Complete Works of Homer

Home > Fantasy > Complete Works of Homer > Page 640
Complete Works of Homer Page 640

by Homer


  ἐν δ' ὑπέρας τε κάλους τε πόδας τ' ἐνέδησεν ἐν αὐτῇ, 260

  μοχλοῖσιν δ' ἄρα τήν γε κατείρυσεν εἰς ἅλα δῖαν.

  τέτρατον ἦμαρ ἔην, καὶ τῷ τετέλεστο ἅπαντα:

  τῷ δ' ἄρα πέμπτῳ πέμπ' ἀπὸ νήσου δῖα Καλυψώ,

  εἵματά τ' ἀμφιέσασα θυώδεα καὶ λούσασα.

  ἐν δέ οἱ ἀσκὸν ἔθηκε θεὰ μέλανος οἴνοιο 265

  τὸν ἕτερον, ἕτερον δ' ὕδατος μέγαν, ἐν δὲ καὶ ᾖα

  κωρύκῳ: ἐν δέ οἱ ὄψα τίθει μενοεικέα πολλά:

  οὖρον δὲ προέηκεν ἀπήμονά τε λιαρόν τε.

  γηθόσυνος δ' οὔρῳ πέτασ' ἱστία δῖος Ὀδυσσεύς.

  αὐτὰρ ὁ πηδαλίῳ ἰθύνετο τεχνηέντως 270

  ἥμενος, οὐδέ οἱ ὕπνος ἐπὶ βλεφάροισιν ἔπιπτεν

  Πληιάδας τ' ἐσορῶντι καὶ ὀψὲ δύοντα Βοώτην

  Ἄρκτον θ', ἣν καὶ ἄμαξαν ἐπίκλησιν καλέουσιν,

  ἥ τ' αὐτοῦ στρέφεται καί τ' Ὠρίωνα δοκεύει,

  οἴη δ' ἄμμορός ἐστι λοετρῶν Ὠκεανοῖο: 275

  τὴν γὰρ δή μιν ἄνωγε Καλυψώ, δῖα θεάων,

  ποντοπορευέμεναι ἐπ' ἀριστερὰ χειρὸς ἔχοντα.

  ἑπτὰ δὲ καὶ δέκα μὲν πλέεν ἤματα ποντοπορεύων,

  ὀκτωκαιδεκάτῃ δ' ἐφάνη ὄρεα σκιόεντα

  γαίης Φαιήκων, ὅθι τ' ἄγχιστον πέλεν αὐτῷ: 280

  εἴσατο δ' ὡς ὅτε ῥινὸν ἐν ἠεροειδέι πόντῳ.

  τὸν δ' ἐξ Αἰθιόπων ἀνιὼν κρείων ἐνοσίχθων

  τηλόθεν ἐκ Σολύμων ὀρέων ἴδεν: εἴσατο γάρ οἱ

  πόντον ἐπιπλώων. ὁ δ' ἐχώσατο κηρόθι μᾶλλον,

  κινήσας δὲ κάρη προτὶ ὃν μυθήσατο θυμόν: 285

  "ὢ πόποι, ἦ μάλα δὴ μετεβούλευσαν θεοὶ ἄλλως

  ἀμφ' Ὀδυσῆι ἐμεῖο μετ' Αἰθιόπεσσιν ἐόντος,

  καὶ δὴ Φαιήκων γαίης σχεδόν, ἔνθα οἱ αἶσα

  ἐκφυγέειν μέγα πεῖραρ ὀιζύος, ἥ μιν ἱκάνει.

  ἀλλ' ἔτι μέν μίν φημι ἅδην ἐλάαν κακότητος." 290

  ὣς εἰπὼν σύναγεν νεφέλας, ἐτάραξε δὲ πόντον

  χερσὶ τρίαιναν ἑλών: πάσας δ' ὀρόθυνεν ἀέλλας

  παντοίων ἀνέμων, σὺν δὲ νεφέεσσι κάλυψε

  γαῖαν ὁμοῦ καὶ πόντον: ὀρώρει δ' οὐρανόθεν νύξ.

  σὺν δ' Εὖρός τε Νότος τ' ἔπεσον Ζέφυρός τε δυσαὴς 295

  καὶ Βορέης αἰθρηγενέτης, μέγα κῦμα κυλίνδων.

  καὶ τότ' Ὀδυσσῆος λύτο γούνατα καὶ φίλον ἦτορ,

  ὀχθήσας δ' ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν:

  "ὤ μοι ἐγὼ δειλός, τί νύ μοι μήκιστα γένηται;

  δείδω μὴ δὴ πάντα θεὰ νημερτέα εἶπεν, 300

  ἥ μ' ἔφατ' ἐν πόντῳ, πρὶν πατρίδα γαῖαν ἱκέσθαι,

  ἄλγε' ἀναπλήσειν: τὰ δὲ δὴ νῦν πάντα τελεῖται.

  οἵοισιν νεφέεσσι περιστέφει οὐρανὸν εὐρὺν

  Ζεύς, ἐτάραξε δὲ πόντον, ἐπισπέρχουσι δ' ἄελλαι

  παντοίων ἀνέμων. νῦν μοι σῶς αἰπὺς ὄλεθρος. 305

  τρὶς μάκαρες Δαναοὶ καὶ τετράκις, οἳ τότ' ὄλοντο

  Τροίῃ ἐν εὐρείῃ χάριν Ἀτρεί̈δῃσι φέροντες.

  ὡς δὴ ἐγώ γ' ὄφελον θανέειν καὶ πότμον ἐπισπεῖν

  ἤματι τῷ ὅτε μοι πλεῖστοι χαλκήρεα δοῦρα

  Τρῶες ἐπέρριψαν περὶ Πηλεί̈ωνι θανόντι. 310

  τῷ κ' ἔλαχον κτερέων, καί μευ κλέος ἦγον Ἀχαιοί:

  νῦν δέ λευγαλέῳ θανάτῳ εἵμαρτο ἁλῶναι."

  ὣς ἄρα μιν εἰπόντ' ἔλασεν μέγα κῦμα κατ' ἄκρης

  δεινὸν ἐπεσσύμενον, περὶ δὲ σχεδίην ἐλέλιξε.

  τῆλε δ' ἀπὸ σχεδίης αὐτὸς πέσε, πηδάλιον δὲ 315

  ἐκ χειρῶν προέηκε: μέσον δέ οἱ ἱστὸν ἔαξεν

  δεινὴ μισγομένων ἀνέμων ἐλθοῦσα θύελλα,

  τηλοῦ δὲ σπεῖρον καὶ ἐπίκριον ἔμπεσε πόντῳ.

  τὸν δ' ἄρ' ὑπόβρυχα θῆκε πολὺν χρόνον, οὐδ' ἐδυνάσθη

  αἶψα μάλ' ἀνσχεθέειν μεγάλου ὑπὸ κύματος ὁρμῆς: 320

  εἵματα γάρ ῥ' ἐβάρυνε, τά οἱ πόρε δῖα Καλυψώ.

  ὀψὲ δὲ δή ῥ' ἀνέδυ, στόματος δ' ἐξέπτυσεν ἅλμην

  πικρήν, ἥ οἱ πολλὴ ἀπὸ κρατὸς κελάρυζεν.

  ἀλλ' οὐδ' ὣς σχεδίης ἐπελήθετο, τειρόμενός περ,

  ἀλλὰ μεθορμηθεὶς ἐνὶ κύμασιν ἐλλάβετ' αὐτῆς, 325

  ἐν μέσσῃ δὲ καθῖζε τέλος θανάτου ἀλεείνων.

  τὴν δ' ἐφόρει μέγα κῦμα κατὰ ῥόον ἔνθα καὶ ἔνθα.

  ὡς δ' ὅτ' ὀπωρινὸς Βορέης φορέῃσιν ἀκάνθας

  ἂμ πεδίον, πυκιναὶ δὲ πρὸς ἀλλήλῃσιν ἔχονται,

  ὣς τὴν ἂμ πέλαγος ἄνεμοι φέρον ἔνθα καὶ ἔνθα: 330

  ἄλλοτε μέν τε Νότος Βορέῃ προβάλεσκε φέρεσθαι,

  ἄλλοτε δ' αὖτ' Εὖρος Ζεφύρῳ εἴξασκε διώκειν.

  τὸν δὲ ἴδεν Κάδμου θυγάτηρ, καλλίσφυρος Ἰνώ,

  Λευκοθέη, ἣ πρὶν μὲν ἔην βροτὸς αὐδήεσσα,

  νῦν δ' ἁλὸς ἐν πελάγεσσι θεῶν ἒξ ἔμμορε τιμῆς. 335

  ἥ ῥ' Ὀδυσῆ' ἐλέησεν ἀλώμενον, ἄλγε' ἔχοντα,

  αἰθυίῃ δ' ἐικυῖα ποτῇ ἀνεδύσετο λίμνης,

  ἷζε δ' ἐπὶ σχεδίης πολυδέσμου εἶπέ τε μῦθον:

  "κάμμορε, τίπτε τοι ὧδε Ποσειδάων ἐνοσίχθων

  ὠδύσατ' ἐκπάγλως, ὅτι τοι κακὰ πολλὰ φυτεύει; 340

  οὐ μὲν δή σε καταφθίσει μάλα περ μενεαίνων.

  ἀλλὰ μάλ' ὧδ' ἔρξαι, δοκέεις δέ μοι οὐκ ἀπινύσσειν:

  εἵματα ταῦτ'
ἀποδὺς σχεδίην ἀνέμοισι φέρεσθαι

  κάλλιπ', ἀτὰρ χείρεσσι νέων ἐπιμαίεο νόστου

  γαίης Φαιήκων, ὅθι τοι μοῖρ' ἐστὶν ἀλύξαι. 345

  τῆ δέ, τόδε κρήδεμνον ὑπὸ στέρνοιο τανύσσαι

  ἄμβροτον: οὐδέ τί τοι παθέειν δέος οὐδ' ἀπολέσθαι.

  αὐτὰρ ἐπὴν χείρεσσιν ἐφάψεαι ἠπείροιο,

  ἂψ ἀπολυσάμενος βαλέειν εἰς οἴνοπα πόντον

  πολλὸν ἀπ' ἠπείρου, αὐτὸς δ' ἀπονόσφι τραπέσθαι." 350

  ὣς ἄρα φωνήσασα θεὰ κρήδεμνον ἔδωκεν,

  αὐτὴ δ' ἂψ ἐς πόντον ἐδύσετο κυμαίνοντα

  αἰθυίῃ ἐικυῖα: μέλαν δέ ἑ κῦμα κάλυψεν.

  αὐτὰρ ὁ μερμήριξε πολύτλας δῖος Ὀδυσσεύς,

  ὀχθήσας δ' ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν: 355

  "ὤ μοι ἐγώ, μή τίς μοι ὑφαίνῃσιν δόλον αὖτε

  ἀθανάτων, ὅ τέ με σχεδίης ἀποβῆναι ἀνώγει.

  ἀλλὰ μάλ' οὔ πω πείσομ', ἐπεὶ ἑκὰς ὀφθαλμοῖσιν

  γαῖαν ἐγὼν ἰδόμην, ὅθι μοι φάτο φύξιμον εἶναι.

  ἀλλὰ μάλ' ὧδ' ἔρξω, δοκέει δέ μοι εἶναι ἄριστον: 360

  ὄφρ' ἂν μέν κεν δούρατ' ἐν ἁρμονίῃσιν ἀρήρῃ,

  τόφρ' αὐτοῦ μενέω καὶ τλήσομαι ἄλγεα πάσχων:

  αὐτὰρ ἐπὴν δή μοι σχεδίην διὰ κῦμα τινάξῃ,

  νήξομ', ἐπεὶ οὐ μέν τι πάρα προνοῆσαι ἄμεινον."

  ἧος ὁ ταῦθ' ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν, 365

  ὦρσε δ' ἐπὶ μέγα κῦμα Ποσειδάων ἐνοσίχθων,

  δεινόν τ' ἀργαλέον τε, κατηρεφές, ἤλασε δ' αὐτόν.

  ὡς δ' ἄνεμος ζαὴς ἠί̈ων θημῶνα τινάξῃ

  καρφαλέων: τὰ μὲν ἄρ τε διεσκέδασ' ἄλλυδις ἄλλῃ:

  ὣς τῆς δούρατα μακρὰ διεσκέδασ'. αὐτὰρ Ὀδυσσεὺς 370

  ἀμφ' ἑνὶ δούρατι βαῖνε, κέληθ' ὡς ἵππον ἐλαύνων,

  εἵματα δ' ἐξαπέδυνε, τά οἱ πόρε δῖα Καλυψώ.

  αὐτίκα δὲ κρήδεμνον ὑπὸ στέρνοιο τάνυσσεν,

  αὐτὸς δὲ πρηνὴς ἁλὶ κάππεσε, χεῖρε πετάσσας,

  νηχέμεναι μεμαώς. ἴδε δὲ κρείων ἐνοσίχθων, 375

  κινήσας δὲ κάρη προτὶ ὃν μυθήσατο θυμόν:

  "οὕτω νῦν κακὰ πολλὰ παθὼν ἀλόω κατὰ πόντον,

  εἰς ὅ κεν ἀνθρώποισι διοτρεφέεσσι μιγήῃς.

  ἀλλ' οὐδ' ὥς σε ἔολπα ὀνόσσεσθαι κακότητος."

  ὣς ἄρα φωνήσας ἵμασεν καλλίτριχας ἵππους, 380

  ἵκετο δ' εἰς Αἰγάς, ὅθι οἱ κλυτὰ δώματ' ἔασιν.

  αὐτὰρ Ἀθηναίη κούρη Διὸς ἄλλ' ἐνόησεν.

  ἦ τοι τῶν ἄλλων ἀνέμων κατέδησε κελεύθους,

  παύσασθαι δ' ἐκέλευσε καὶ εὐνηθῆναι ἅπαντας:

  ὦρσε δ' ἐπὶ κραιπνὸν Βορέην, πρὸ δὲ κύματ' ἔαξεν, 385

  ἧος ὃ Φαιήκεσσι φιληρέτμοισι μιγείη

  διογενὴς Ὀδυσεὺς θάνατον καὶ κῆρας ἀλύξας.

  ἔνθα δύω νύκτας δύο τ' ἤματα κύματι πηγῷ

  πλάζετο, πολλὰ δέ οἱ κραδίη προτιόσσετ' ὄλεθρον.

  ἀλλ' ὅτε δὴ τρίτον ἦμαρ ἐυπλόκαμος τέλεσ' Ἠώς, 390

  καὶ τότ' ἔπειτ' ἄνεμος μὲν ἐπαύσατο ἠδὲ γαλήνη

  ἔπλετο νηνεμίη: ὁ δ' ἄρα σχεδὸν εἴσιδε γαῖαν

  ὀξὺ μάλα προϊδών, μεγάλου ὑπὸ κύματος ἀρθείς.

  ὡς δ' ὅτ' ἂν ἀσπάσιος βίοτος παίδεσσι φανήῃ

  πατρός, ὃς ἐν νούσῳ κεῖται κρατέρ' ἄλγεα πάσχων, 395

  δηρὸν τηκόμενος, στυγερὸς δέ οἱ ἔχραε δαίμων,

  ἀσπάσιον δ' ἄρα τόν γε θεοὶ κακότητος ἔλυσαν,

  ὣς Ὀδυσεῖ ἀσπαστὸν ἐείσατο γαῖα καὶ ὕλη,

  νῆχε δ' ἐπειγόμενος ποσὶν ἠπείρου ἐπιβῆναι.

  ἀλλ' ὅτε τόσσον ἀπῆν ὅσσον τε γέγωνε βοήσας, 400

  καὶ δὴ δοῦπον ἄκουσε ποτὶ σπιλάδεσσι θαλάσσης:

  ῥόχθει γὰρ μέγα κῦμα ποτὶ ξερὸν ἠπείροιο

  δεινὸν ἐρευγόμενον, εἴλυτο δὲ πάνθ' ἁλὸς ἄχνῃ:

  οὐ γὰρ ἔσαν λιμένες νηῶν ὄχοι, οὐδ' ἐπιωγαί.

  ἀλλ' ἀκταὶ προβλῆτες ἔσαν σπιλάδες τε πάγοι τε: 405

  καὶ τότ' Ὀδυσσῆος λύτο γούνατα καὶ φίλον ἦτορ,

  ὀχθήσας δ' ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν:

  "ὤ μοι, ἐπεὶ δὴ γαῖαν ἀελπέα δῶκεν ἰδέσθαι

  Ζεύς, καὶ δὴ τόδε λαῖτμα διατμήξας ἐπέρησα,

  ἔκβασις οὔ πῃ φαίνεθ' ἁλὸς πολιοῖο θύραζε: 410

  ἔκτοσθεν μὲν γὰρ πάγοι ὀξέες, ἀμφὶ δὲ κῦμα

  βέβρυχεν ῥόθιον, λισσὴ δ' ἀναδέδρομε πέτρη,

  ἀγχιβαθὴς δὲ θάλασσα, καὶ οὔ πως ἔστι πόδεσσι

  στήμεναι ἀμφοτέροισι καὶ ἐκφυγέειν κακότητα:

  μή πώς μ' ἐκβαίνοντα βάλῃ λίθακι ποτὶ πέτρῃ 415

  κῦμα μέγ' ἁρπάξαν: μελέη δέ μοι ἔσσεται ὁρμή.

  εἰ δέ κ' ἔτι προτέρω παρανήξομαι, ἤν που ἐφεύρω

  ἠιόνας τε παραπλῆγας λιμένας τε θαλάσσης,

  δείδω μή μ' ἐξαῦτις ἀναρπάξασα θύελλα

  πόντον ἐπ' ἰχθυόεντα φέρῃ βαρέα στενάχοντα, 420

  ἠέ τί μοι καὶ κῆτος ἐπισσεύῃ μέγα δαίμων

  ἐξ ἁλός, οἷά τε πολλὰ τρέφει κλυτὸς Ἀμφιτρίτη:

  οἶδα γάρ, ὥς μοι ὀδώδυσται κλυτὸς ἐννοσίγαιος."

  ἧος ὁ ταῦθ' ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,

  τόφρα δέ μιν μέγα κῦμα φέρε τρηχεῖαν ἐπ' ἀκτήν. 425

  ἔνθα κ' ἀπὸ ῥινοὺς δρύφθ
η, σὺν δ' ὀστέ' ἀράχθη,

  εἰ μὴ ἐπὶ φρεσὶ θῆκε θεά, γλαυκῶπις Ἀθήνη:

  ἀμφοτέρῃσι δὲ χερσὶν ἐπεσσύμενος λάβε πέτρης,

  τῆς ἔχετο στενάχων, ἧος μέγα κῦμα παρῆλθε.

  καὶ τὸ μὲν ὣς ὑπάλυξε, παλιρρόθιον δέ μιν αὖτις 430

  πλῆξεν ἐπεσσύμενον, τηλοῦ δέ μιν ἔμβαλε πόντῳ.

  ὡς δ' ὅτε πουλύποδος θαλάμης ἐξελκομένοιο

  πρὸς κοτυληδονόφιν πυκιναὶ λάιγγες ἔχονται,

  ὣς τοῦ πρὸς πέτρῃσι θρασειάων ἀπὸ χειρῶν

  ῥινοὶ ἀπέδρυφθεν: τὸν δὲ μέγα κῦμα κάλυψεν. 435

  ἔνθα κε δὴ δύστηνος ὑπὲρ μόρον ὤλετ' Ὀδυσσεύς,

  εἰ μὴ ἐπιφροσύνην δῶκε γλαυκῶπις Ἀθήνη.

  κύματος ἐξαναδύς, τά τ' ἐρεύγεται ἤπειρόνδε,

  νῆχε παρέξ, ἐς γαῖαν ὁρώμενος, εἴ που ἐφεύροι

  ἠιόνας τε παραπλῆγας λιμένας τε θαλάσσης. 440

  ἀλλ' ὅτε δὴ ποταμοῖο κατὰ στόμα καλλιρόοιο

  ἷξε νέων, τῇ δή οἱ ἐείσατο χῶρος ἄριστος,

  λεῖος πετράων, καὶ ἐπὶ σκέπας ἦν ἀνέμοιο,

  ἔγνω δὲ προρέοντα καὶ εὔξατο ὃν κατὰ θυμόν:

  "κλῦθι, ἄναξ, ὅτις ἐσσί: πολύλλιστον δέ σ' ἱκάνω, 445

  φεύγων ἐκ πόντοιο Ποσειδάωνος ἐνιπάς.

  αἰδοῖος μέν τ' ἐστὶ καὶ ἀθανάτοισι θεοῖσιν

  ἀνδρῶν ὅς τις ἵκηται ἀλώμενος, ὡς καὶ ἐγὼ νῦν

  σόν τε ῥόον σά τε γούναθ' ἱκάνω πολλὰ μογήσας.

 

‹ Prev