Complete Works of Homer

Home > Fantasy > Complete Works of Homer > Page 561
Complete Works of Homer Page 561

by Homer


  τιμὴν Ἀτρεί̈δῃς Ἀγαμέμνονι καὶ Μενελάῳ

  ἀρνυμένω: τὼ δ' αὖθι τέλος θανάτοιο κάλυψεν.

  οἵω τώ γε λέοντε δύω ὄρεος κορυφῇσιν

  ἐτραφέτην ὑπὸ μητρὶ βαθείης τάρφεσιν ὕλης: 555

  τὼ μὲν ἄρ' ἁρπάζοντε βόας καὶ ἴφια μῆλα

  σταθμοὺς ἀνθρώπων κεραί̈ζετον, ὄφρα καὶ αὐτὼ

  ἀνδρῶν ἐν παλάμῃσι κατέκταθεν ὀξέϊ χαλκῷ:

  τοίω τὼ χείρεσσιν ὑπ' Αἰνείαο δαμέντε

  καππεσέτην, ἐλάτῃσιν ἐοικότες ὑψηλῇσι. 560

  τὼ δὲ πεσόντ' ἐλέησεν ἀρηί̈φιλος Μενέλαος,

  βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ

  σείων ἐγχείην: τοῦ δ' ὄτρυνεν μένος Ἄρης,

  τὰ φρονέων ἵνα χερσὶν ὑπ' Αἰνείαο δαμείη.

  τὸν δ' ἴδεν Ἀντίλοχος μεγαθύμου Νέστορος υἱός, 565

  βῆ δὲ διὰ προμάχων: περὶ γὰρ δίε ποιμένι λαῶν

  μή τι πάθοι, μέγα δέ σφας ἀποσφήλειε πόνοιο.

  τὼ μὲν δὴ χεῖράς τε καὶ ἔγχεα ὀξυόεντα

  ἀντίον ἀλλήλων ἐχέτην μεμαῶτε μάχεσθαι:

  Ἀντίλοχος δὲ μάλ' ἄγχι παρίστατο ποιμένι λαῶν. 570

  Αἰνείας δ' οὐ μεῖνε θοός περ ἐὼν πολεμιστὴς

  ὡς εἶδεν δύο φῶτε παρ' ἀλλήλοισι μένοντε.

  οἳ δ' ἐπεὶ οὖν νεκροὺς ἔρυσαν μετὰ λαὸν Ἀχαιῶν,

  τὼ μὲν ἄρα δειλὼ βαλέτην ἐν χερσὶν ἑταίρων,

  αὐτὼ δὲ στρεφθέντε μετὰ πρώτοισι μαχέσθην. 575

  ἔνθα Πυλαιμένεα ἑλέτην ἀτάλαντον Ἄρηϊ

  ἀρχὸν Παφλαγόνων μεγαθύμων ἀσπιστάων.

  τὸν μὲν ἄρ' Ἀτρεί̈δης δουρικλειτὸς Μενέλαος

  ἑσταότ' ἔγχεϊ νύξε κατὰ κληῖ̈δα τυχήσας:

  Ἀντίλοχος δὲ Μύδωνα βάλ' ἡνίοχον θεράποντα 580

  ἐσθλὸν Ἀτυμνιάδην: ὃ δ' ὑπέστρεφε μώνυχας ἵππους:

  χερμαδίῳ ἀγκῶνα τυχὼν μέσον: ἐκ δ' ἄρα χειρῶν

  ἡνία λεύκ' ἐλέφαντι χαμαὶ πέσον ἐν κονίῃσιν.

  Ἀντίλοχος δ' ἄρ' ἐπαί̈ξας ξίφει ἤλασε κόρσην:

  αὐτὰρ ὅ γ' ἀσθμαίνων εὐεργέος ἔκπεσε δίφρου 585

  κύμβαχος ἐν κονίῃσιν ἐπὶ βρεχμόν τε καὶ ὤμους.

  δηθὰ μάλ' ἑστήκει: τύχε γάρ ῥ' ἀμάθοιο βαθείης:

  ὄφρ' ἵππω πλήξαντε χαμαὶ βάλον ἐν κονίῃσι:

  τοὺς ἵμασ' Ἀντίλοχος, μετὰ δὲ στρατὸν ἤλασ' Ἀχαιῶν.

  τοὺς δ' Ἕκτωρ ἐνόησε κατὰ στίχας, ὦρτο δ' ἐπ' αὐτοὺς 590

  κεκλήγων: ἅμα δὲ Τρώων εἵποντο φάλαγγες

  καρτεραί: ἦρχε δ' ἄρα σφιν Ἄρης καὶ πότνι' Ἐνυώ,

  ἣ μὲν ἔχουσα Κυδοιμὸν ἀναιδέα δηϊοτῆτος,

  Ἄρης δ' ἐν παλάμῃσι πελώριον ἔγχος ἐνώμα,

  φοίτα δ' ἄλλοτε μὲν πρόσθ' Ἕκτορος, ἄλλοτ' ὄπισθε. 595

  τὸν δὲ ἰδὼν ῥίγησε βοὴν ἀγαθὸς Διομήδης:

  ὡς δ' ὅτ' ἀνὴρ ἀπάλαμνος ἰὼν πολέος πεδίοιο

  στήῃ ἐπ' ὠκυρόῳ ποταμῷ ἅλα δὲ προρέοντι

  ἀφρῷ μορμύροντα ἰδών, ἀνά τ' ἔδραμ' ὀπίσσω,

  ὣς τότε Τυδεί̈δης ἀνεχάζετο, εἶπέ τε λαῷ: 600

  ὦ φίλοι οἷον δὴ θαυμάζομεν Ἕκτορα δῖον

  αἰχμητήν τ' ἔμεναι καὶ θαρσαλέον πολεμιστήν:

  τῷ δ' αἰεὶ πάρα εἷς γε θεῶν, ὃς λοιγὸν ἀμύνει:

  καὶ νῦν οἱ πάρα κεῖνος Ἄρης βροτῷ ἀνδρὶ ἐοικώς.

  ἀλλὰ πρὸς Τρῶας τετραμμένοι αἰὲν ὀπίσσω 605

  εἴκετε, μηδὲ θεοῖς μενεαινέμεν ἶφι μάχεσθαι.

  ὣς ἄρ' ἔφη, Τρῶες δὲ μάλα σχεδὸν ἤλυθον αὐτῶν.

  ἔνθ' Ἕκτωρ δύο φῶτε κατέκτανεν εἰδότε χάρμης

  εἰν ἑνὶ δίφρῳ ἐόντε, Μενέσθην Ἀγχίαλόν τε.

  τὼ δὲ πεσόντ' ἐλέησε μέγας Τελαμώνιος Αἴας: 610

  στῆ δὲ μάλ' ἐγγὺς ἰών, καὶ ἀκόντισε δουρὶ φαεινῷ,

  καὶ βάλεν Ἄμφιον Σελάγου υἱόν, ὅς ῥ' ἐνὶ Παισῷ

  ναῖε πολυκτήμων πολυλήϊος: ἀλλά ἑ μοῖρα

  ἦγ' ἐπικουρήσοντα μετὰ Πρίαμόν τε καὶ υἷας.

  τόν ῥα κατὰ ζωστῆρα βάλεν Τελαμώνιος Αἴας, 615

  νειαίρῃ δ' ἐν γαστρὶ πάγη δολιχόσκιον ἔγχος,

  δούπησεν δὲ πεσών: ὃ δ' ἐπέδραμε φαίδιμος Αἴας

  τεύχεα συλήσων: Τρῶες δ' ἐπὶ δούρατ' ἔχευαν

  ὀξέα παμφανόωντα: σάκος δ' ἀνεδέξατο πολλά.

  αὐτὰρ ὃ λὰξ προσβὰς ἐκ νεκροῦ χάλκεον ἔγχος 620

  ἐσπάσατ': οὐδ' ἄρ' ἔτ' ἄλλα δυνήσατο τεύχεα καλὰ

  ὤμοιιν ἀφελέσθαι: ἐπείγετο γὰρ βελέεσσι.

  δεῖσε δ' ὅ γ' ἀμφίβασιν κρατερὴν Τρώων ἀγερώχων,

  οἳ πολλοί τε καὶ ἐσθλοὶ ἐφέστασαν ἔγχε' ἔχοντες,

  οἵ ἑ μέγαν περ ἐόντα καὶ ἴφθιμον καὶ ἀγαυὸν 625

  ὦσαν ἀπὸ σφείων: ὃ δὲ χασσάμενος πελεμίχθη.

  ὣς οἳ μὲν πονέοντο κατὰ κρατερὴν ὑσμίνην:

  Τληπόλεμον δ' Ἡρακλεί̈δην ἠύ̈ν τε μέγαν τε

  ὦρσεν ἐπ' ἀντιθέῳ Σαρπηδόνι μοῖρα κραταιή.

  οἳ δ' ὅτε δὴ σχεδὸν ἦσαν ἐπ' ἀλλήλοισιν ἰόντες 630

  υἱός θ' υἱωνός τε Διὸς νεφεληγερέταο,

  τὸν καὶ Τληπόλεμος πρότερος πρὸς μῦθον ἔειπε:

  Σαρπῆδον Λυκίων βουληφόρε, τίς τοι ἀνάγκη

  πτώσσειν ἐνθάδ' ἐόντι μάχης ἀδαήμονι φωτί;

  ψευδόμενοι δέ σέ φασι Διὸς γόνον αἰγιόχοιο
635

  εἶναι, ἐπεὶ πολλὸν κείνων ἐπιδεύεαι ἀνδρῶν

  οἳ Διὸς ἐξεγένοντο ἐπὶ προτέρων ἀνθρώπων:

  ἀλλ' οἷόν τινά φασι βίην Ἡρακληείην

  εἶναι, ἐμὸν πατέρα θρασυμέμνονα θυμολέοντα:

  ὅς ποτε δεῦρ' ἐλθὼν ἕνεχ' ἵππων Λαομέδοντος 640

  ἓξ οἴῃς σὺν νηυσὶ καὶ ἀνδράσι παυροτέροισιν

  Ἰλίου ἐξαλάπαξε πόλιν, χήρωσε δ' ἀγυιάς:

  σοὶ δὲ κακὸς μὲν θυμός, ἀποφθινύθουσι δὲ λαοί.

  οὐδέ τί σε Τρώεσσιν ὀί̈ομαι ἄλκαρ ἔσεσθαι

  ἐλθόντ' ἐκ Λυκίης, οὐδ' εἰ μάλα καρτερός ἐσσι, 645

  ἀλλ' ὑπ' ἐμοὶ δμηθέντα πύλας Ἀί̈δαο περήσειν.

  τὸν δ' αὖ Σαρπηδὼν Λυκίων ἀγὸς ἀντίον ηὔδα:

  Τληπόλεμ' ἤτοι κεῖνος ἀπώλεσεν Ἴλιον ἱρὴν

  ἀνέρος ἀφραδίῃσιν ἀγαυοῦ Λαομέδοντος,

  ὅς ῥά μιν εὖ ἕρξαντα κακῷ ἠνίπαπε μύθῳ, 650

  οὐδ' ἀπέδωχ' ἵππους, ὧν εἵνεκα τηλόθεν ἦλθε.

  σοὶ δ' ἐγὼ ἐνθάδε φημὶ φόνον καὶ κῆρα μέλαιναν

  ἐξ ἐμέθεν τεύξεσθαι, ἐμῷ δ' ὑπὸ δουρὶ δαμέντα

  εὖχος ἐμοὶ δώσειν, ψυχὴν δ' Ἄϊδι κλυτοπώλῳ.

  ὣς φάτο Σαρπηδών, ὃ δ' ἀνέσχετο μείλινον ἔγχος 655

  Τληπόλεμος: καὶ τῶν μὲν ἁμαρτῇ δούρατα μακρὰ

  ἐκ χειρῶν ἤϊξαν: ὃ μὲν βάλεν αὐχένα μέσσον

  Σαρπηδών, αἰχμὴ δὲ διαμπερὲς ἦλθ' ἀλεγεινή:

  τὸν δὲ κατ' ὀφθαλμῶν ἐρεβεννὴ νὺξ ἐκάλυψε.

  Τληπόλεμος δ' ἄρα μηρὸν ἀριστερὸν ἔγχεϊ μακρῷ 660

  βεβλήκειν, αἰχμὴ δὲ διέσσυτο μαιμώωσα

  ὀστέω ἐγχριμφθεῖσα, πατὴρ δ' ἔτι λοιγὸν ἄμυνεν.

  οἳ μὲν ἄρ' ἀντίθεον Σαρπηδόνα δῖοι ἑταῖροι

  ἐξέφερον πολέμοιο: βάρυνε δέ μιν δόρυ μακρὸν

  ἑλκόμενον: τὸ μὲν οὔ τις ἐπεφράσατ' οὐδὲ νόησε 665

  μηροῦ ἐξερύσαι δόρυ μείλινον ὄφρ' ἐπιβαίη

  σπευδόντων: τοῖον γὰρ ἔχον πόνον ἀμφιέποντες.

  Τληπόλεμον δ' ἑτέρωθεν ἐϋκνήμιδες Ἀχαιοὶ

  ἐξέφερον πολέμοιο: νόησε δὲ δῖος Ὀδυσσεὺς

  τλήμονα θυμὸν ἔχων, μαίμησε δέ οἱ φίλον ἦτορ: 670

  μερμήριξε δ' ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν

  ἢ προτέρω Διὸς υἱὸν ἐριγδούποιο διώκοι,

  ἦ ὅ γε τῶν πλεόνων Λυκίων ἀπὸ θυμὸν ἕλοιτο.

  οὐδ' ἄρ' Ὀδυσσῆϊ μεγαλήτορι μόρσιμον ἦεν

  ἴφθιμον Διὸς υἱὸν ἀποκτάμεν ὀξέϊ χαλκῷ: 675

  τώ ῥα κατὰ πληθὺν Λυκίων τράπε θυμὸν Ἀθήνη.

  ἔνθ' ὅ γε Κοίρανον εἷλεν Ἀλάστορά τε Χρομίον τε

  Ἄλκανδρόν θ' Ἅλιόν τε Νοήμονά τε Πρύτανίν τε.

  καί νύ κ' ἔτι πλέονας Λυκίων κτάνε δῖος Ὀδυσσεὺς

  εἰ μὴ ἄρ' ὀξὺ νόησε μέγας κορυθαίολος Ἕκτωρ: 680

  βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ

  δεῖμα φέρων Δαναοῖσι: χάρη δ' ἄρα οἱ προσιόντι

  Σαρπηδὼν Διὸς υἱός, ἔπος δ' ὀλοφυδνὸν ἔειπε:

  Πριαμίδη, μὴ δή με ἕλωρ Δαναοῖσιν ἐάσῃς

  κεῖσθαι, ἀλλ' ἐπάμυνον: ἔπειτά με καὶ λίποι αἰὼν 685

  ἐν πόλει ὑμετέρῃ, ἐπεὶ οὐκ ἄρ' ἔμελλον ἔγωγε

  νοστήσας οἶκον δὲ φίλην ἐς πατρίδα γαῖαν

  εὐφρανέειν ἄλοχόν τε φίλην καὶ νήπιον υἱόν.

  ὣς φάτο, τὸν δ' οὔ τι προσέφη κορυθαίολος Ἕκτωρ,

  ἀλλὰ παρήϊξεν λελιημένος ὄφρα τάχιστα 690

  ὤσαιτ' Ἀργείους, πολέων δ' ἀπὸ θυμὸν ἕλοιτο.

  οἳ μὲν ἄρ' ἀντίθεον Σαρπηδόνα δῖοι ἑταῖροι

  εἷσαν ὑπ' αἰγιόχοιο Διὸς περικαλλέϊ φηγῷ:

  ἐκ δ' ἄρα οἱ μηροῦ δόρυ μείλινον ὦσε θύραζε

  ἴφθιμος Πελάγων, ὅς οἱ φίλος ἦεν ἑταῖρος. 695

  τὸν δ' ἔλιπε ψυχή, κατὰ δ' ὀφθαλμῶν κέχυτ' ἀχλύς:

  αὖτις δ' ἐμπνύνθη, περὶ δὲ πνοιὴ Βορέαο

  ζώγρει ἐπιπνείουσα κακῶς κεκαφηότα θυμόν.

  Ἀργεῖοι δ' ὑπ' Ἄρηϊ καὶ Ἕκτορι χαλκοκορυστῇ

  οὔτε ποτὲ προτρέποντο μελαινάων ἐπὶ νηῶν 700

  οὔτε ποτ' ἀντεφέροντο μάχῃ, ἀλλ' αἰὲν ὀπίσσω

  χάζονθ', ὡς ἐπύθοντο μετὰ Τρώεσσιν Ἄρηα.

  ἔνθα τίνα πρῶτον τίνα δ' ὕστατον ἐξενάριξαν

  Ἕκτωρ τε Πριάμοιο πάϊς καὶ χάλκεος Ἄρης;

  ἀντίθεον Τεύθραντ', ἐπὶ δὲ πλήξιππον Ὀρέστην, 705

  Τρῆχόν τ' αἰχμητὴν Αἰτώλιον Οἰνόμαόν τε,

  Οἰνοπίδην θ' Ἕλενον καὶ Ὀρέσβιον αἰολομίτρην,

  ὅς ῥ' ἐν Ὕλῃ ναίεσκε μέγα πλούτοιο μεμηλώς,

  λίμνῃ κεκλιμένος Κηφισίδι: πὰρ δέ οἱ ἄλλοι

  ναῖον Βοιωτοὶ μάλα πίονα δῆμον ἔχοντες. 710

  τοὺς δ' ὡς οὖν ἐνόησε θεὰ λευκώλενος Ἥρη

  Ἀργείους ὀλέκοντας ἐνὶ κρατερῇ ὑσμίνῃ,

  αὐτίκ' Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα:

  ὢ πόποι αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη,

  ἦ ῥ' ἅλιον τὸν μῦθον ὑπέστημεν Μενελάῳ 715

  Ἴλιον ἐκπέρσαντ' εὐτείχεον ἀπονέεσθαι,

  εἰ οὕτω μαίνεσθαι ἐάσομεν οὖλον Ἄρηα.

  ἀλλ' ἄγε δὴ καὶ νῶϊ μεδώμεθα θούριδος ἀλκῆς.

  ὣς ἔφατ', οὐδ' ἀπίθησε θεὰ γλαυκῶπις Ἀθήνη.

  ἣ μὲν ἐποιχομένη χρυσάμ�
�υκας ἔντυεν ἵππους 720

  Ἥρη πρέσβα θεὰ θυγάτηρ μεγάλοιο Κρόνοιο:

  Ἥβη δ' ἀμφ' ὀχέεσσι θοῶς βάλε καμπύλα κύκλα

  χάλκεα ὀκτάκνημα σιδηρέῳ ἄξονι ἀμφίς.

  τῶν ἤτοι χρυσέη ἴτυς ἄφθιτος, αὐτὰρ ὕπερθε

  χάλκε' ἐπίσσωτρα προσαρηρότα, θαῦμα ἰδέσθαι: 725

  πλῆμναι δ' ἀργύρου εἰσὶ περίδρομοι ἀμφοτέρωθεν:

  δίφρος δὲ χρυσέοισι καὶ ἀργυρέοισιν ἱμᾶσιν

  ἐντέταται, δοιαὶ δὲ περίδρομοι ἄντυγές εἰσι.

  τοῦ δ' ἐξ ἀργύρεος ῥυμὸς πέλεν: αὐτὰρ ἐπ' ἄκρῳ

  δῆσε χρύσειον καλὸν ζυγόν, ἐν δὲ λέπαδνα 730

  κάλ' ἔβαλε χρύσει': ὑπὸ δὲ ζυγὸν ἤγαγεν Ἥρη

  ἵππους ὠκύποδας, μεμαυῖ' ἔριδος καὶ ἀϋτῆς.

  αὐτὰρ Ἀθηναίη κούρη Διὸς αἰγιόχοιο

  πέπλον μὲν κατέχευεν ἑανὸν πατρὸς ἐπ' οὔδει

  ποικίλον, ὅν ῥ' αὐτὴ ποιήσατο καὶ κάμε χερσίν: 735

  ἣ δὲ χιτῶν' ἐνδῦσα Διὸς νεφεληγερέταο

  τεύχεσιν ἐς πόλεμον θωρήσσετο δακρυόεντα.

  ἀμφὶ δ' ἄρ' ὤμοισιν βάλετ' αἰγίδα θυσσανόεσσαν

  δεινήν, ἣν περὶ μὲν πάντῃ Φόβος ἐστεφάνωται,

  ἐν δ' Ἔρις, ἐν δ' Ἀλκή, ἐν δὲ κρυόεσσα Ἰωκή, 740

  ἐν δέ τε Γοργείη κεφαλὴ δεινοῖο πελώρου

  δεινή τε σμερδνή τε, Διὸς τέρας αἰγιόχοιο.

  κρατὶ δ' ἐπ' ἀμφίφαλον κυνέην θέτο τετραφάληρον

 

‹ Prev