Complete Works of Homer

Home > Fantasy > Complete Works of Homer > Page 642
Complete Works of Homer Page 642

by Homer


  μή οἱ γοῦνα λαβόντι χολώσαιτο φρένα κούρη.

  αὐτίκα μειλίχιον καὶ κερδαλέον φάτο μῦθον.

  "γουνοῦμαί σε, ἄνασσα: θεός νύ τις, ἦ βροτός ἐσσι;

  εἰ μέν τις θεός ἐσσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν, 150

  Ἀρτέμιδί σε ἐγώ γε, Διὸς κούρῃ μεγάλοιο,

  εἶδός τε μέγεθός τε φυήν τ' ἄγχιστα ἐίσκω:

  εἰ δέ τίς ἐσσι βροτῶν, τοὶ ἐπὶ χθονὶ ναιετάουσιν,

  τρὶς μάκαρες μὲν σοί γε πατὴρ καὶ πότνια μήτηρ,

  τρὶς μάκαρες δὲ κασίγνητοι: μάλα πού σφισι θυμὸς 155

  αἰὲν ἐυφροσύνῃσιν ἰαίνεται εἵνεκα σεῖο,

  λευσσόντων τοιόνδε θάλος χορὸν εἰσοιχνεῦσαν.

  κεῖνος δ' αὖ περὶ κῆρι μακάρτατος ἔξοχον ἄλλων,

  ὅς κέ σ' ἐέδνοισι βρίσας οἶκόνδ' ἀγάγηται.

  οὐ γάρ πω τοιοῦτον ἴδον βροτὸν ὀφθαλμοῖσιν, 160

  οὔτ' ἄνδρ' οὔτε γυναῖκα: σέβας μ' ἔχει εἰσορόωντα.

  Δήλῳ δή ποτε τοῖον Ἀπόλλωνος παρὰ βωμῷ

  φοίνικος νέον ἔρνος ἀνερχόμενον ἐνόησα:

  ἦλθον γὰρ καὶ κεῖσε, πολὺς δέ μοι ἕσπετο λαός,

  τὴν ὁδὸν ᾗ δὴ μέλλεν ἐμοὶ κακὰ κήδε' ἔσεσθαι. 165

  ὣς δ' αὔτως καὶ κεῖνο ἰδὼν ἐτεθήπεα θυμῷ

  δήν, ἐπεὶ οὔ πω τοῖον ἀνήλυθεν ἐκ δόρυ γαίης,

  ὡς σέ, γύναι, ἄγαμαί τε τέθηπά τε, δείδια δ' αἰνῶς

  γούνων ἅψασθαι: χαλεπὸν δέ με πένθος ἱκάνει.

  χθιζὸς ἐεικοστῷ φύγον ἤματι οἴνοπα πόντον: 170

  τόφρα δέ μ' αἰεὶ κῦμ' ἐφόρει κραιπναί τε θύελλαι

  νήσου ἀπ' Ὠγυγίης. νῦν δ' ἐνθάδε κάββαλε δαίμων,

  ὄφρ' ἔτι που καὶ τῇδε πάθω κακόν: οὐ γὰρ ὀίω

  παύσεσθ', ἀλλ' ἔτι πολλὰ θεοὶ τελέουσι πάροιθεν.

  ἀλλά, ἄνασσ', ἐλέαιρε: σὲ γὰρ κακὰ πολλὰ μογήσας 175

  ἐς πρώτην ἱκόμην, τῶν δ' ἄλλων οὔ τινα οἶδα

  ἀνθρώπων, οἳ τήνδε πόλιν καὶ γαῖαν ἔχουσιν.

  ἄστυ δέ μοι δεῖξον, δὸς δὲ ῥάκος ἀμφιβαλέσθαι,

  εἴ τί που εἴλυμα σπείρων ἔχες ἐνθάδ' ἰοῦσα.

  σοὶ δὲ θεοὶ τόσα δοῖεν ὅσα φρεσὶ σῇσι μενοινᾷς, 180

  ἄνδρα τε καὶ οἶκον, καὶ ὁμοφροσύνην ὀπάσειαν

  ἐσθλήν: οὐ μὲν γὰρ τοῦ γε κρεῖσσον καὶ ἄρειον,

  ἢ ὅθ' ὁμοφρονέοντε νοήμασιν οἶκον ἔχητον

  ἀνὴρ ἠδὲ γυνή: πόλλ' ἄλγεα δυσμενέεσσι,

  χάρματα δ' εὐμενέτῃσι, μάλιστα δέ τ' ἔκλυον αὐτοί." 185

  τὸν δ' αὖ Ναυσικάα λευκώλενος ἀντίον ηὔδα:

  "ξεῖν', ἐπεὶ οὔτε κακῷ οὔτ' ἄφρονι φωτὶ ἔοικας:

  Ζεὺς δ' αὐτὸς νέμει ὄλβον Ὀλύμπιος ἀνθρώποισιν,

  ἐσθλοῖς ἠδὲ κακοῖσιν, ὅπως ἐθέλῃσιν, ἑκάστῳ:

  καί που σοὶ τάδ' ἔδωκε, σὲ δὲ χρὴ τετλάμεν ἔμπης. 190

  νῦν δ', ἐπεὶ ἡμετέρην τε πόλιν καὶ γαῖαν ἱκάνεις,

  οὔτ' οὖν ἐσθῆτος δευήσεαι οὔτε τευ ἄλλου,

  ὧν ἐπέοιχ' ἱκέτην ταλαπείριον ἀντιάσαντα.

  ἄστυ δέ τοι δείξω, ἐρέω δέ τοι οὔνομα λαῶν.

  Φαίηκες μὲν τήνδε πόλιν καὶ γαῖαν ἔχουσιν, 195

  εἰμὶ δ' ἐγὼ θυγάτηρ μεγαλήτορος Ἀλκινόοιο,

  τοῦ δ' ἐκ Φαιήκων ἔχεται κάρτος τε βίη τε."

  ἦ ῥα καὶ ἀμφιπόλοισιν ἐυπλοκάμοισι κέλευσε:

  "στῆτέ μοι, ἀμφίπολοι: πόσε φεύγετε φῶτα ἰδοῦσαι;

  ἦ μή πού τινα δυσμενέων φάσθ' ἔμμεναι ἀνδρῶν; 200

  οὐκ ἔσθ' οὗτος ἀνὴρ διερὸς βροτὸς οὐδὲ γένηται,

  ὅς κεν Φαιήκων ἀνδρῶν ἐς γαῖαν ἵκηται

  δηιοτῆτα φέρων: μάλα γὰρ φίλοι ἀθανάτοισιν.

  οἰκέομεν δ' ἀπάνευθε πολυκλύστῳ ἐνὶ πόντῳ,

  ἔσχατοι, οὐδέ τις ἄμμι βροτῶν ἐπιμίσγεται ἄλλος. 205

  ἀλλ' ὅδε τις δύστηνος ἀλώμενος ἐνθάδ' ἱκάνει,

  τὸν νῦν χρὴ κομέειν: πρὸς γὰρ Διός εἰσιν ἅπαντες

  ξεῖνοί τε πτωχοί τε, δόσις δ' ὀλίγη τε φίλη τε.

  ἀλλὰ δότ', ἀμφίπολοι, ξείνῳ βρῶσίν τε πόσιν τε,

  λούσατέ τ' ἐν ποταμῷ, ὅθ' ἐπὶ σκέπας ἔστ' ἀνέμοιο." 210

  ὣς ἔφαθ', αἱ δ' ἔσταν τε καὶ ἀλλήλῃσι κέλευσαν,

  κὰδ δ' ἄρ' Ὀδυσσῆ' εἷσαν ἐπὶ σκέπας, ὡς ἐκέλευσεν

  Ναυσικάα θυγάτηρ μεγαλήτορος Ἀλκινόοιο:

  πὰρ δ' ἄρα οἱ φᾶρός τε χιτῶνά τε εἵματ' ἔθηκαν,

  δῶκαν δὲ χρυσέῃ ἐν ληκύθῳ ὑγρὸν ἔλαιον, 215

  ἤνωγον δ' ἄρα μιν λοῦσθαι ποταμοῖο ῥοῇσιν.

  δή ῥα τότ' ἀμφιπόλοισι μετηύδα δῖος Ὀδυσσεύς:

  "ἀμφίπολοι, στῆθ' οὕτω ἀπόπροθεν, ὄφρ' ἐγὼ αὐτὸς

  ἅλμην ὤμοιιν ἀπολούσομαι, ἀμφὶ δ' ἐλαίῳ

  χρίσομαι: ἦ γὰρ δηρὸν ἀπὸ χροός ἐστιν ἀλοιφή. 220

  ἄντην δ' οὐκ ἂν ἐγώ γε λοέσσομαι: αἰδέομαι γὰρ

  γυμνοῦσθαι κούρῃσιν ἐυπλοκάμοισι μετελθών."

  ὣς ἔφαθ', αἱ δ' ἀπάνευθεν ἴσαν, εἶπον δ' ἄρα κούρῃ.

  αὐτὰρ ὁ ἐκ ποταμοῦ χρόα νίζετο δῖος Ὀδυσσεὺς

  ἅλμην, ἥ οἱ νῶτα καὶ εὐρέας ἄμπεχεν ὤμους, 225

  ἐκ κεφαλῆς δ' ἔσμηχεν ἁλὸς χνόον ἀτρυγέτοιο.

  αὐτὰρ ἐπεὶ δὴ πάντα λοέσσατο καὶ λίπ' ἄλειψεν,

  ἀμφὶ δὲ εἵματα ἕσσαθ' ἅ οἱ πόρε παρθένος ἀδμή
ς,

  τὸν μὲν Ἀθηναίη θῆκεν Διὸς ἐκγεγαυῖα

  μείζονά τ' εἰσιδέειν καὶ πάσσονα, κὰδ δὲ κάρητος 230

  οὔλας ἧκε κόμας, ὑακινθίνῳ ἄνθει ὁμοίας.

  ὡς δ' ὅτε τις χρυσὸν περιχεύεται ἀργύρῳ ἀνὴρ

  ἴδρις, ὃν Ἥφαιστος δέδαεν καὶ Παλλὰς Ἀθήνη

  τέχνην παντοίην, χαρίεντα δὲ ἔργα τελείει,

  ὣς ἄρα τῷ κατέχευε χάριν κεφαλῇ τε καὶ ὤμοις. 235

  ἕζετ' ἔπειτ' ἀπάνευθε κιὼν ἐπὶ θῖνα θαλάσσης,

  κάλλεϊ καὶ χάρισι στίλβων: θηεῖτο δὲ κούρη.

  δή ῥα τότ' ἀμφιπόλοισιν ἐυπλοκάμοισι μετηύδα:

  "κλῦτέ μευ, ἀμφίπολοι λευκώλενοι, ὄφρα τι εἴπω.

  οὐ πάντων ἀέκητι θεῶν, οἳ Ὄλυμπον ἔχουσιν, 240

  Φαιήκεσσ' ὅδ' ἀνὴρ ἐπιμίσγεται ἀντιθέοισι:

  πρόσθεν μὲν γὰρ δή μοι ἀεικέλιος δέατ' εἶναι,

  νῦν δὲ θεοῖσιν ἔοικε, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν.

  αἲ γὰρ ἐμοὶ τοιόσδε πόσις κεκλημένος εἴη

  ἐνθάδε ναιετάων, καὶ οἱ ἅδοι αὐτόθι μίμνειν. 245

  ἀλλὰ δότ', ἀμφίπολοι, ξείνῳ βρῶσίν τε πόσιν τε."

  ὣς ἔφαθ', αἱ δ' ἄρα τῆς μάλα μὲν κλύον ἠδ' ἐπίθοντο,

  πὰρ δ' ἄρ' Ὀδυσσῆι ἔθεσαν βρῶσίν τε πόσιν τε.

  ἦ τοι ὁ πῖνε καὶ ἦσθε πολύτλας δῖος Ὀδυσσεὺς

  ἁρπαλέως: δηρὸν γὰρ ἐδητύος ἦεν ἄπαστος. 250

  αὐτὰρ Ναυσικάα λευκώλενος ἄλλ' ἐνόησεν:

  εἵματ' ἄρα πτύξασα τίθει καλῆς ἐπ' ἀπήνης,

  ζεῦξεν δ' ἡμιόνους κρατερώνυχας, ἂν δ' ἔβη αὐτή,

  ὤτρυνεν δ' Ὀδυσῆα, ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζεν:

  "ὄρσεο δὴ νῦν, ξεῖνε, πόλινδ' ἴμεν ὄφρα σε πέμψω 255

  πατρὸς ἐμοῦ πρὸς δῶμα δαί̈φρονος, ἔνθα σέ φημι

  πάντων Φαιήκων εἰδησέμεν ὅσσοι ἄριστοι.

  ἀλλὰ μάλ' ὧδ' ἔρδειν, δοκέεις δέ μοι οὐκ ἀπινύσσειν:

  ὄφρ' ἂν μέν κ' ἀγροὺς ἴομεν καὶ ἔργ' ἀνθρώπων,

  τόφρα σὺν ἀμφιπόλοισι μεθ' ἡμιόνους καὶ ἄμαξαν 260

  καρπαλίμως ἔρχεσθαι: ἐγὼ δ' ὁδὸν ἡγεμονεύσω.

  αὐτὰρ ἐπὴν πόλιος ἐπιβήομεν, ἣν πέρι πύργος

  ὑψηλός, καλὸς δὲ λιμὴν ἑκάτερθε πόληος,

  λεπτὴ δ' εἰσίθμη: νῆες δ' ὁδὸν ἀμφιέλισσαι

  εἰρύαται: πᾶσιν γὰρ ἐπίστιόν ἐστιν ἑκάστῳ. 265

  ἔνθα δέ τέ σφ' ἀγορὴ καλὸν Ποσιδήιον ἀμφίς,

  ῥυτοῖσιν λάεσσι κατωρυχέεσσ' ἀραρυῖα.

  ἔνθα δὲ νηῶν ὅπλα μελαινάων ἀλέγουσι,

  πείσματα καὶ σπεῖρα, καὶ ἀποξύνουσιν ἐρετμά.

  οὐ γὰρ Φαιήκεσσι μέλει βιὸς οὐδὲ φαρέτρη, 270

  ἀλλ' ἱστοὶ καὶ ἐρετμὰ νεῶν καὶ νῆες ἐῖσαι,

  ᾗσιν ἀγαλλόμενοι πολιὴν περόωσι θάλασσαν.

  τῶν ἀλεείνω φῆμιν ἀδευκέα, μή τις ὀπίσσω

  μωμεύῃ: μάλα δ' εἰσὶν ὑπερφίαλοι κατὰ δῆμον:

  καί νύ τις ὧδ' εἴπῃσι κακώτερος ἀντιβολήσας: 275

  'τίς δ' ὅδε Ναυσικάᾳ ἕπεται καλός τε μέγας τε

  ξεῖνος; ποῦ δέ μιν εὗρε; πόσις νύ οἱ ἔσσεται αὐτῇ.

  ἦ τινά που πλαγχθέντα κομίσσατο ἧς ἀπὸ νηὸς

  ἀνδρῶν τηλεδαπῶν, ἐπεὶ οὔ τινες ἐγγύθεν εἰσίν:

  ἤ τίς οἱ εὐξαμένῃ πολυάρητος θεὸς ἦλθεν 280

  οὐρανόθεν καταβάς, ἕξει δέ μιν ἤματα πάντα.

  βέλτερον, εἰ καὐτή περ ἐποιχομένη πόσιν εὗρεν

  ἄλλοθεν: ἦ γὰρ τούσδε γ' ἀτιμάζει κατὰ δῆμον

  Φαίηκας, τοί μιν μνῶνται πολέες τε καὶ ἐσθλοί.'

  ὣς ἐρέουσιν, ἐμοὶ δέ κ' ὀνείδεα ταῦτα γένοιτο. 285

  καὶ δ' ἄλλῃ νεμεσῶ, ἥ τις τοιαῦτά γε ῥέζοι,

  ἥ τ' ἀέκητι φίλων πατρὸς καὶ μητρὸς ἐόντων,

  ἀνδράσι μίσγηται, πρίν γ' ἀμφάδιον γάμον ἐλθεῖν.

  ξεῖνε, σὺ δ' ὦκ' ἐμέθεν ξυνίει ἔπος, ὄφρα τάχιστα

  πομπῆς καὶ νόστοιο τύχῃς παρὰ πατρὸς ἐμοῖο. 290

  δήεις ἀγλαὸν ἄλσος Ἀθήνης ἄγχι κελεύθου

  αἰγείρων: ἐν δὲ κρήνη νάει, ἀμφὶ δὲ λειμών:

  ἔνθα δὲ πατρὸς ἐμοῦ τέμενος τεθαλυῖά τ' ἀλωή,

  τόσσον ἀπὸ πτόλιος, ὅσσον τε γέγωνε βοήσας.

  ἔνθα καθεζόμενος μεῖναι χρόνον, εἰς ὅ κεν ἡμεῖς 295

  ἄστυδε ἔλθωμεν καὶ ἱκώμεθα δώματα πατρός.

  αὐτὰρ ἐπὴν ἡμέας ἔλπῃ ποτὶ δώματ' ἀφῖχθαι,

  καὶ τότε Φαιήκων ἴμεν ἐς πόλιν ἠδ' ἐρέεσθαι

  δώματα πατρὸς ἐμοῦ μεγαλήτορος Ἀλκινόοιο.

  ῥεῖα δ' ἀρίγνωτ' ἐστί, καὶ ἂν πάϊς ἡγήσαιτο 300

  νήπιος: οὐ μὲν γάρ τι ἐοικότα τοῖσι τέτυκται

  δώματα Φαιήκων, οἷος δόμος Ἀλκινόοιο

  ἥρωος. ἀλλ' ὁπότ' ἄν σε δόμοι κεκύθωσι καὶ αὐλή,

  ὦκα μάλα μεγάροιο διελθέμεν, ὄφρ' ἂν ἵκηαι

  μητέρ' ἐμήν: ἡ δ' ἧσται ἐπ' ἐσχάρῃ ἐν πυρὸς αὐγῇ, 305

  ἠλάκατα στρωφῶσ' ἁλιπόρφυρα, θαῦμα ἰδέσθαι,

  κίονι κεκλιμένη: δμωαὶ δέ οἱ εἵατ' ὄπισθεν.

  ἔνθα δὲ πατρὸς ἐμοῖο θρόνος ποτικέκλιται αὐτῇ,

  τῷ ὅ γε οἰνοποτάζει ἐφήμενος ἀθάνατος ὥς.

  τὸν παραμειψάμενος μητρὸς περὶ γούνασι χεῖρας 310

  βάλλειν ἡμετέρης, ἵνα νόστιμον ἦμαρ ἴδηαι

>   χαίρων καρπαλίμως, εἰ καὶ μάλα τηλόθεν ἐσσί.

  εἴ κέν τοι κείνη γε φίλα φρονέῃσ' ἐνὶ θυμῷ,

  ἐλπωρή τοι ἔπειτα φίλους τ' ἰδέειν καὶ ἱκέσθαι

  οἶκον ἐυκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν." 315

  ὣς ἄρα φωνήσασ' ἵμασεν μάστιγι φαεινῇ

  ἡμιόνους: αἱ δ' ὦκα λίπον ποταμοῖο ῥέεθρα.

  αἱ δ' ἐὺ μὲν τρώχων, ἐὺ δὲ πλίσσοντο πόδεσσιν:

  ἡ δὲ μάλ' ἡνιόχευεν, ὅπως ἅμ' ἑποίατο πεζοὶ

  ἀμφίπολοί τ' Ὀδυσεύς τε, νόῳ δ' ἐπέβαλλεν ἱμάσθλην. 320

  δύσετό τ' ἠέλιος καὶ τοὶ κλυτὸν ἄλσος ἵκοντο

  ἱρὸν Ἀθηναίης, ἵν' ἄρ' ἕζετο δῖος Ὀδυσσεύς.

  αὐτίκ' ἔπειτ' ἠρᾶτο Διὸς κούρῃ μεγάλοιο:

  "κλῦθί μευ, αἰγιόχοιο Διὸς τέκος, Ἀτρυτώνη:

  νῦν δή πέρ μευ ἄκουσον, ἐπεὶ πάρος οὔ ποτ' ἄκουσας 325

  ῥαιομένου, ὅτε μ' ἔρραιε κλυτὸς ἐννοσίγαιος.

  δός μ' ἐς Φαίηκας φίλον ἐλθεῖν ἠδ' ἐλεεινόν."

  ὣς ἔφατ' εὐχόμενος, τοῦ δ' ἔκλυε Παλλὰς Ἀθήνη.

  αὐτῷ δ' οὔ πω φαίνετ' ἐναντίη: αἴδετο γάρ ῥα

  πατροκασίγνητον: ὁ δ' ἐπιζαφελῶς μενέαινεν 330

  ἀντιθέῳ Ὀδυσῆι πάρος ἣν γαῖαν ἱκέσθαι.

  Ῥαψωδία η

  ὧς ὁ μὲν ἔνθ' ἠρᾶτο πολύτλας δῖος Ὀδυσσεύς,

  κούρην δὲ προτὶ ἄστυ φέρεν μένος ἡμιόνοιιν.

  ἡ δ' ὅτε δὴ οὗ πατρὸς ἀγακλυτὰ δώμαθ' ἵκανε,

 

‹ Prev