Complete Works of Homer

Home > Fantasy > Complete Works of Homer > Page 668
Complete Works of Homer Page 668

by Homer


  ὡμήρησε δέ μοι παρ' ἑταίρων ἄγγελος ὠκύς,

  κῆρυξ, ὃς δὴ πρῶτος ἔπος σῇ μητρὶ ἔειπεν.

  ἄλλο δέ τοι τό γε οἶδα: τὸ γὰρ ἴδον ὀφθαλμοῖσιν.

  ἤδη ὑπὲρ πόλιος, ὅθι θ' Ἕρμαιος λόφος ἐστίν, 470

  ἦα κιών, ὅτε νῆα θοὴν ἰδόμην κατιοῦσαν

  ἐς λιμέν' ἡμέτερον: πολλοὶ δ' ἔσαν ἄνδρες ἐν αὐτῇ,

  βεβρίθει δὲ σάκεσσι καὶ ἔγχεσιν ἀμφιγύοισι:

  καὶ σφέας ὠί̈σθην τοὺς ἔμμεναι, οὐδέ τι οἶδα."

  ὣς φάτο, μείδησεν δ' ἱερὴ ἲς Τηλεμάχοιο 475

  ἐς πατέρ' ὀφθαλμοῖσιν ἰδών, ἀλέεινε δ' ὑφορβόν.

  οἱ δ' ἐπεὶ οὖν παύσαντο πόνου τετύκοντό τε δαῖτα,

  δαίνυντ', οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐί̈σης.

  αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,

  κοίτου τε μνήσαντο καὶ ὕπνου δῶρον ἕλοντο. 480

  Ῥαψωδία ρ

  ἦμος δ' ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,

  δὴ τότ' ἔπειθ' ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα

  Τηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος θείοιο,

  εἵλετο δ' ἄλκιμον ἔγχος, ὅ οἱ παλάμηφιν ἀρήρει,

  ἄστυδε ἱέμενος, καὶ ἑὸν προσέειπε συβώτην: 5

  "ἄττ', ἦ τοι μὲν ἐγὼν εἶμ' ἐς πόλιν, ὄφρα με μήτηρ

  ὄψεται: οὐ γάρ μιν πρόσθεν παύσεσθαι ὀί̈ω

  κλαυθμοῦ τε στυγεροῖο γόοιό τε δακρυόεντος,

  πρίν γ' αὐτόν με ἴδηται: ἀτὰρ σοί γ' ὧδ' ἐπιτέλλω.

  τὸν ξεῖνον δύστηνον ἄγ' ἐς πόλιν, ὄφρ' ἂν ἐκεῖθι 10

  δαῖτα πτωχεύῃ: δώσει δέ οἱ ὅς κ' ἐθέλῃσι

  πύρνον καὶ κοτύλην: ἐμὲ δ' οὔ πως ἔστιν ἅπαντας

  ἀνθρώπους ἀνέχεσθαι, ἔχοντά περ ἄλγεα θυμῷ:

  ὁ ξεῖνος δ' εἴ περ μάλα μηνίει, ἄλγιον αὐτῷ

  ἔσσεται: ἦ γὰρ ἐμοὶ φίλ' ἀληθέα μυθήσασθαι." 15

  τὸν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς:

  "ὦ φίλος, οὐδέ τοι αὐτὸς ἐρύκεσθαι μενεαίνω:

  πτωχῷ βέλτερόν ἐστι κατὰ πτόλιν ἠὲ κατ' ἀγροὺς

  δαῖτα πτωχεύειν: δώσει δέ μοι ὅς κ' ἐθέλῃσιν.

  οὐ γὰρ ἐπὶ σταθμοῖσι μένειν ἔτι τηλίκος εἰμί, 20

  ὥστ' ἐπιτειλαμένῳ σημάντορι πάντα πιθέσθαι.

  ἀλλ' ἔρχευ: ἐμὲ δ' ἄξει ἀνὴρ ὅδε, τὸν σὺ κελεύεις,

  αὐτίκ' ἐπεί κε πυρὸς θερέω ἀλέη τε γένηται.

  αἰνῶς γὰρ τάδε εἵματ' ἔχω κακά: μή με δαμάσσῃ

  στίβη ὑπηοίη: ἕκαθεν δέ τε ἄστυ φάτ' εἶναι." 25

  ὣς φάτο, Τηλέμαχος δὲ διὰ σταθμοῖο βεβήκει,

  κραιπνὰ ποσὶ προβιβάς, κακὰ δὲ μνηστῆρσι φύτευεν.

  αὐτὰρ ἐπεί ῥ' ἵκανε δόμους εὖ ναιετάοντας,

  ἔγχος μέν ῥ' ἔστησε φέρων πρὸς κίονα μακρήν,

  αὐτὸς δ' εἴσω ἴεν καὶ ὑπέρβη λάϊνον οὐδόν. 30

  τὸν δὲ πολὺ πρώτη εἶδε τροφὸς Εὐρύκλεια,

  κώεα καστορνῦσα θρόνοις ἔνι δαιδαλέοισι,

  δακρύσασα δ' ἔπειτ' ἰθὺς κίεν: ἀμφὶ δ' ἄρ' ἄλλαι

  δμῳαὶ Ὀδυσσῆος ταλασίφρονος ἠγερέθοντο,

  καὶ κύνεον ἀγαπαζόμεναι κεφαλήν τε καὶ ὤμους. 35

  ἡ δ' ἴεν ἐκ θαλάμοιο περίφρων Πηνελόπεια,

  Ἀρτέμιδι ἰκέλη ἠὲ χρυσέῃ Ἀφροδίτῃ,

  ἀμφὶ δὲ παιδὶ φίλῳ βάλε πήχεε δακρύσασα,

  κύσσε δέ μιν κεφαλήν τε καὶ ἄμφω φάεα καλά,

  καί ῥ' ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα: 40

  "ἦλθες, Τηλέμαχε, γλυκερὸν φάος. οὔ σ' ἔτ' ἐγώ γε

  ὄψεσθαι ἐφάμην, ἐπεὶ ᾤχεο νηὶ̈ Πύλονδε

  λάθρη, ἐμεῦ ἀέκητι, φίλου μετὰ πατρὸς ἀκουήν.

  ἀλλ' ἄγε μοι κατάλεξον ὅπως ἤντησας ὀπωπῆς."

  τὴν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα: 45

  "μῆτερ ἐμή, μή μοι γόον ὄρνυθι μηδέ μοι ἦτορ

  ἐν στήθεσσιν ὄρινε φυγόντι περ αἰπὺν ὄλεθρον:

  ἀλλ' ὑδρηναμένη, καθαρὰ χροὶ̈ εἵμαθ' ἑλοῦσα,

  εἰς ὑπερῷ' ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶν

  εὔχεο πᾶσι θεοῖσι τεληέσσας ἑκατόμβας 50

  ῥέξειν, αἴ κέ ποθι Ζεὺς ἄντιτα ἔργα τελέσσῃ.

  αὐτὰρ ἐγὼν ἀγορὴν ἐσελεύσομαι, ὄφρα καλέσσω

  ξεῖνον, ὅτις μοι κεῖθεν ἅμ' ἕσπετο δεῦρο κιόντι.

  τὸν μὲν ἐγὼ προὔπεμψα σὺν ἀντιθέοις ἑτάροισι,

  Πείραιον δέ μιν ἠνώγεα προτὶ οἶκον ἄγοντα 55

  ἐνδυκέως φιλέειν καὶ τιέμεν, εἰς ὅ κεν ἔλθω."

  ὣς ἄρ' ἐφώνησεν, τῇ δ' ἄπτερος ἔπλετο μῦθος.

  ἡ δ' ὑδρηναμένη, καθαρὰ χροὶ̈ εἵμαθ' ἑλοῦσα,

  εὔχετο πᾶσι θεοῖσι τεληέσσας ἑκατόμβας

  ῥέξειν, αἴ κέ ποθι Ζεὺς ἄντιτα ἔργα τελέσσῃ. 60

  Τηλέμαχος δ' ἄρ' ἔπειτα διὲκ μεγάροιο βεβήκει

  ἔγχος ἔχων: ἅμα τῷ γε δύω κύνες ἀργοὶ ἕποντο.

  θεσπεσίην δ' ἄρα τῷ γε χάριν κατέχευεν Ἀθήνη:

  τὸν δ' ἄρα πάντες λαοὶ ἐπερχόμενον θηεῦντο.

  ἀμφὶ δέ μιν μνηστῆρες ἀγήνορες ἠγερέθοντο 65

  ἔσθλ' ἀγορεύοντες, κακὰ δὲ φρεσὶ βυσσοδόμευον.

  αὐτὰρ ὁ τῶν μὲν ἔπειτα ἀλεύατο πουλὺν ὅμιλον,

  ἀλλ' ἵνα Μέντωρ ἧστο καὶ Ἄντιφος ἠδ' Ἁλιθέρσης,

  οἵ τε οἱ ἐξ ἀρχῆς πατρώϊοι ἦσαν ἑταῖροι,


  ἔνθα καθέζετ' ἰών: τοὶ δ' ἐξερέεινον ἕκαστα. 70

  τοῖσι δὲ Πείραιος δουρικλυτὸς ἐγγύθεν ἦλθεν

  ξεῖνον ἄγων ἀγορήνδε διὰ πτόλιν: οὐδ' ἄρ' ἔτι δὴν

  Τηλέμαχος ξείνοιο ἑκὰς τράπετ', ἀλλὰ παρέστη.

  τὸν καὶ Πείραιος πρότερος πρὸς μῦθον ἔειπε:

  "Τηλέμαχ', αἶψ' ὄτρυνον ἐμὸν ποτὶ δῶμα γυναῖκας, 75

  ὥς τοι δῶρ' ἀποπέμψω, ἅ τοι Μενέλαος ἔδωκε."

  τὸν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:

  "Πείραι', οὐ γάρ τ' ἴδμεν ὅπως ἔσται τάδε ἔργα.

  εἴ κεν ἐμὲ μνηστῆρες ἀγήνορες ἐν μεγάροισι

  λάθρη κτείναντες πατρώϊα πάντα δάσωνται, 80

  αὐτὸν ἔχοντά σε βούλομ' ἐπαυρέμεν, ἤ τινα τῶνδε:

  εἰ δέ κ' ἐγὼ τούτοισι φόνον καὶ κῆρα φυτεύσω,

  δὴ τότε μοι χαίροντι φέρειν πρὸς δώματα χαίρων."

  ὣς εἰπὼν ξεῖνον ταλαπείριον ἦγεν ἐς οἶκον.

  αὐτὰρ ἐπεί ῥ' ἵκοντο δόμους εὖ ναιετάοντας, 85

  χλαίνας μὲν κατέθεντο κατὰ κλισμούς τε θρόνους τε,

  ἐς δ' ἀσαμίνθους βάντες ἐϋξέστας λούσαντο.

  τοὺς δ' ἐπεὶ οὖν δμῳαὶ λοῦσαν καὶ χρῖσαν ἐλαίῳ,

  ἀμφὶ δ' ἄρα χλαίνας οὔλας βάλον ἠδὲ χιτῶνας,

  ἔκ ῥ' ἀσαμίνθων βάντες ἐπὶ κλισμοῖσι καθῖζον. 90

  χέρνιβα δ' ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα

  καλῇ χρυσείῃ, ὑπὲρ ἀργυρέοιο λέβητος,

  νίψασθαι: παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.

  σῖτον δ' αἰδοίη ταμίη παρέθηκε φέρουσα,

  εἴδατα πόλλ' ἐπιθεῖσα, χαριζομένη παρεόντων. 95

  μήτηρ δ' ἀντίον ἷζε παρὰ σταθμὸν μεγάροιο

  κλισμῷ κεκλιμένη, λέπτ' ἠλάκατα στρωφῶσα.

  οἱ δ' ἐπ' ὀνείαθ' ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον,

  αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,

  τοῖσι δὲ μύθων ἦρχε περίφρων Πηνελόπεια: 100

  "Τηλέμαχ', ἦ τοι ἐγὼν ὑπερώϊον εἰσαναβᾶσα

  λέξομαι εἰς εὐνήν, ἥ μοι στονόεσσα τέτυκται,

  αἰεὶ δάκρυσ' ἐμοῖσι πεφυρμένη, ἐξ οὗ Ὀδυσσεὺς

  ᾤχεθ' ἅμ' Ἀτρεί̈δῃσιν ἐς Ἴλιον: οὐδέ μοι ἔτλης,

  πρὶν ἐλθεῖν μνηστῆρας ἀγήνορας ἐς τόδε δῶμα, 105

  νόστον σοῦ πατρὸς σάφα εἰπέμεν, εἴ που ἄκουσας."

  τὴν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:

  "τοιγὰρ ἐγώ τοι, μῆτερ, ἀληθείην καταλέξω.

  ᾠχόμεθ' ἔς τε Πύλον καὶ Νέστορα, ποιμένα λαῶν:

  δεξάμενος δέ με κεῖνος ἐν ὑψηλοῖσι δόμοισιν 110

  ἐνδυκέως ἐφίλει, ὡς εἴ τε πατὴρ ἑὸν υἱὸν

  ἐλθόντα χρόνιον νέον ἄλλοθεν: ὣς ἐμὲ κεῖνος

  ἐνδυκέως ἐκόμιζε σὺν υἱάσι κυδαλίμοισιν.

  αὐτὰρ Ὀδυσσῆος ταλασίφρονος οὔ ποτ' ἔφασκεν,

  ζωοῦ οὐδὲ θανόντος, ἐπιχθονίων τευ ἀκοῦσαι: 115

  ἀλλά μ' ἐς Ἀτρεί̈δην, δουρικλειτὸν Μενέλαον,

  ἵπποισι προὔπεμψε καὶ ἅρμασι κολλητοῖσιν.

  ἔνθ' ἴδον Ἀργείην Ἑλένην, ἧς εἵνεκα πολλὰ

  Ἀργεῖοι Τρῶές τε θεῶν ἰότητι μόγησαν.

  εἴρετο δ' αὐτίκ' ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος 120

  ὅττευ χρηί̈ζων ἱκόμην Λακεδαίμονα δῖαν:

  αὐτὰρ ἐγὼ τῷ πᾶσαν ἀληθείην κατέλεξα:

  καὶ τότε δή με ἔπεσσιν ἀμειβόμενος προσέειπεν:

  "ὢ πόποι, ἦ μάλα δὴ κρατερόφρονος ἀνδρὸς ἐν εὐνῇ

  ἤθελον εὐνηθῆναι, ἀνάλκιδες αὐτοὶ ἐόντες. 125

  ὡς δ' ὁπότ' ἐν ξυλόχῳ ἔλαφος κρατεροῖο λέοντος

  νεβροὺς κοιμήσασα νεηγενέας γαλαθηνοὺς

  κνημοὺς ἐξερέῃσι καὶ ἄγκεα ποιήεντα

  βοσκομένη, ὁ δ' ἔπειτα ἑὴν εἰσήλυθεν εὐνήν,

  ἀμφοτέροισι δὲ τοῖσιν ἀεικέα πότμον ἐφῆκεν, 130

  ὣς Ὀδυσεὺς κείνοισιν ἀεικέα πότμον ἐφήσει.

  αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,

  τοῖος ἐὼν οἷός ποτ' ἐϋκτιμένῃ ἐνὶ Λέσβῳ

  ἐξ ἔριδος Φιλομηλεί̈δῃ ἐπάλαισεν ἀναστάς,

  κὰδ δ' ἔβαλε κρατερῶς, κεχάροντο δὲ πάντες Ἀχαιοί, 135

  τοῖος ἐὼν μνηστῆρσιν ὁμιλήσειεν Ὀδυσσεύς:

  πάντες κ' ὠκύμοροί τε γενοίατο πικρόγαμοί τε.

  ταῦτα δ' ἅ μ' εἰρωτᾷς καὶ λίσσεαι, οὐκ ἂν ἐγώ γε

  ἄλλα παρὲξ εἴποιμι παρακλιδὸν οὐδ' ἀπατήσω,

  ἀλλὰ τὰ μέν μοι ἔειπε γέρων ἅλιος νημερτής, 140

  τῶν οὐδέν τοι ἐγὼ κρύψω ἔπος οὐδ' ἐπικεύσω.

  φῆ μιν ὅ γ' ἐν νήσῳ ἰδέειν κρατέρ' ἄλγε' ἔχοντα,

  νύμφης ἐν μεγάροισι Καλυψοῦς, ἥ μιν ἀνάγκῃ

  ἴσχει: ὁ δ' οὐ δύναται ἣν πατρίδα γαῖαν ἱκέσθαι.

  οὐ γάρ οἱ πάρα νῆες ἐπήρετμοι καὶ ἑταῖροι, 145

  οἵ κέν μιν πέμποιεν ἐπ' εὐρέα νῶτα θαλάσσης"

  "ὣς ἔφατ' Ἀτρεί̈δης, δουρικλειτὸς Μενέλαος.

  ταῦτα τελευτήσας νεόμην: ἔδοσαν δέ μοι οὖρον

  ἀθάνατοι, τοί μ' ὦκα φίλην ἐς πατρίδ' ἔπεμψαν."

  ὣς φάτο, τῇ δ' ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε. 150

  τοῖσι δὲ καὶ μετέειπε Θεοκλύμενος θεοειδής:

  "ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος,

  ἦ τοι ὅ γ' οὐ σάφα οἶδεν, ἐμε
ῖο δὲ σύνθεο μῦθον:

  ἀτρεκέως γάρ σοι μαντεύσομαι οὐδ' ἐπικεύσω:

  ἴστω νῦν Ζεὺς πρῶτα θεῶν, ξενίη τε τράπεζα 155

  ἱστίη τ' Ὀδυσῆος ἀμύμονος, ἣν ἀφικάνω,

  ὡς ἦ τοι Ὀδυσεὺς ἤδη ἐν πατρίδι γαίῃ,

  ἥμενος ἢ ἕρπων, τάδε πευθόμενος κακὰ ἔργα,

  ἔστιν, ἀτὰρ μνηστῆρσι κακὸν πάντεσσι φυτεύει:

  τοῖον ἐγὼν οἰωνὸν ἐϋσσέλμου ἐπὶ νηὸς 160

  ἥμενος ἐφρασάμην καὶ Τηλεμάχῳ ἐγεγώνευν."

  τὸν δ' αὖτε προσέειπε περίφρων Πηνελόπεια:

  "αἲ γὰρ τοῦτο, ξεῖνε, ἔπος τετελεσμένον εἴη:

  τῷ κε τάχα γνοίης φιλότητά τε πολλά τε δῶρα

  ἐξ ἐμεῦ, ὡς ἄν τίς σε συναντόμενος μακαρίζοι." 165

  ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,

  μνηστῆρες δὲ πάροιθεν Ὀδυσσῆος μεγάροιο

  δίσκοισιν τέρποντο καὶ αἰγανέῃσιν ἱέντες,

  ἐν τυκτῷ δαπέδῳ, ὅθι περ πάρος ὕβριν ἔχοντες.

  ἀλλ' ὅτε δὴ δείπνηστος ἔην καὶ ἐπήλυθε μῆλα 170

  πάντοθεν ἐξ ἀγρῶν, οἱ δ' ἤγαγον οἳ τὸ πάρος περ,

  καὶ τότε δή σφιν ἔειπε Μέδων: ὃς γάρ ῥα μάλιστα

  ἥνδανε κηρύκων, καὶ σφιν παρεγίγνετο δαιτί:

  "κοῦροι, ἐπεὶ δὴ πάντες ἐτέρφθητε φρέν' ἀέθλοις,

  ἔρχεσθε πρὸς δώμαθ', ἵν' ἐντυνώμεθα δαῖτα: 175

 

‹ Prev