Complete Works of Homer

Home > Fantasy > Complete Works of Homer > Page 569
Complete Works of Homer Page 569

by Homer


  τρὶς μὲν μερμήριξε κατὰ φρένα καὶ κατὰ θυμόν,

  τρὶς δ' ἄρ' ἀπ' Ἰδαίων ὀρέων κτύπε μητίετα Ζεὺς 170

  σῆμα τιθεὶς Τρώεσσι μάχης ἑτεραλκέα νίκην.

  Ἕκτωρ δὲ Τρώεσσιν ἐκέκλετο μακρὸν ἀύ̈σας:

  Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ

  ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς.

  γιγνώσκω δ' ὅτι μοι πρόφρων κατένευσε Κρονίων 175

  νίκην καὶ μέγα κῦδος, ἀτὰρ Δαναοῖσί γε πῆμα:

  νήπιοι οἳ ἄρα δὴ τάδε τείχεα μηχανόωντο

  ἀβλήχρ' οὐδενόσωρα: τὰ δ' οὐ μένος ἁμὸν ἐρύξει:

  ἵπποι δὲ ῥέα τάφρον ὑπερθορέονται ὀρυκτήν.

  ἀλλ' ὅτε κεν δὴ νηυσὶν ἔπι γλαφυρῇσι γένωμαι, 180

  μνημοσύνη τις ἔπειτα πυρὸς δηί̈οιο γενέσθω,

  ὡς πυρὶ νῆας ἐνιπρήσω, κτείνω δὲ καὶ αὐτοὺς

  Ἀργείους παρὰ νηυσὶν ἀτυζομένους ὑπὸ καπνοῦ.

  ὣς εἰπὼν ἵπποισιν ἐκέκλετο φώνησέν τε:

  Ξάνθέ τε καὶ σὺ Πόδαργε καὶ Αἴθων Λάμπέ τε δῖε 185

  νῦν μοι τὴν κομιδὴν ἀποτίνετον, ἣν μάλα πολλὴν

  Ἀνδρομάχη θυγάτηρ μεγαλήτορος Ἠετίωνος

  ὑμῖν πὰρ προτέροισι μελίφρονα πυρὸν ἔθηκεν

  οἶνόν τ' ἐγκεράσασα πιεῖν, ὅτε θυμὸς ἀνώγοι,

  ἢ ἐμοί, ὅς πέρ οἱ θαλερὸς πόσις εὔχομαι εἶναι. 190

  ἀλλ' ἐφομαρτεῖτον καὶ σπεύδετον ὄφρα λάβωμεν

  ἀσπίδα Νεστορέην, τῆς νῦν κλέος οὐρανὸν ἵκει

  πᾶσαν χρυσείην ἔμεναι, κανόνας τε καὶ αὐτήν,

  αὐτὰρ ἀπ' ὤμοιιν Διομήδεος ἱπποδάμοιο

  δαιδάλεον θώρηκα, τὸν Ἥφαιστος κάμε τεύχων. 195

  εἰ τούτω κε λάβοιμεν, ἐελποίμην κεν Ἀχαιοὺς

  αὐτονυχὶ νηῶν ἐπιβησέμεν ὠκειάων.

  ὣς ἔφατ' εὐχόμενος, νεμέσησε δὲ πότνια Ἥρη,

  σείσατο δ' εἰνὶ θρόνῳ, ἐλέλιξε δὲ μακρὸν Ὄλυμπον,

  καί ῥα Ποσειδάωνα μέγαν θεὸν ἀντίον ηὔδα: 200

  ὢ πόποι ἐννοσίγαι' εὐρυσθενές, οὐδέ νυ σοί περ

  ὀλλυμένων Δαναῶν ὀλοφύρεται ἐν φρεσὶ θυμός.

  οἳ δέ τοι εἰς Ἑλίκην τε καὶ Αἰγὰς δῶρ' ἀνάγουσι

  πολλά τε καὶ χαρίεντα: σὺ δέ σφισι βούλεο νίκην.

  εἴ περ γάρ κ' ἐθέλοιμεν, ὅσοι Δαναοῖσιν ἀρωγοί, 205

  Τρῶας ἀπώσασθαι καὶ ἐρυκέμεν εὐρύοπα Ζῆν,

  αὐτοῦ κ' ἔνθ' ἀκάχοιτο καθήμενος οἶος ἐν Ἴδῃ.

  τὴν δὲ μέγ' ὀχθήσας προσέφη κρείων ἐνοσίχθων:

  Ἥρη ἀπτοεπὲς ποῖον τὸν μῦθον ἔειπες.

  οὐκ ἂν ἔγωγ' ἐθέλοιμι Διὶ Κρονίωνι μάχεσθαι 210

  ἡμέας τοὺς ἄλλους, ἐπεὶ ἦ πολὺ φέρτερός ἐστιν.

  ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον:

  τῶν δ' ὅσον ἐκ νηῶν ἀπὸ πύργου τάφρος ἔεργε

  πλῆθεν ὁμῶς ἵππων τε καὶ ἀνδρῶν ἀσπιστάων

  εἰλομένων: εἴλει δὲ θοῷ ἀτάλαντος Ἄρηϊ 215

  Ἕκτωρ Πριαμίδης, ὅτε οἱ Ζεὺς κῦδος ἔδωκε.

  καί νύ κ' ἐνέπρησεν πυρὶ κηλέῳ νῆας ἐί̈σας,

  εἰ μὴ ἐπὶ φρεσὶ θῆκ' Ἀγαμέμνονι πότνια Ἥρη

  αὐτῷ ποιπνύσαντι θοῶς ὀτρῦναι Ἀχαιούς.

  βῆ δ' ἰέναι παρά τε κλισίας καὶ νῆας Ἀχαιῶν 220

  πορφύρεον μέγα φᾶρος ἔχων ἐν χειρὶ παχείῃ,

  στῆ δ' ἐπ' Ὀδυσσῆος μεγακήτεϊ νηὶ̈ μελαίνῃ,

  ἥ ῥ' ἐν μεσσάτῳ ἔσκε γεγωνέμεν ἀμφοτέρωσε,

  ἠμὲν ἐπ' Αἴαντος κλισίας Τελαμωνιάδαο

  ἠδ' ἐπ' Ἀχιλλῆος, τοί ῥ' ἔσχατα νῆας ἐί̈σας 225

  εἴρυσαν, ἠνορέῃ πίσυνοι καὶ κάρτεϊ χειρῶν:

  ἤϋσεν δὲ διαπρύσιον Δαναοῖσι γεγωνώς:

  αἰδὼς Ἀργεῖοι, κάκ' ἐλέγχεα, εἶδος ἀγητοί:

  πῇ ἔβαν εὐχωλαί, ὅτε δὴ φάμεν εἶναι ἄριστοι,

  ἃς ὁπότ' ἐν Λήμνῳ κενεαυχέες ἠγοράασθε, 230

  ἔσθοντες κρέα πολλὰ βοῶν ὀρθοκραιράων

  πίνοντες κρητῆρας ἐπιστεφέας οἴνοιο,

  Τρώων ἄνθ' ἑκατόν τε διηκοσίων τε ἕκαστος

  στήσεσθ' ἐν πολέμῳ: νῦν δ' οὐδ' ἑνὸς ἄξιοί εἰμεν

  Ἕκτορος, ὃς τάχα νῆας ἐνιπρήσει πυρὶ κηλέῳ. 235

  Ζεῦ πάτερ, ἦ ῥά τιν' ἤδη ὑπερμενέων βασιλήων

  τῇδ' ἄτῃ ἄασας καί μιν μέγα κῦδος ἀπηύρας;

  οὐ μὲν δή ποτέ φημι τεὸν περικαλλέα βωμὸν

  νηὶ̈ πολυκλήϊδι παρελθέμεν ἐνθάδε ἔρρων,

  ἀλλ' ἐπὶ πᾶσι βοῶν δημὸν καὶ μηρί' ἔκηα 240

  ἱέμενος Τροίην εὐτείχεον ἐξαλαπάξαι.

  ἀλλὰ Ζεῦ τόδε πέρ μοι ἐπικρήηνον ἐέλδωρ:

  αὐτοὺς δή περ ἔασον ὑπεκφυγέειν καὶ ἀλύξαι,

  μηδ' οὕτω Τρώεσσιν ἔα δάμνασθαι Ἀχαιούς.

  ὣς φάτο, τὸν δὲ πατὴρ ὀλοφύρατο δάκρυ χέοντα, 245

  νεῦσε δέ οἱ λαὸν σόον ἔμμεναι οὐδ' ἀπολέσθαι.

  αὐτίκα δ' αἰετὸν ἧκε τελειότατον πετεηνῶν,

  νεβρὸν ἔχοντ' ὀνύχεσσι τέκος ἐλάφοιο ταχείης:

  πὰρ δὲ Διὸς βωμῷ περικαλλέϊ κάββαλε νεβρόν,

  ἔνθα πανομφαίῳ Ζηνὶ ῥέζεσκον Ἀχαιοί. 250

  οἳ δ' ὡς οὖν εἴδονθ' ὅ τ' ἄρ' ἐκ Διὸς ἤλυθεν ὄρνις,

  μᾶλλον ἐπὶ Τρώεσσι θόρον, μνήσαντο δὲ χάρμης.

  ἔνθ' οὔ τις πρότερο
ς Δαναῶν πολλῶν περ ἐόντων

  εὔξατο Τυδεί̈δαο πάρος σχέμεν ὠκέας ἵππους

  τάφρου τ' ἐξελάσαι καὶ ἐναντίβιον μαχέσασθαι, 255

  ἀλλὰ πολὺ πρῶτος Τρώων ἕλεν ἄνδρα κορυστὴν

  Φραδμονίδην Ἀγέλαον: ὃ μὲν φύγαδ' ἔτραπεν ἵππους:

  τῷ δὲ μεταστρεφθέντι μεταφρένῳ ἐν δόρυ πῆξεν

  ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσεν:

  ἤριπε δ' ἐξ ὀχέων, ἀράβησε δὲ τεύχε' ἐπ' αὐτῷ. 260

  τὸν δὲ μετ' Ἀτρεί̈δαι Ἀγαμέμνων καὶ Μενέλαος,

  τοῖσι δ' ἐπ' Αἴαντες θοῦριν ἐπιειμένοι ἀλκήν,

  τοῖσι δ' ἐπ' Ἰδομενεὺς καὶ ὀπάων Ἰδομενῆος

  Μηριόνης ἀτάλαντος Ἐνυαλίῳ ἀνδρειφόντῃ,

  τοῖσι δ' ἐπ' Εὐρύπυλος Εὐαίμονος ἀγλαὸς υἱός: 265

  Τεῦκρος δ' εἴνατος ἦλθε παλίντονα τόξα τιταίνων,

  στῆ δ' ἄρ' ὑπ' Αἴαντος σάκεϊ Τελαμωνιάδαο.

  ἔνθ' Αἴας μὲν ὑπεξέφερεν σάκος: αὐτὰρ ὅ γ' ἥρως

  παπτήνας, ἐπεὶ ἄρ τιν' ὀϊστεύσας ἐν ὁμίλῳ

  βεβλήκοι, ὃ μὲν αὖθι πεσὼν ἀπὸ θυμὸν ὄλεσσεν, 270

  αὐτὰρ ὃ αὖτις ἰὼν πάϊς ὣς ὑπὸ μητέρα δύσκεν

  εἰς Αἴανθ': ὃ δέ μιν σάκεϊ κρύπτασκε φαεινῷ.

  ἔνθα τίνα πρῶτον Τρώων ἕλε Τεῦκρος ἀμύμων;

  Ὀρσίλοχον μὲν πρῶτα καὶ Ὄρμενον ἠδ' Ὀφελέστην

  Δαίτορά τε Χρομίον τε καὶ ἀντίθεον Λυκοφόντην 275

  καὶ Πολυαιμονίδην Ἀμοπάονα καὶ Μελάνιππον,

  πάντας ἐπασσυτέρους πέλασε χθονὶ πουλυβοτείρῃ.

  τὸν δὲ ἰδὼν γήθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων

  τόξου ἄπο κρατεροῦ Τρώων ὀλέκοντα φάλαγγας:

  στῆ δὲ παρ' αὐτὸν ἰὼν καί μιν πρὸς μῦθον ἔειπε: 280

  Τεῦκρε φίλη κεφαλή, Τελαμώνιε κοίρανε λαῶν

  βάλλ' οὕτως, αἴ κέν τι φόως Δαναοῖσι γένηαι

  πατρί τε σῷ Τελαμῶνι, ὅ σ' ἔτρεφε τυτθὸν ἐόντα,

  καί σε νόθον περ ἐόντα κομίσσατο ᾧ ἐνὶ οἴκῳ:

  τὸν καὶ τηλόθ' ἐόντα ἐϋκλείης ἐπίβησον. 285

  σοὶ δ' ἐγὼ ἐξερέω ὡς καὶ τετελεσμένον ἔσται:

  αἴ κέν μοι δώῃ Ζεύς τ' αἰγίοχος καὶ Ἀθήνη

  Ἰλίου ἐξαλαπάξαι ἐϋκτίμενον πτολίεθρον,

  πρώτῳ τοι μετ' ἐμὲ πρεσβήϊον ἐν χερὶ θήσω,

  ἢ τρίποδ' ἠὲ δύω ἵππους αὐτοῖσιν ὄχεσφιν 290

  ἠὲ γυναῖχ', ἥ κέν τοι ὁμὸν λέχος εἰσαναβαίνοι.

  τὸν δ' ἀπαμειβόμενος προσεφώνεε Τεῦκρος ἀμύμων:

  Ἀτρεί̈δη κύδιστε τί με σπεύδοντα καὶ αὐτὸν

  ὀτρύνεις; οὐ μέν τοι ὅση δύναμίς γε πάρεστι

  παύομαι, ἀλλ' ἐξ οὗ προτὶ Ἴλιον ὠσάμεθ' αὐτοὺς 295

  ἐκ τοῦ δὴ τόξοισι δεδεγμένος ἄνδρας ἐναίρω.

  ὀκτὼ δὴ προέηκα τανυγλώχινας ὀϊστούς,

  πάντες δ' ἐν χροὶ̈ πῆχθεν ἀρηϊθόων αἰζηῶν:

  τοῦτον δ' οὐ δύναμαι βαλέειν κύνα λυσσητῆρα.

  ἦ ῥα καὶ ἄλλον ὀϊστὸν ἀπὸ νευρῆφιν ἴαλλεν 300

  Ἕκτορος ἀντικρύ, βαλέειν δέ ἑ ἵετο θυμός:

  καὶ τοῦ μέν ῥ' ἀφάμαρθ', ὃ δ' ἀμύμονα Γοργυθίωνα

  υἱὸν ἐὺ̈ν Πριάμοιο κατὰ στῆθος βάλεν ἰῷ,

  τόν ῥ' ἐξ Αἰσύμηθεν ὀπυιομένη τέκε μήτηρ

  καλὴ Καστιάνειρα δέμας ἐϊκυῖα θεῇσι. 305

  μήκων δ' ὡς ἑτέρωσε κάρη βάλεν, ἥ τ' ἐνὶ κήπῳ

  καρπῷ βριθομένη νοτίῃσί τε εἰαρινῇσιν,

  ὣς ἑτέρωσ' ἤμυσε κάρη πήληκι βαρυνθέν.

  Τεῦκρος δ' ἄλλον ὀϊστὸν ἀπὸ νευρῆφιν ἴαλλεν

  Ἕκτορος ἀντικρύ, βαλέειν δέ ἑ ἵετο θυμός. 310

  ἀλλ' ὅ γε καὶ τόθ' ἅμαρτε: παρέσφηλεν γὰρ Ἀπόλλων:

  ἀλλ' Ἀρχεπτόλεμον θρασὺν Ἕκτορος ἡνιοχῆα

  ἱέμενον πόλεμον δὲ βάλε στῆθος παρὰ μαζόν:

  ἤριπε δ' ἐξ ὀχέων, ὑπερώησαν δέ οἱ ἵπποι

  ὠκύποδες: τοῦ δ' αὖθι λύθη ψυχή τε μένος τε. 315

  Ἕκτορα δ' αἰνὸν ἄχος πύκασε φρένας ἡνιόχοιο:

  τὸν μὲν ἔπειτ' εἴασε καὶ ἀχνύμενός περ ἑταίρου,

  Κεβριόνην δ' ἐκέλευσεν ἀδελφεὸν ἐγγὺς ἐόντα

  ἵππων ἡνί' ἑλεῖν: ὃ δ' ἄρ' οὐκ ἀπίθησεν ἀκούσας.

  αὐτὸς δ' ἐκ δίφροιο χαμαὶ θόρε παμφανόωντος 320

  σμερδαλέα ἰάχων: ὃ δὲ χερμάδιον λάβε χειρί,

  βῆ δ' ἰθὺς Τεύκρου, βαλέειν δέ ἑ θυμὸς ἀνώγει.

  ἤτοι ὃ μὲν φαρέτρης ἐξείλετο πικρὸν ὀϊστόν,

  θῆκε δ' ἐπὶ νευρῇ: τὸν δ' αὖ κορυθαίολος Ἕκτωρ

  αὐερύοντα παρ' ὦμον, ὅθι κληὶ̈ς ἀποέργει 325

  αὐχένα τε στῆθός τε, μάλιστα δὲ καίριόν ἐστι,

  τῇ ῥ' ἐπὶ οἷ μεμαῶτα βάλεν λίθῳ ὀκριόεντι,

  ῥῆξε δέ οἱ νευρήν: νάρκησε δὲ χεὶρ ἐπὶ καρπῷ,

  στῆ δὲ γνὺξ ἐριπών, τόξον δέ οἱ ἔκπεσε χειρός.

  Αἴας δ' οὐκ ἀμέλησε κασιγνήτοιο πεσόντος, 330

  ἀλλὰ θέων περίβη καί οἱ σάκος ἀμφεκάλυψε.

  τὸν μὲν ἔπειθ' ὑποδύντε δύω ἐρίηρες ἑταῖροι

  Μηκιστεὺς Ἐχίοιο πάϊς καὶ δῖος Ἀλάστωρ

  νῆας ἔπι γλαφυρὰς φερέτην βαρέα στενάχοντα.

  ἂψ δ' αὖτις Τρώεσσιν Ὀλύμπιος ἐν μένος ὦρσεν: 335

  οἳ δ' ἰθὺς τάφροιο βαθείης ὦσαν Ἀχαιούς:


  Ἕκτωρ δ' ἐν πρώτοισι κίε σθένεϊ βλεμεαίνων.

  ὡς δ' ὅτε τίς τε κύων συὸς ἀγρίου ἠὲ λέοντος

  ἅπτηται κατόπισθε ποσὶν ταχέεσσι διώκων

  ἰσχία τε γλουτούς τε, ἑλισσόμενόν τε δοκεύει, 340

  ὣς Ἕκτωρ ὤπαζε κάρη κομόωντας Ἀχαιούς,

  αἰὲν ἀποκτείνων τὸν ὀπίστατον: οἳ δὲ φέβοντο.

  αὐτὰρ ἐπεὶ διά τε σκόλοπας καὶ τάφρον ἔβησαν

  φεύγοντες, πολλοὶ δὲ δάμεν Τρώων ὑπὸ χερσίν,

  οἳ μὲν δὴ παρὰ νηυσὶν ἐρητύοντο μένοντες, 345

  ἀλλήλοισί τε κεκλόμενοι καὶ πᾶσι θεοῖσι

  χεῖρας ἀνίσχοντες μεγάλ' εὐχετόωντο ἕκαστος:

  Ἕκτωρ δ' ἀμφιπεριστρώφα καλλίτριχας ἵππους

  Γοργοῦς ὄμματ' ἔχων ἠδὲ βροτολοιγοῦ Ἄρηος.

  τοὺς δὲ ἰδοῦσ' ἐλέησε θεὰ λευκώλενος Ἥρη, 350

  αἶψα δ' Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα:

  ὢ πόποι αἰγιόχοιο Διὸς τέκος οὐκέτι νῶϊ

  ὀλλυμένων Δαναῶν κεκαδησόμεθ' ὑστάτιόν περ;

  οἵ κεν δὴ κακὸν οἶτον ἀναπλήσαντες ὄλωνται

  ἀνδρὸς ἑνὸς ῥιπῇ, ὃ δὲ μαίνεται οὐκέτ' ἀνεκτῶς 355

  Ἕκτωρ Πριαμίδης, καὶ δὴ κακὰ πολλὰ ἔοργε.

  τὴν δ' αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη:

  καὶ λίην οὗτός γε μένος θυμόν τ' ὀλέσειε

  χερσὶν ὑπ' Ἀργείων φθίμενος ἐν πατρίδι γαίῃ:

  ἀλλὰ πατὴρ οὑμὸς φρεσὶ μαίνεται οὐκ ἀγαθῇσι 360

 

‹ Prev