Complete Works of Homer

Home > Fantasy > Complete Works of Homer > Page 698
Complete Works of Homer Page 698

by Homer


  πέμψαι δ' ἄγγελον ὦκα μετὰ Φρύγας αἰολοπώλους

  εἰπεῖν πατρί τ' ἐμῷ καὶ μητέρι κηδομένῃ περ·

  οἳ δέ κε τοι χρυσόν τε ἅλις ἐσθῆτά θ' ὑφαντὴν

  πέμψουσιν· σὺ δὲ πολλὰ καὶ ἀγλαὰ δέχθαι ἄποινα.

  ταῦτα δὲ ποιήσας δαίνυ γάμον ἱμερόεντα,

  τίμιον ἀνθρώποισι καὶ ἀθανάτοισι θεοῖσιν.

  ὣς εἰποῦσα θεὰ γλυκὺν ἵμερον ἔμβαλε θυμῷ.

  Ἀγχίσην δ' ἔρος εἷλεν ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζεν·

  εἰ μὲν θνητή τ' ἐσσι, γυνὴ δέ σε γείνατο μήτηρ,

  Ὀτρεὺς δ' ἐστὶ πατὴρ ὀνομακλυτός, ὡς ἀγορεύεις,

  ἀθανάτου δὲ ἕκητι διακτόρου ἐνθάδ' ἱκάνεις

  Ἑρμέω, ἐμὴ δ' ἄλοχος κεκλήσεαι ἤματα πάντα·

  οὔ τις ἔπειτα θεῶν οὔτε θνητῶν ἀνθρώπων

  ἐνθάδε με σχήσει, πρὶν σῇ φιλότητι μιγῆναι

  αὐτίκα νῦν· οὐδ' εἴ κεν ἑκηβόλος αὐτὸς Ἀπόλλων

  τόξου ἀπ' ἀργυρέου προΐῃ βέλεα στονόεντα.

  βουλοίμην κεν ἔπειτα, γύναι ἐικυῖα θεῇσι,

  σῆς εὐνῆς ἐπιβὰς δῦναι δόμον Ἄιδος εἴσω.

  ὣς εἰπὼν λάβε χεῖρα· φιλομμειδὴς δ' Ἀφροδίτη

  ἕρπε μεταστρεφθεῖσα κατ' ὄμματα καλὰ βαλοῦσα

  ἐς λέχος εὔστρωτον, ὅθι περ πάρος ἔσκεν ἄνακτι

  χλαίνῃσιν μαλακῇς ἐστρωμένον· αὐτὰρ ὕπερθεν

  ἄρκτων δέρματ' ἔκειτο βαρυφθόγγων τε λεόντων,

  τοὺς αὐτὸς κατέπεφνεν ἐν οὔρεσιν ὑψηλοῖσιν.

  οἳ δ' ἐπεὶ οὖν λεχέων εὐποιήτων ἐπέβησαν,

  κόσμον μέν οἱ πρῶτον ἀπὸ χροὸς εἷλε φαεινόν,

  πόρπας τε γναμπτάς θ' ἕλικας κάλυκάς τε καὶ ὅρμους.

  λῦσε δέ οἱ ζώνην ἰδὲ εἵματα σιγαλόεντα

  ἔκδυε καὶ κατέθηκεν ἐπὶ θρόνου ἀργυροήλου

  Ἀγχίσης· ὃ δ' ἔπειτα θεῶν ἰότητι καὶ αἴσῃ

  ἀθανάτῃ παρέλεκτο θεᾷ βροτός, οὐ σάφα εἰδώς.

  ἦμος δ' ἂψ εἰς αὖλιν ἀποκλίνουσι νομῆες

  βοῦς τε καὶ ἴφια μῆλα νομῶν ἐξ ἀνθεμοέντων·

  τῆμος ἄρ' Ἀγχίσῃ μὲν ἐπὶ γλυκὺν ὕπνον ἔχευε

  νήδυμον, αὐτὴ δὲ χροῒ ἕννυτο εἵματα καλά.

  ἑσσαμένη δ' εὖ πάντα περὶ χροῒ δῖα θεάων

  ἔστη πὰρ κλισίῃ, κεὐποιήτοιο μελάθρου

  κῦρε κάρη· κάλλος δὲ παρειάων ἀπέλαμπεν

  ἄμβροτον, οἷόν τ' ἐστὶν ἐυστεφάνου Κυθερείης,

  ἐξ ὕπνου τ' ἀνέγειρεν ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζεν·

  ὄρσεο, Δαρδανίδη· τί νυ νήγρετον ὕπνον ἰαύεις;

  καὶ φράσαι, εἴ τοι ὁμοίη ἐγὼν ἰνδάλλομαι εἶναι,

  οἵην δή με τὸ πρῶτον ἐν ὀφθαλμοῖσι νόησας;

  ὣς φάθ'· ὃ δ' ἐξ ὕπνοιο μάλ' ἐμμαπέως ὑπάκουσεν.

  ὡς δὲ ἴδεν δειρήν τε καὶ ὄμματα κάλ' Ἀφροδίτης,

  τάρβησέν τε καὶ ὄσσε παρακλιδὸν ἔτραπεν ἄλλῃ·

  ἂψ δ' αὖτις χλαίνῃ τε καλύψατο καλὰ πρόσωπα

  καί μιν λισσόμενος ἔπεα πτερόεντα προσηύδα·

  αὐτίκα ς' ὡς τὰ πρῶτα, θεά, ἴδον ὀφθαλμοῖσιν,

  ἔγνων ὡς θεὸς ἦσθα· σὺ δ' οὐ νημερτὲς ἔειπες.

  ἀλλά σε πρὸς Ζηνὸς γουνάζομαι αἰγιόχοιο,

  μή με ζῶντ' ἀμενηνὸν ἐν ἀνθρώποισιν ἐάσῃς

  ναίειν, ἀλλ' ἐλέαιρ'· ἐπεὶ οὐ βιοθάλμιος ἀνὴρ

  γίγνεται, ὅς τε θεαῖς εὐνάζεται ἀθανάτῃσι.

  τὸν δ' ἠμείβετ' ἔπειτα Διὸς θυγάτηρ Ἀφροδίτη·

  Ἀγχίση, κύδιστε καταθνητῶν ἀνθρώπων,

  θάρσει, μηδέ τι σῇσι μετὰ φρεσὶ δείδιθι λίην·

  οὐ γάρ τοί τι δέος παθέειν κακὸν ἐξ ἐμέθεν γε,

  οὐδ' ἄλλων μακάρων· ἐπεὶ ἦ φίλος ἐσσὶ θεοῖσι.

  σοὶ δ' ἔσται φίλος υἱός, ὃς ἐν Τρώεσσιν ἀνάξει

  καὶ παῖδες παίδεσσι διαμπερὲς ἐκγεγάοντες·

  τῷ δὲ καὶ Αἰνείας ὄνομ' ἔσσεται, οὕνεκα μ' αἰνὸν

  ἔσχεν ἄχος, ἕνεκα βροτοῦ ἀνέρος ἔμπεσον εὐνῇ·

  ἀγχίθεοι δὲ μάλιστα καταθνητῶν ἀνθρώπων

  αἰεὶ ἀφ' ὑμετέρης γενεῆς εἶδός τε φυήν τε.

  ἦ τοι μὲν ξανθὸν Γανυμήδεα μητιέτα Ζεὺς

  ἥρπασε ὃν διὰ κάλλος, ἵν' ἀθανάτοισι μετείη

  καί τε Διὸς κατὰ δῶμα θεοῖς ἐπιοινοχοεύοι,

  θαῦμα ἰδεῖν, πάντεσσι τετιμένος ἀθανάτοισι,

  χρυσέου ἐκ κρητῆρος ἀφύσσων νέκταρ ἐρυθρόν.

  Τρῶα δὲ πένθος ἄλαστον ἔχε φρένας, οὐδέ τι ᾔδει,

  ὅππη οἱ φίλον υἱὸν ἀνήρπασε θέσπις ἄελλα·

  τὸν δὴ ἔπειτα γόασκε διαμπερὲς ἤματα πάντα

  καί μιν Ζεὺς ἐλέησε, δίδου δέ οἱ υἷος ἄποινα,

  ἵππους ἀρσίποδας, τοί τ' ἀθανάτους φορέουσι.

  τούς οἱ δῶρον ἔδωκεν ἔχειν· εἶπεν δὲ ἕκαστα

  Ζηνὸς ἐφημοσύνῃσι διάκτορος Ἀργειφόντης,

  ὡς ἔοι ἀθάνατος καὶ ἀγήρως ἶσα θεοῖσιν.

  αὐτὰρ ἐπειδὴ Ζηνὸς ὅ γ' ἔκλυεν ἀγγελιάων,

  οὐκέτ' ἔπειτα γόασκε, γεγήθει δὲ φρένας ἔνδον,

  γηθόσυνος δ' ἵπποισιν ἀελλοπόδεσσιν ὀχεῖτο.

  ὣς δ' αὖ Τιθωνὸν χρυσόθρονος ἥρπασεν Ἠώς,

  ὑμετέρης γενεῆς, ἐπιείκελον ἀθανάτοισι.

  Βῆ δ' ἴμεν αἰτήσουσα κελαινεφέα Κρονίωνα,

  ἀθάν
ατόν τ' εἶναι καὶ ζώειν ἤματα πάντα·

  τῇ δὲ Ζεὺς ἐπένευσε καὶ ἐκρήηνεν ἐέλδωρ.

  νηπίη, οὐδ' ἐνόησε μετὰ φρεσὶ πότνια Ἠὼς

  ἥβην αἰτῆσαι ξῦσαί τ' ἄπο γῆρας ὀλοιόν.

  τὸν δ' ἦ τοι εἵως μὲν ἔχεν πολυήρατος ἥβη,

  Ἠοῖ τερπόμενος χρυσοθρόνῳ, ἠριγενείῃ

  ναῖε παρ' Ὠκεανοῖο ῥοῇς ἐπὶ πείρασι γαίης·

  αὐτὰρ ἐπεὶ πρῶται πολιαὶ κατέχυντο ἔθειραι

  καλῆς ἐκ κεφαλῆς εὐηγενέος τε γενείου,

  τοῦ δ' ἦ τοι εὐνῆς μὲν ἀπείχετο πότνια Ἠώς,

  αὐτὸν δ' αὖτ' ἀτίταλλεν ἐνὶ μεγάροισιν ἔχουσα,

  σίτῳ τ' ἀμβροσίῃ τε καὶ εἵματα καλὰ διδοῦσα.

  ἀλλ' ὅτε δὴ πάμπαν στυγερὸν κατὰ γῆρας ἔπειγεν,

  οὐδέ τι κινῆσαι μελέων δύνατ' οὐδ' ἀναεῖραι,

  ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή·

  ἐν θαλάμῳ κατέθηκε, θύρας δ' ἐπέθηκε φαεινάς.

  τοῦ δ' ἦ τοι φωνὴ ῥέει ἄσπετος, οὐδέ τι κῖκυς

  ἔσθ', οἵη πάρος ἔσκεν ἐνὶ γναμπτοῖσι μέλεσσιν.

  οὐκ ἂν ἐγώ γε σὲ τοῖον ἐν ἀθανάτοισιν ἑλοίμην

  ἀθάνατόν τ' εἶναι καὶ ζώειν ἤματα πάντα.

  ἀλλ' εἰ μὲν τοιοῦτος ἐὼν εἶδός τε δέμας τε

  ζώοις ἡμέτερός τε πόσις κεκλημένος εἴης,

  οὐκ ἂν ἔπειτά μ' ἄχος πυκινὰς φρένας ἀμφικαλύπτοι.

  νῦν δέ σε μὲν τάχα γῆρας ὁμοίιον ἀμφικαλύψει

  νηλειές, τό τ' ἔπειτα παρίσταται ἀνθρώποισιν,

  οὐλόμενον, καματηρόν, ὅτε στυγέουσι θεοί περ.

  αὐτὰρ ἐμοὶ μέγ' ὄνειδος ἐν ἀθανάτοισι θεοῖσιν

  ἔσσεται ἤματα πάντα διαμπερὲς εἵνεκα σεῖο,

  οἳ πρὶν ἐμοὺς ὀάρους καὶ μήτιας, αἷς ποτε πάντας

  ἀθανάτους συνέμιξα καταθνητῇσι γυναιξί,

  τάρβεσκον· πάντας γὰρ ἐμὸν δάμνασκε νόημα.

  νῦν δὲ δὴ οὐκέτι μοι στόμα χείσεται ἐξονομῆναι

  τοῦτο μετ' ἀθανάτοισιν, ἐπεὶ μάλα πολλὸν ἀάσθην,

  σχέτλιον, οὐκ ὀνοταστόν, ἀπεπλάγχθην δὲ νόοιο,

  παῖδα δ' ὑπὸ ζώνῃ ἐθέμην βροτῷ εὐνηθεῖσα.

  τὸν μέν, ἐπὴν δὴ πρῶτον ἴδῃ φάος ἠελίοιο,

  Νύμφαι μιν θρέψουσιν ὀρεσκῷοι βαθύκολποι,

  αἳ τόδε ναιετάουσιν ὄρος μέγα τε ζάθεόν τε·

  αἵ ῥ' οὔτε θνητοῖς οὔτ' ἀθανάτοισιν ἕπονται.

  δηρὸν μὲν ζώουσι καὶ ἄμβροτον εἶδαρ ἔδουσι

  καί τε μετ' ἀθανάτοισι καλὸν χορὸν ἐρρώσαντο.

  τῇσι δὲ Σειληνοὶ καὶ ἐύσκοπος Ἀργειφόντης

  μίσγοντ' ἐν φιλότητι μυχῷ σπείων ἐροέντων.

  τῇσι δ' ἅμ' ἢ ἐλάται ἠὲ δρύες ὑψικάρηνοι

  γεινομένῃσιν ἔφυσαν ἐπὶ χθονὶ βωτιανείρῃ,

  καλαί, τηλεθάουσαι, ἐν οὔρεσιν ὑψηλοῖσιν.

  ἑστᾶς' ἠλίβατοι, τεμένη δέ ἑ κικλήσκουσιν

  ἀθανάτων· τὰς δ' οὔ τι βροτοὶ κείρουσι σιδήρῳ·

  ἀλλ' ὅτε κεν δὴ μοῖρα παρεστήκῃ θανάτοιο,

  ἀζάνεται μὲν πρῶτον ἐπὶ χθονὶ δένδρεα καλά,

  φλοιὸς δ' ἀμφιπεριφθινύθει, πίπτουσι δ' ἄπ' ὄζοι,

  τῶν δέ θ' ὁμοῦ ψυχὴ λείπει φάος ἠελίοιο.

  αἳ μὲν ἐμὸν θρέψουσι παρὰ σφίσιν υἱὸν ἔχουσαι.

  τὸν μὲν ἐπὴν δὴ πρῶτον ἕλῃ πολυήρατος ἥβη,

  ἄξουσίν σοι δεῦρο θεαὶ δείξουσί τε παῖδα.

  σοὶ δ' ἐγώ, ὄφρα κε ταῦτα μετὰ φρεσὶ πάντα διέλθω,

  ἐς πέμπτον ἔτος αὖτις ἐλεύσομαι υἱὸν ἄγουσα.

  τὸν μὲν ἐπὴν δὴ πρῶτον ἴδῃς θάλος ὀφθαλμοῖσι,

  γηθήσεις ὁρόων· μάλα γὰρ θεοείκελος ἔσται·

  ἄξεις δ' αὐτίκα νιν ποτὶ Ἴλιον ἠνεμόεσσαν.

  ἢν δέ τις εἴρηταί σε καταθνητῶν ἀνθρώπων,

  ἥ τις σοι φίλον υἱὸν ὑπὸ ζώνῃ θέτο μήτηρ,

  τῷ δὲ σὺ μυθεῖσθαι μεμνημένος, ὥς σε κελεύω·

  φάσθαι τοι Νύμφης καλυκώπιδος ἔκγονον εἶναι,

  αἳ τόδε ναιετάουσιν ὄρος καταειμένον ὕλῃ.

  εἰ δέ κεν ἐξείπῃς καὶ ἐπεύξεαι ἄφρονι θυμῷ

  ἐν φιλότητι μιγῆναι ἐυστεφάνῳ Κυθερείῃ,

  Ζεύς σε χολωσάμενος βαλέει ψολόεντι κεραυνῷ.

  εἴρηταί τοι πάντα· σὺ δὲ φρεσὶ σῇσι νοήσας,

  ἴσχεο μηδ' ὀνόμαινε, θεῶν δ' ἐποπίζεο μῆνιν.

  ὣς εἰποῦς' ἤιξε πρὸς οὐρανὸν ἠνεμόεντα.

  χαῖρε, θεά, Κύπροιο ἐυκτιμένης μεδέουσα·

  σεῦ δ' ἐγὼ ἀρξάμενος μεταβήσομαι ἄλλον ἐς ὕμνον.

  Εἲς Ἀφροδίτηνη

  λαἰδοίην, χρυσοστέφανον, καλὴν Ἀφροδίτην

  ᾄσομαι, ἣ πάσης Κύπρου κρήδεμνα λέλογχεν

  εἰναλίης, ὅθι μιν Ζεφύρου μένος ὑγρὸν ἀέντος

  ἤνεικεν κατὰ κῦμα πολυφλοίσβοιο θαλάσσης

  ἀφρῷ ἔνι μαλακῷ· τὴν δὲ χρυσάμπυκες Ὧραι

  δέξαντ' ἀσπασίως, περὶ δ' ἄμβροτα εἵματα ἕσσαν·

  κρατὶ δ' ἐπ' ἀθανάτῳ στεφάνην εὔτυκτον ἔθηκαν

  καλήν, χρυσείην· ἐν δὲ τρητοῖσι λοβοῖσιν

  ἄνθεμ' ὀρειχάλκου χρυσοῖό τε τιμήεντος·

  δειρῇ δ' ἀμφ' ἁπαλῇ καὶ στήθεσιν ἀργυφέοισιν

  ὅρμοισι χρυσέοισιν ἐκόσμεον, οἷσί περ αὐταὶ

  Ὧραι κοσμείσθην χρυσάμπυ�
�ες, ὁππότ' ἴοιεν

  ἐς χορὸν ἱμερόεντα θεῶν καὶ δώματα πατρός.

  αὐτὰρ ἐπειδὴ πάντα περὶ χροῒ κόσμον ἔθηκαν,

  ἦγον ἐς ἀθανάτους· οἳ δ' ἠσπάζοντο ἰδόντες

  χερσί τ' ἐδεξιόωντο καὶ ἠρήσαντο ἕκαστος

  εἶναι κουριδίην ἄλοχον καὶ οἴκαδ' ἄγεσθαι,

  εἶδος θαυμάζοντες ἰοστεφάνου Κυθερείης.

  χαῖρ' ἑλικοβλέφαρε, γλυκυμείλιχε· δὸς δ' ἐν ἀγῶνι

  νίκην τῷδε φέρεσθαι, ἐμὴν δ' ἔντυνον ἀοιδήν.

  αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομ' ἀοιδῆς.λ

  Εἲς Διώνυσονη

  λἀμφὶ Διώνυσον, Σεμέλης ἐρικυδέος υἱόν,

  μνήσομαι, ὡς ἐφάνη παρὰ θῖν' ἁλὸς ἀτρυγέτοιο

  ἀκτῇ ἔπι προβλῆτι νεηνίῃ ἀνδρὶ ἐοικώς,

  πρωθήβῃ· καλαὶ δὲ περισσείοντο ἔθειραι,

  κυάνεαι, φᾶρος δὲ περὶ στιβαροῖς ἔχεν ὤμοις

  πορφύρεον· τάχα δ' ἄνδρες ἐυσσέλμου ἀπὸ νηὸς

  ληισταὶ προγένοντο θοῶς ἐπὶ οἴνοπα πόντον,

  Τυρσηνοί· τοὺς δ' ἦγε κακὸς μόρος· οἳ δὲ ἰδόντες

  νεῦσαν ἐς ἀλλήλους, τάχα δ' ἔκθορον. αἶψα δ' ἑλόντες

  εἷσαν ἐπὶ σφετέρης νηὸς κεχαρημένοι ἦτορ.

  υἱὸν γάρ μιν ἔφαντο διοτρεφέων βασιλήων

  εἶναι καὶ δεσμοῖς ἔθελον δεῖν ἀργαλέοισι.

  τὸν δ' οὐκ ἴσχανε δεσμά, λύγοι δ' ἀπὸ τηλόσε πῖπτον

  χειρῶν ἠδὲ ποδῶν· ὃ δὲ μειδιάων ἐκάθητο

  ὄμμασι κυανέοισι· κυβερνήτης δὲ νοήσας

  αὐτίκα οἷς ἑτάροισιν ἐκέκλετο φώνησέν τε·

 

‹ Prev