Complete Works of Homer

Home > Fantasy > Complete Works of Homer > Page 592
Complete Works of Homer Page 592

by Homer


  εἰ μὲν δὴ σύ γ' ἔπειτα βοῶπις πότνια Ἥρη

  ἶσον ἐμοὶ φρονέουσα μετ' ἀθανάτοισι καθίζοις, 50

  τώ κε Ποσειδάων γε, καὶ εἰ μάλα βούλεται ἄλλῃ,

  αἶψα μεταστρέψειε νόον μετὰ σὸν καὶ ἐμὸν κῆρ.

  ἀλλ' εἰ δή ῥ' ἐτεόν γε καὶ ἀτρεκέως ἀγορεύεις,

  ἔρχεο νῦν μετὰ φῦλα θεῶν, καὶ δεῦρο κάλεσσον

  Ἶρίν τ' ἐλθέμεναι καὶ Ἀπόλλωνα κλυτότοξον, 55

  ὄφρ' ἣ μὲν μετὰ λαὸν Ἀχαιῶν χαλκοχιτώνων

  ἔλθῃ, καὶ εἴπῃσι Ποσειδάωνι ἄνακτι

  παυσάμενον πολέμοιο τὰ ἃ πρὸς δώμαθ' ἱκέσθαι,

  Ἕκτορα δ' ὀτρύνῃσι μάχην ἐς Φοῖβος Ἀπόλλων,

  αὖτις δ' ἐμπνεύσῃσι μένος, λελάθῃ δ' ὀδυνάων 60

  αἳ νῦν μιν τείρουσι κατὰ φρένας, αὐτὰρ Ἀχαιοὺς

  αὖτις ἀποστρέψῃσιν ἀνάλκιδα φύζαν ἐνόρσας,

  φεύγοντες δ' ἐν νηυσὶ πολυκλήϊσι πέσωσι

  Πηλεί̈δεω Ἀχιλῆος: ὃ δ' ἀνστήσει ὃν ἑταῖρον

  Πάτροκλον: τὸν δὲ κτενεῖ ἔγχεϊ φαίδιμος Ἕκτωρ 65

  Ἰλίου προπάροιθε πολέας ὀλέσαντ' αἰζηοὺς

  τοὺς ἄλλους, μετὰ δ' υἱὸν ἐμὸν Σαρπηδόνα δῖον.

  τοῦ δὲ χολωσάμενος κτενεῖ Ἕκτορα δῖος Ἀχιλλεύς.

  ἐκ τοῦ δ' ἄν τοι ἔπειτα παλίωξιν παρὰ νηῶν

  αἰὲν ἐγὼ τεύχοιμι διαμπερὲς εἰς ὅ κ' Ἀχαιοὶ 70

  Ἴλιον αἰπὺ ἕλοιεν Ἀθηναίης διὰ βουλάς.

  τὸ πρὶν δ' οὔτ' ἄρ' ἐγὼ παύω χόλον οὔτέ τιν' ἄλλον

  ἀθανάτων Δαναοῖσιν ἀμυνέμεν ἐνθάδ' ἐάσω

  πρίν γε τὸ Πηλεί̈δαο τελευτηθῆναι ἐέλδωρ,

  ὥς οἱ ὑπέστην πρῶτον, ἐμῷ δ' ἐπένευσα κάρητι, 75

  ἤματι τῷ ὅτ' ἐμεῖο θεὰ Θέτις ἥψατο γούνων,

  λισσομένη τιμῆσαι Ἀχιλλῆα πτολίπορθον.

  ὣς ἔφατ', οὐδ' ἀπίθησε θεὰ λευκώλενος Ἥρη,

  βῆ δ' ἐξ Ἰδαίων ὀρέων ἐς μακρὸν Ὄλυμπον.

  ὡς δ' ὅτ' ἂν ἀί̈ξῃ νόος ἀνέρος, ὅς τ' ἐπὶ πολλὴν 80

  γαῖαν ἐληλουθὼς φρεσὶ πευκαλίμῃσι νοήσῃ

  ἔνθ' εἴην ἢ ἔνθα, μενοινήῃσί τε πολλά,

  ὣς κραιπνῶς μεμαυῖα διέπτατο πότνια Ἥρη:

  ἵκετο δ' αἰπὺν Ὄλυμπον, ὁμηγερέεσσι δ' ἐπῆλθεν

  ἀθανάτοισι θεοῖσι Διὸς δόμῳ: οἳ δὲ ἰδόντες 85

  πάντες ἀνήϊξαν καὶ δεικανόωντο δέπασσιν.

  ἣ δ' ἄλλους μὲν ἔασε, Θέμιστι δὲ καλλιπαρῄῳ

  δέκτο δέπας: πρώτη γὰρ ἐναντίη ἦλθε θέουσα,

  καί μιν φωνήσασ' ἔπεα πτερόεντα προσηύδα:

  Ἥρη τίπτε βέβηκας; ἀτυζομένῃ δὲ ἔοικας: 90

  ἦ μάλα δή σ' ἐφόβησε Κρόνου πάϊς, ὅς τοι ἀκοίτης.

  τὴν δ' ἠμείβετ' ἔπειτα θεὰ λευκώλενος Ἥρη:

  μή με θεὰ Θέμι ταῦτα διείρεο: οἶσθα καὶ αὐτὴ

  οἷος κείνου θυμὸς ὑπερφίαλος καὶ ἀπηνής.

  ἀλλὰ σύ γ' ἄρχε θεοῖσι δόμοις ἔνι δαιτὸς ἐί̈σης: 95

  ταῦτα δὲ καὶ μετὰ πᾶσιν ἀκούσεαι ἀθανάτοισιν

  οἷα Ζεὺς κακὰ ἔργα πιφαύσκεται: οὐδέ τί φημι

  πᾶσιν ὁμῶς θυμὸν κεχαρησέμεν, οὔτε βροτοῖσιν

  οὔτε θεοῖς, εἴ πέρ τις ἔτι νῦν δαίνυται εὔφρων.

  ἣ μὲν ἄρ' ὣς εἰποῦσα καθέζετο πότνια Ἥρη, 100

  ὄχθησαν δ' ἀνὰ δῶμα Διὸς θεοί: ἣ δ' ἐγέλασσε

  χείλεσιν, οὐδὲ μέτωπον ἐπ' ὀφρύσι κυανέῃσιν

  ἰάνθη: πᾶσιν δὲ νεμεσσηθεῖσα μετηύδα:

  νήπιοι οἳ Ζηνὶ μενεαίνομεν ἀφρονέοντες:

  ἦ ἔτι μιν μέμαμεν καταπαυσέμεν ἆσσον ἰόντες 105

  ἢ ἔπει ἠὲ βίῃ: ὃ δ' ἀφήμενος οὐκ ἀλεγίζει

  οὐδ' ὄθεται: φησὶν γὰρ ἐν ἀθανάτοισι θεοῖσι

  κάρτεί̈ τε σθένεί̈ τε διακριδὸν εἶναι ἄριστος.

  τὼ ἔχεθ' ὅττί κεν ὔμμι κακὸν πέμπῃσιν ἑκάστῳ.

  ἤδη γὰρ νῦν ἔλπομ' Ἄρηί̈ γε πῆμα τετύχθαι: 110

  υἱὸς γάρ οἱ ὄλωλε μάχῃ ἔνι φίλτατος ἀνδρῶν

  Ἀσκάλαφος, τόν φησιν ὃν ἔμμεναι ὄβριμος Ἄρης.

  ὣς ἔφατ', αὐτὰρ Ἄρης θαλερὼ πεπλήγετο μηρὼ

  χερσὶ καταπρηνέσσ', ὀλοφυρόμενος δ' ἔπος ηὔδα:

  μὴ νῦν μοι νεμεσήσετ' Ὀλύμπια δώματ' ἔχοντες 115

  τίσασθαι φόνον υἷος ἰόντ' ἐπὶ νῆας Ἀχαιῶν,

  εἴ πέρ μοι καὶ μοῖρα Διὸς πληγέντι κεραυνῷ

  κεῖσθαι ὁμοῦ νεκύεσσι μεθ' αἵματι καὶ κονίῃσιν.

  ὣς φάτο, καί ῥ' ἵππους κέλετο Δεῖμόν τε Φόβον τε

  ζευγνύμεν, αὐτὸς δ' ἔντε' ἐδύσετο παμφανόωντα. 120

  ἔνθά κ' ἔτι μείζων τε καὶ ἀργαλεώτερος ἄλλος

  πὰρ Διὸς ἀθανάτοισι χόλος καὶ μῆνις ἐτύχθη,

  εἰ μὴ Ἀθήνη πᾶσι περιδείσασα θεοῖσιν

  ὦρτο διὲκ προθύρου, λίπε δὲ θρόνον ἔνθα θάασσε,

  τοῦ δ' ἀπὸ μὲν κεφαλῆς κόρυθ' εἵλετο καὶ σάκος ὤμων, 125

  ἔγχος δ' ἔστησε στιβαρῆς ἀπὸ χειρὸς ἑλοῦσα

  χάλκεον: ἣ δ' ἐπέεσσι καθάπτετο θοῦρον Ἄρηα:

  μαινόμενε φρένας ἠλὲ διέφθορας: ἦ νύ τοι αὔτως

  οὔατ' ἀκουέμεν ἐστί, νόος δ' ἀπόλωλε καὶ αἰδώς.

  οὐκ ἀί̈εις ἅ τέ φησι θεὰ λευκώλενος Ἥρη 130

  ἣ δὴ νῦν πὰρ Ζηνὸς Ὀλυμπίου εἰλήλουθεν;

  ἦ ἐθέλεις αὐτὸς μὲν ἀναπλήσας κακὰ πολλὰ
/>   ἂψ ἴμεν Οὔλυμπον δὲ καὶ ἀχνύμενός περ ἀνάγκῃ,

  αὐτὰρ τοῖς ἄλλοισι κακὸν μέγα πᾶσι φυτεῦσαι;

  αὐτίκα γὰρ Τρῶας μὲν ὑπερθύμους καὶ Ἀχαιοὺς 135

  λείψει, ὃ δ' ἡμέας εἶσι κυδοιμήσων ἐς Ὄλυμπον,

  μάρψει δ' ἑξείης ὅς τ' αἴτιος ὅς τε καὶ οὐκί.

  τώ σ' αὖ νῦν κέλομαι μεθέμεν χόλον υἷος ἑῆος:

  ἤδη γάρ τις τοῦ γε βίην καὶ χεῖρας ἀμείνων

  ἢ πέφατ', ἢ καὶ ἔπειτα πεφήσεται: ἀργαλέον δὲ 140

  πάντων ἀνθρώπων ῥῦσθαι γενεήν τε τόκον τε.

  ὣς εἰποῦσ' ἵδρυσε θρόνῳ ἔνι θοῦρον Ἄρηα.

  Ἥρη δ' Ἀπόλλωνα καλέσσατο δώματος ἐκτὸς

  Ἶρίν θ', ἥ τε θεοῖσι μετάγγελος ἀθανάτοισι,

  καί σφεας φωνήσασ' ἔπεα πτερόεντα προσηύδα: 145

  Ζεὺς σφὼ εἰς Ἴδην κέλετ' ἐλθέμεν ὅττι τάχιστα:

  αὐτὰρ ἐπὴν ἔλθητε, Διός τ' εἰς ὦπα ἴδησθε,

  ἕρδειν ὅττί κε κεῖνος ἐποτρύνῃ καὶ ἀνώγῃ.

  ἣ μὲν ἄρ' ὣς εἰποῦσα πάλιν κίε πότνια Ἥρη,

  ἕζετο δ' εἰνὶ θρόνῳ: τὼ δ' ἀί̈ξαντε πετέσθην. 150

  Ἴδην δ' ἵκανον πολυπίδακα μητέρα θηρῶν,

  εὗρον δ' εὐρύοπα Κρονίδην ἀνὰ Γαργάρῳ ἄκρῳ

  ἥμενον: ἀμφὶ δέ μιν θυόεν νέφος ἐστεφάνωτο.

  τὼ δὲ πάροιθ' ἐλθόντε Διὸς νεφεληγερέταο

  στήτην: οὐδέ σφωϊν ἰδὼν ἐχολώσατο θυμῷ, 155

  ὅττί οἱ ὦκ' ἐπέεσσι φίλης ἀλόχοιο πιθέσθην.

  Ἶριν δὲ προτέρην ἔπεα πτερόεντα προσηύδα:

  βάσκ' ἴθι Ἶρι ταχεῖα, Ποσειδάωνι ἄνακτι

  πάντα τάδ' ἀγγεῖλαι, μὴ δὲ ψευδάγγελος εἶναι.

  παυσάμενόν μιν ἄνωχθι μάχης ἠδὲ πτολέμοιο 160

  ἔρχεσθαι μετὰ φῦλα θεῶν ἢ εἰς ἅλα δῖαν.

  εἰ δέ μοι οὐκ ἐπέεσσ' ἐπιπείσεται, ἀλλ' ἀλογήσει,

  φραζέσθω δὴ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν

  μή μ' οὐδὲ κρατερός περ ἐὼν ἐπιόντα ταλάσσῃ

  μεῖναι, ἐπεί εὑ φημὶ βίῃ πολὺ φέρτερος εἶναι 165

  καὶ γενεῇ πρότερος: τοῦ δ' οὐκ ὄθεται φίλον ἦτορ

  ἶσον ἐμοὶ φάσθαι, τόν τε στυγέουσι καὶ ἄλλοι.

  ὣς ἔφατ', οὐδ' ἀπίθησε ποδήνεμος ὠκέα Ἶρις,

  βῆ δὲ κατ' Ἰδαίων ὀρέων εἰς Ἴλιον ἱρήν.

  ὡς δ' ὅτ' ἂν ἐκ νεφέων πτῆται νιφὰς ἠὲ χάλαζα 170

  ψυχρὴ ὑπὸ ῥιπῆς αἰθρηγενέος Βορέαο,

  ὣς κραιπνῶς μεμαυῖα διέπτατο ὠκέα Ἶρις,

  ἀγχοῦ δ' ἱσταμένη προσέφη κλυτὸν ἐννοσίγαιον:

  ἀγγελίην τινά τοι γαιήοχε κυανοχαῖτα

  ἦλθον δεῦρο φέρουσα παραὶ Διὸς αἰγιόχοιο. 175

  παυσάμενόν σ' ἐκέλευσε μάχης ἠδὲ πτολέμοιο

  ἔρχεσθαι μετὰ φῦλα θεῶν ἢ εἰς ἅλα δῖαν.

  εἰ δέ οἱ οὐκ ἐπέεσσ' ἐπιπείσεαι, ἀλλ' ἀλογήσεις,

  ἠπείλει καὶ κεῖνος ἐναντίβιον πολεμίξων

  ἐνθάδ' ἐλεύσεσθαι: σὲ δ' ὑπεξαλέασθαι ἄνωγε 180

  χεῖρας, ἐπεὶ σέο φησὶ βίῃ πολὺ φέρτερος εἶναι

  καὶ γενεῇ πρότερος: σὸν δ' οὐκ ὄθεται φίλον ἦτορ

  ἶσόν οἱ φάσθαι, τόν τε στυγέουσι καὶ ἄλλοι.

  τὴν δὲ μέγ' ὀχθήσας προσέφη κλυτὸς ἐννοσίγαιος:

  ὢ πόποι ἦ ῥ' ἀγαθός περ ἐὼν ὑπέροπλον ἔειπεν 185

  εἴ μ' ὁμότιμον ἐόντα βίῃ ἀέκοντα καθέξει.

  τρεῖς γάρ τ' ἐκ Κρόνου εἰμὲν ἀδελφεοὶ οὓς τέκετο Ῥέα

  Ζεὺς καὶ ἐγώ, τρίτατος δ' Ἀί̈δης ἐνέροισιν ἀνάσσων.

  τριχθὰ δὲ πάντα δέδασται, ἕκαστος δ' ἔμμορε τιμῆς:

  ἤτοι ἐγὼν ἔλαχον πολιὴν ἅλα ναιέμεν αἰεὶ 190

  παλλομένων, Ἀί̈δης δ' ἔλαχε ζόφον ἠερόεντα,

  Ζεὺς δ' ἔλαχ' οὐρανὸν εὐρὺν ἐν αἰθέρι καὶ νεφέλῃσι:

  γαῖα δ' ἔτι ξυνὴ πάντων καὶ μακρὸς Ὄλυμπος.

  τώ ῥα καὶ οὔ τι Διὸς βέομαι φρεσίν, ἀλλὰ ἕκηλος

  καὶ κρατερός περ ἐὼν μενέτω τριτάτῃ ἐνὶ μοίρῃ. 195

  χερσὶ δὲ μή τί με πάγχυ κακὸν ὣς δειδισσέσθω:

  θυγατέρεσσιν γάρ τε καὶ υἱάσι βέλτερον εἴη

  ἐκπάγλοις ἐπέεσσιν ἐνισσέμεν οὓς τέκεν αὐτός,

  οἵ ἑθεν ὀτρύνοντος ἀκούσονται καὶ ἀνάγκῃ.

  τὸν δ' ἠμείβετ' ἔπειτα ποδήνεμος ὠκέα Ἶρις: 200

  οὕτω γὰρ δή τοι γαιήοχε κυανοχαῖτα

  τόνδε φέρω Διὶ μῦθον ἀπηνέα τε κρατερόν τε,

  ἦ τι μεταστρέψεις; στρεπταὶ μέν τε φρένες ἐσθλῶν.

  οἶσθ' ὡς πρεσβυτέροισιν Ἐρινύες αἰὲν ἕπονται.

  τὴν δ' αὖτε προσέειπε Ποσειδάων ἐνοσίχθων: 205

  Ἶρι θεὰ μάλα τοῦτο ἔπος κατὰ μοῖραν ἔειπες:

  ἐσθλὸν καὶ τὸ τέτυκται ὅτ' ἄγγελος αἴσιμα εἰδῇ.

  ἀλλὰ τόδ' αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει

  ὁππότ' ἂν ἰσόμορον καὶ ὁμῇ πεπρωμένον αἴσῃ

  νεικείειν ἐθέλῃσι χολωτοῖσιν ἐπέεσσιν. 210

  ἀλλ' ἤτοι νῦν μέν κε νεμεσσηθεὶς ὑποείξω:

  ἄλλο δέ τοι ἐρέω, καὶ ἀπειλήσω τό γε θυμῷ:

  αἴ κεν ἄνευ ἐμέθεν καὶ Ἀθηναίης ἀγελείης

  Ἥρης Ἑρμείω τε καὶ Ἡφαίστοιο ἄνακτος

  Ἰλίου αἰπεινῆς πεφιδήσεται, οὐδ' ἐθελήσει 215

  ἐκπέρσαι, δοῦναι δὲ μέγα κράτος Ἀργ�
�ίοισιν,

  ἴστω τοῦθ' ὅτι νῶϊν ἀνήκεστος χόλος ἔσται.

  ὣς εἰπὼν λίπε λαὸν Ἀχαιϊκὸν ἐννοσίγαιος,

  δῦνε δὲ πόντον ἰών, πόθεσαν δ' ἥρωες Ἀχαιοί.

  καὶ τότ' Ἀπόλλωνα προσέφη νεφεληγερέτα Ζεύς: 220

  ἔρχεο νῦν φίλε Φοῖβε μεθ' Ἕκτορα χαλκοκορυστήν:

  ἤδη μὲν γάρ τοι γαιήοχος ἐννοσίγαιος

  οἴχεται εἰς ἅλα δῖαν ἀλευάμενος χόλον αἰπὺν

  ἡμέτερον: μάλα γάρ κε μάχης ἐπύθοντο καὶ ἄλλοι,

  οἵ περ ἐνέρτεροί εἰσι θεοὶ Κρόνον ἀμφὶς ἐόντες. 225

  ἀλλὰ τόδ' ἠμὲν ἐμοὶ πολὺ κέρδιον ἠδέ οἱ αὐτῷ

  ἔπλετο, ὅττι πάροιθε νεμεσσηθεὶς ὑπόειξε

  χεῖρας ἐμάς, ἐπεὶ οὔ κεν ἀνιδρωτί γ' ἐτελέσθη.

  ἀλλὰ σύ γ' ἐν χείρεσσι λάβ' αἰγίδα θυσσανόεσσαν,

  τῇ μάλ' ἐπισσείων φοβέειν ἥρωας Ἀχαιούς: 230

  σοὶ δ' αὐτῷ μελέτω ἑκατηβόλε φαίδιμος Ἕκτωρ:

  τόφρα γὰρ οὖν οἱ ἔγειρε μένος μέγα, ὄφρ' ἂν Ἀχαιοὶ

  φεύγοντες νῆάς τε καὶ Ἑλλήσποντον ἵκωνται.

  κεῖθεν δ' αὐτὸς ἐγὼ φράσομαι ἔργον τε ἔπος τε,

  ὥς κε καὶ αὖτις Ἀχαιοὶ ἀναπνεύσωσι πόνοιο. 235

  ὣς ἔφατ', οὐδ' ἄρα πατρὸς ἀνηκούστησεν Ἀπόλλων,

  βῆ δὲ κατ' Ἰδαίων ὀρέων ἴρηκι ἐοικὼς

  ὠκέϊ φασσοφόνῳ, ὅς τ' ὤκιστος πετεηνῶν.

  εὗρ' υἱὸν Πριάμοιο δαί̈φρονος Ἕκτορα δῖον

  ἥμενον, οὐδ' ἔτι κεῖτο, νέον δ' ἐσαγείρετο θυμόν, 240

 

‹ Prev