὸν Ἑρμῆν κέλευσον, ἐπειδὰν ἐν τῷ φωτὶ ἤδη ὁ Πρωτεσίλαος ᾖ, καθικόμενον ἐν τῇ ῥάβδῳ νεανίαν εὐθὺς καλὸν ἀπεργάσασθαι αὐτόν, οἷος ἦν ἐκ τοῦ παστοῦ.

  Πλούτων

  ἐπεὶ Φερσεφόνῃ συνδοκεῖ, ἀναγαγὼν τοῦτον αὖθις ποίησον νυμφίον· σὺ δὲ μέμνησο μίαν λαβὼν ἡμέραν.

  Διογένους καὶ Μαυσώλου

  Διογένης

  [1] ὦ Κάρ, ἐπὶ τίνι μέγα φρονεῖς καὶ πάντων ἡμῶν προτιμᾶσθαι ἀξιοῖς;

  Μαύσωλος

  καὶ ἐπὶ τῇ βασιλείᾳ μέν, ὦ Σινωπεῦ, ὃς ἐβασίλευσα Καρίας μὲν ἁπάσης, ἦρξα δὲ καὶ Λυδῶν ἐνίων καὶ νήσους δέ τινας ὑπηγαγόμην καὶ ἄχρι Μιλήτου ἐπέβην τὰ πολλὰ τῆς Ἰωνίας καταστρεφόμενος· καὶ καλὸς ἦν καὶ μέγας καὶ ἐν πολέμοις καρτερός· τὸ δὲ μέγιστον, ὅτι ἐν Ἁλικαρνασσῷ μνῆμα παμμέγεθες ἔχω ἐπικείμενον, ἡλίκον οὐκ ἄλλος νεκρός, ἀλλ᾽ οὐδὲ οὕτως ἐς κάλλος ἐξησκημένον, ἵππων καὶ ἀνδρῶν ἐς τὸ ἀκριβέστατον εἰκασμένων λίθου τοῦ καλλίστου, οἷον οὐδὲ νεὼν εὕροι τις ἂν ῥᾳδίως. οὐ δοκῶ σοι δικαίως ἐπὶ τούτοις μέγα φρονεῖν;

  Διογένης

  [2] ἐπὶ τῇ βασιλείᾳ φὴς καὶ τῷ κάλλει καὶ τῷ βάρει τοῦ τάφου;

  Μαύσωλος

  νὴ Δί᾽ ἐπὶ τούτοις.

  Διογένης

  ἀλλ᾽, ὦ καλὲ Μαύσωλε, οὔτε ἡ ἰσχὺς ἐκείνη ἔτι σοι οὔτε ἡ μορφὴ πάρεστιν· εἰ γοῦν τινα ἑλοίμεθα δικαστὴν εὐμορφίας πέρι, οὐκ ἔχω εἰπεῖν, τίνος ἕνεκα τὸ σὸν κρανίον προτιμηθείη ἂν τοῦ ἐμοῦ· φαλακρὰ γὰρ ἄμφω καὶ γυμνά, καὶ τοὺς ὀδόντας ὁμοίως προφαίνομεν καὶ τοὺς ὀφθαλμοὺς ἀφῃρήμεθα καὶ τὰς ῥῖνας ἀποσεσιμώμεθα. ὁ δὲ τάφος καὶ οἱ πολυτελεῖς ἐκεῖνοι λίθοι Ἁλικαρνασσεῦσι μὲν ἴσως εἶεν ἐπιδείκνυσθαι καὶ φιλοτιμεῖσθαι πρὸς τοὺς ξένους, ὡς δή τι μέγα οἰκοδόμημα αὐτοῖς ἐστι· σὺ δέ, ὦ βέλτιστε, οὐχ ὁρῶ ὅ τι ἀπολαύεις αὐτοῦ, πλὴν εἰ μὴ τοῦτο φης, ὅτι μᾶλλον ἡμῶν ἀχθοφορεῖς ὑπὸ τηλικούτοις λίθοις πιεζόμενος.

  Μαύσωλος

  [3] ἀνόνητα οὖν μοι ἐκεῖνα πάντα καὶ ἰσότιμος ἔσται Μαύσωλος καὶ Διογένης;

  Διογένης

  οὐκ ἰσότιμος, ὦ γενναιότατε, οὐ γάρ· Μαύσωλος μὲν γὰρ οἰμώξεται μεμνημένος τῶν ὑπὲρ γῆς, ἐν οἷς εὐδαιμονεῖν ᾤετο, Διογένης δὲ καταγελάσεται αὐτοῦ. καὶ τάφον ὁ μὲν ἐν Ἁλικαρνασσῷ ἐρεῖ ἑαυτοῦ ὑπὸ Ἀρτεμισίας τῆς γυναικὸς καὶ ἀδελφῆς κατεσκευασμένον, ὁ Διογένης δὲ τοῦ μὲν σώματος εἰ καί τινα τάφον ἔχει οὐκ οἶδεν· οὐδὲ γὰρ ἔμελεν αὐτῷ τούτου· λόγον δὲ τοῖς ἀρίστοις περὶ αὑτοῦ καταλέλοιπεν ἀνδρὸς βίον βεβιωκὼς ὑψηλότερον, ὦ Καρῶν ἀνδραποδωδέστατε, τοῦ σοῦ μνήματος καὶ ἐν βεβαιοτέρῳ χωρίῳ κατεσκευασμένον.

  Νιρέως καὶ Θερσίτου καὶ Μενίππου

  Νιρεύς

  [1] ἰδοὺ δή, Μένιππος οὑτοσὶ δικάσει, πότερος εὐμορφότερός ἐστιν. εἰπέ, ὦ Μένιππε, οὐ καλλίων σοι δοκῶ;

  Μένιππος

  τίνες δὲ καὶ ἔστε; πρότερον, οἶμαι, χρὴ γὰρ τοῦτο εἰδέναι.

  Νιρεύς

  Νιρεὺς καὶ Θερσίτης.

  Μένιππος

  πότερος οὖν ὁ Νιρεὺς καὶ πότερος ὁ Θερσιτης; οὐδέπω γὰρ τοῦτο δῆλον.

  Θερσίτης

  ἓν μὲν ἤδη τοῦτο ἔχω, ὅτι ὅμοιός εἰμί σοι καὶ οὐδὲν τηλικοῦτον διαφέρεις ἡλίκον σε Ὅμηρος ἐκεῖνος ὁ τυφλὸς ἐπῄνεσεν ἁπάντων εὐμορφότερον προσειπών, ἀλλ᾽ ὁ φοξὸς �
�γὼ καὶ ψεδνὸς οὐδὲν χείρων ἐφάνην τῷ δικαστῇ. ὅρα δὲ σύ, ὦ Μένιππε, ὅντινα καὶ εὐμορφότερον ἡγῇ.

 

‹ Prev