CHAPTER 14
[1] προσέτι καὶ ἐπὶ τὸν αἰκισμὸν ἐποτρύνοντες, ὡς μὴ μόνον τῶν ἀλγηδόνων περιφρονῆσαι αὐτούς, ἀλλὰ καὶ τῶν τῆς φιλαδελφίας παθῶν κρατῆσαι. [2] Ὦ βασιλέων λογισμοὶ βασιλικώτεροι καὶ ἐλευθέρων ἐλευθερώτεροι. [3] ὦ ἱερᾶς καὶ εὐαρμόστου περὶ τῆς εὐσεβείας τῶν ἑπτὰ ἀδελφῶν συμφωνίας. [4] οὐδεῖς ἐκ τῶν ἑπτὰ μειρακίων ἐδειλίασεν οὐδὲ πρὸς τὸν θάνατον ὤκνησεν, [5] ἀλλὰ πάντες ὥσπερ ἐπ’ ἀθανασίας ὁδὸν τρέχοντες ἐπὶ τὸν διὰ τῶν βασάνων θάνατον ἔσπευδον. [6] καθάπερ αἱ χεῖρες καὶ οἱ πόδες συμφώνως τοῖς τῆς ψυχῆς ἀφηγήμασιν κινοῦνται, οὕτως οἱ ἱεροὶ μείρακες ἐκεῖνοι ὡς ὑπὸ ψυχῆς ἀθανάτου τῆς εὐσεβείας πρὸς τὸν ὑπὲρ αὐτῆς συνεφώνησαν θάνατον. [7] ὦ πανάγιε συμφώνων ἀδελφῶν ἑβδομάς. καθάπερ γὰρ ἑπτὰ τῆς κοσμοποιίας ἡμέραι περὶ τὴν εὐσέβειαν, [8] οὕτως περὶ τὴν ἑβδομάδα χορεύοντες οἱ μείρακες ἐκύκλουν τὸν τῶν βασάνων φόβον καταλύοντες. [9] νῦν ἡμεῖς ἀκούοντες τὴν θλῖψιν τῶν νεανιῶν ἐκείνων φρίττομεν· οἱ δὲ οὐ μόνον ὁρῶντες, ἀλλ’ οὐδὲ μόνον ἀκούοντες τὸν παραχρῆμα ἀπειλῆς λόγον, ἀλλὰ καὶ πάσχοντες ἐνεκαρτέρουν, καὶ τοῦτο ταῖς διὰ πυρὸς ὀδύναις· [10] ὧν τί γένοιτο ἐπαλγέστερον; ὀξεῖα γὰρ καὶ σύντομος οὖσα ἡ τοῦ πυρὸς δύναμις ταχέως διέλυεν τὰ σώματα. [11] Καὶ μὴ θαυμαστὸν ἡγεῖσθε εἰ ὁ λογισμὸς περιεκράτησε τῶν ἀνδρῶν ἐκείνων ἐν ταῖς βασάνοις, ὅπου γε καὶ γυναικὸς νοῦς πολυτροπωτέρων ὑπερεφρόνησεν ἀλγηδόνων· [12] ἡ μήτηρ γὰρ τῶν ἑπτὰ νεανίσκων ὑπήνεγκεν τὰς ἐφ’ ἑνὶ ἑκάστῳ τῶν τέκνων στρέβλας. [13] θεωρεῖτε δὲ πῶς πολύπλοκός ἐστιν ἡ τῆς φιλοτεκνίας στοργὴ ἕλκουσα πάντα πρὸς τὴν τῶν σπλάγχνων συμπάθειαν, [14] ὅπου γε καὶ τὰ ἄλογα ζῷα ὁμοίαν τὴν εἰς τὰ ἐξ αὐτῶν γεννώμενα συμπάθειαν καὶ στοργὴν ἔχει τοῖς ἀνθρώποις. [15] καὶ γὰρ τῶν πετεινῶν τὰ μὲν ἥμερα κατὰ τὰς οἰκίας ὀροφοιτοῦντα προασπίζει τῶν νεοττῶν, [16] τὰ δὲ κατὰ κορυφὰς ὀρέων καὶ φαράγγων ἀπορρῶγας καὶ δένδρων ὀπὰς καὶ τὰς τούτων ἄκρας ἐννοσσοποιησάμενα ἀποτίκτει καὶ τὸν προσιόντα κωλύει· [17] εἰ δὲ καὶ μὴ δύναιντο κωλύειν, περιιπτάμενα κυκλόθεν αὐτῶν ἀλγοῦντα τῇ στοργῇ ἀνακαλούμενα τῇ ἰδίᾳ φωνῇ, καθ’ ὃ δύναται, βοηθεῖ τοῖς τέκνοις. [18] καὶ τί δεῖ τὴν διὰ τῶν ἀλόγων ζῴων ἐπιδεικνύναι πρὸς τὰ τέκνα συμπάθειαν, [19] ὅπου γε καὶ μέλισσαι περὶ τὸν τῆς κηρογονίας καιρὸν ἐπαμύνονται τοὺς προσιόντας καὶ καθάπερ σιδήρῳ τῷ κέντρῳ πλήσσουσι τοὺς προσιόντας τῇ νοσσιᾷ αὐτῶν καὶ ἀπαμύνουσιν ἕως θανάτου; [20] ἀλλ’ οὐχὶ τὴν Αβρααμ ὁμόψυχον τῶν νεανίσκων μητέρα μετεκίνησεν συμπάθεια τέκνων.
CHAPTER 15
[1] Ὦ λογισμὲ τέκνων παθῶν τύραννε καὶ εὐσέβεια μητρὶ τέκνων ποθεινοτέρα. [2] μήτηρ δυεῖν προκειμένων, εὐσεβείας καὶ τῆς ἑπτὰ υἱῶν σωτηρίας προσκαίρου κατὰ τὴν τοῦ τυράννου ὑπόσχεσιν, [3] τὴν εὐσέβειαν μᾶλλον ἠγάπησεν τὴν σῴζουσαν εἰς αἰωνίαν ζωὴν κατὰ θεόν. [4] ὦ τίνα τρόπον ἠθολογήσαιμι φιλότεκνα γονέων πάθη. ψυχῆς τε καὶ μορφῆς ὁμοιότητα εἰς μικρὸν παιδὸς χαρακτῆρα θαυμάσιον ἐναποσφραγίζομεν, μάλιστα διὰ τὸ τῶν παθῶν τοῖς γεννηθεῖσιν τὰς μητέρας τῶν πατέρων καθεστάναι συμπαθεστέρας. [5] ὅσῳ γὰρ καὶ ἀσθενόψυχοι καὶ πολυγονώτεραι ὑπάρχουσιν αἱ μητέρες, τοσούτῳ μᾶλλόν εἰσιν φιλοτεκνότεραι. [6] πασῶν δὲ τῶν μητέρων ἐγένετο ἡ τῶν ἑπτὰ παίδων μήτηρ φιλοτεκνοτέρα, ἥτις ἑπτὰ κυοφορίαις τὴν πρὸς αὐτοὺς ἐπιφυτευομένη φιλοστοργίαν [7] καὶ διὰ πολλὰς τὰς καθ’ ἕκαστον αὐτῶν ὠδῖνας ἠναγκασμένη τὴν εἰς αὐτοὺς ἔχειν συμπάθειαν, [8] διὰ τὸν πρὸς τὸν θεὸν φόβον ὑπερεῖδεν τὴν τῶν τέκνων πρόσκαιρον σωτηρίαν. [9] οὐ μὴν δὲ ἀλλὰ καὶ διὰ τὴν καλοκἀγαθίαν τῶν υἱῶν καὶ τὴν πρὸς τὸν νόμον αὐτῶν εὐπείθειαν μείζω τὴν ἐν αὐτοῖς ἔσχεν φιλοστοργίαν. [10] δίκαιοί τε γὰρ ἦσαν καὶ σώφρονες καὶ ἀνδρεῖοι καὶ μεγαλόψυχοι καὶ φιλάδελφοι καὶ φιλομήτορες οὕτως ὥστε καὶ μέχρι θανάτου τὰ νόμιμα φυλάσσοντας πείθεσθαι αὐτῇ. [11] ἀλλ’ ὅμως καίπερ τοσούτων ὄντων τῶν περὶ τὴν φιλοτεκνίαν εἰς συμπάθειαν ἑλκόντων τὴν μητέρα, ἐπ’ οὐδενὸς αὐτῶν τὸν λογισμὸν αὐτῆς αἱ παμποίκιλοι βάσανοι ἴσχυσαν μετατρέψαι, [12] ἀλλὰ καὶ καθ’ ἕνα παῖδα καὶ ὁμοῦ πάντας ἡ μήτηρ ἐπὶ τὸν τῆς εὐσεβείας προετρέπετο θάνατον. [13] ὦ φύσις ἱερὰ καὶ φίλτρα γονέων καὶ γένεσι φιλόστοργε καὶ τροφεία καὶ μητέρων ἀδάμαστα πάθη. [14] καθένα στρεβλούμενον καὶ φλεγόμενον ὁρῶσα μήτηρ οὐ μετεβάλλετο διὰ τὴν εὐσέβειαν. [15] τὰς σάρκας τῶν τέκνων ἑώρα περὶ τὸ πῦρ τηκομένας καὶ τοὺς τῶν ποδῶν καὶ χειρῶν δακτύλους ἐπὶ γῆς σπαίροντας καὶ τὰς τῶν κεφαλῶν μέχρι τῶν περὶ τὰ γένεια σάρκας ὥσπερ προσωπεῖα προκειμένας. [16] ὦ πικροτέρων νῦν πόνων πειρασθεῖσα μήτηρ ἤπερ τῶν ἐπ’ αὐτοῖς ὠδίνων. [17] ὦ μόνη γύναι τὴν εὐσέβειαν ὁλόκληρον ἀποκυήσασα. [18] οὐ μετέτρεψέν σε πρωτοτόκος ἀποπνέων οὐδὲ δεύτερος εἰς σὲ οἰκτρὸν βλέπων ἐν βασάνοις, οὐ τρίτος ἀποψύχων, [19] οὐδὲ τοὺς ὀφθαλμοὺς ἑνὸς ἑκάστου θεωροῦσα ταυρηδὸν ἐπὶ τῶν βασάνων ὁρῶντας τὸν αὐτὸν αἰκισμὸν καὶ τοὺς μυκτῆρας προσημειουμένους τὸν θάνατον αὐτῶν οὐκ ἔκλαυσας. [20
] ἐπὶ σαρξὶν τέκνων ὁρῶσα σάρκας τέκνων ἀποκαιομένας καὶ ἐπὶ χερσὶν χεῖρας ἀποτεμνομένας καὶ ἐπὶ κεφαλαῖς κεφαλὰς ἀποδειροτομουμένας καὶ ἐπὶ νεκροῖς νεκροὺς πίπτοντας καὶ πολυάνδριον ὁρῶσα τῶν τέκνων τὸ χωρίον διὰ τῶν βασάνων οὐκ ἐδάκρυσας. [21] οὐχ οὕτως σειρήνιοι μελῳδίαι οὐδὲ κύκνειοι πρὸς φιληκοίαν φωναὶ τοὺς ἀκούοντας ἐφέλκονται ὡς τέκνων φωναὶ μετὰ βασάνων μητέρα φωνούντων. [22] πηλίκαις καὶ πόσαις τότε ἡ μήτηρ τῶν υἱῶν βασανιζομένων τροχοῖς τε καὶ καυτηρίοις ἐβασανίζετο βασάνοις. [23] ἀλλὰ τὰ σπλάγχνα αὐτῆς ὁ εὐσεβὴς λογισμὸς ἐν αὐτοῖς τοῖς πάθεσιν ἀνδρειώσας ἐπέτεινεν τὴν πρόσκαιρον φιλοτεκνίαν παριδεῖν. [24] καίπερ ἑπτὰ τέκνων ὁρῶσα ἀπώλειαν καὶ τὴν τῶν στρεβλῶν πολύπλοκον ποικιλίαν, ἁπάσας ἡ γενναία μήτηρ ἐξέλυσεν διὰ τὴν πρὸς θεὸν πίστιν. [25] καθάπερ γὰρ ἐν βουλευτηρίῳ τῇ ἑαυτῆς ψυχῇ δεινοὺς ὁρῶσα συμβούλους φύσιν καὶ γένεσιν καὶ φιλοτεκνίαν καὶ τέκνων στρέβλας, [26] δύο ψήφους κρατοῦσα μήτηρ, θανατηφόρον τε καὶ σωτήριον, ὑπὲρ τέκνων [27] οὐκ ἐπέγνω τὴν σῴζουσαν ἑπτὰ υἱοὺς πρὸς ὀλίγον χρόνον σωτηρίαν, [28] ἀλλὰ τῆς θεοσεβοῦς Αβρααμ καρτερίας ἡ θυγάτηρ ἐμνήσθη. [29] ὦ μήτηρ ἔθνους, ἔκδικε τοῦ νόμου καὶ ὑπερασπίστρια τῆς εὐσεβείας καὶ τοῦ διὰ σπλάγχνων ἀγῶνος ἀθλοφόρε· [30] ὦ ἀρρένων πρὸς καρτερίαν γενναιοτέρα καὶ ἀνδρῶν πρὸς ὑπομονὴν ἀνδρειοτέρα. [31] καθάπερ γὰρ ἡ Νωε κιβωτὸς ἐν τῷ κοσμοπληθεῖ κατακλυσμῷ κοσμοφοροῦσα καρτερῶς ὑπέμεινεν τοὺς κλύδωνας, [32] οὕτως σὺ ἡ νομοφύλαξ πανταχόθεν ἐν τῷ τῶν παθῶν περιαντλουμένη κατακλυσμῷ καὶ καρτεροῖς ἀνέμοις, ταῖς τῶν υἱῶν βασάνοις, συνεχομένη γενναίως ὑπέμεινας τοὺς ὑπὲρ τῆς εὐσεβείας χειμῶνας.
CHAPTER 16
[1] Εἰ δὲ τοίνυν καὶ γυνὴ καὶ γεραιὰ καὶ ἑπτὰ παίδων μήτηρ ὑπέμεινεν τὰς μέχρι θανάτου βασάνους τῶν τέκνων ὁρῶσα, ὁμολογουμένως αὐτοκράτωρ ἐστὶν τῶν παθῶν ὁ εὐσεβὴς λογισμός. [2] ἀπέδειξα οὖν ὅτι οὐ μόνον ἄνδρες τῶν παθῶν ἐκράτησαν, ἀλλὰ καὶ γυνὴ τῶν μεγίστων βασάνων ὑπερεφρόνησεν. [3] καὶ οὐχ οὕτως οἱ περὶ Δανιηλ λέοντες ἦσαν ἄγριοι οὐδὲ ἡ Μισαηλ ἐκφλεγομένη κάμινος λαβροτάτῳ πυρί, ὡς ἡ τῆς φιλοτεκνίας περιέκαιεν ἐκείνην φύσις ὁρῶσαν αὐτῆς οὕτως ποικίλως βασανιζομένους τοὺς ἑπτὰ υἱούς. [4] ἀλλὰ τῷ λογισμῷ τῆς εὐσεβείας κατέσβεσεν τὰ τοσαῦτα καὶ τηλικαῦτα πάθη ἡ μήτηρ. [5] Καὶ γὰρ τοῦτο ἐπιλογίσασθε, ὅτι δειλόψυχος εἰ ἦν ἡ γυνὴ καίπερ μήτηρ οὖσα, ὠλοφύρετο ἂν ἐπ’ αὐτοῖς καὶ ἴσως ἂν ταῦτα εἶπεν [6] Ὦ μελέα ἔγωγε καὶ πολλάκις τρισαθλία, ἥτις ἑπτὰ παῖδας τεκοῦσα οὐδενὸς μήτηρ γεγένημαι. [7] ὦ μάταιοι ἑπτὰ κυοφορίαι καὶ ἀνόνητοι ἑπτὰ δεκάμηνοι καὶ ἄκαρποι τιθηνίαι καὶ ταλαίπωροι γαλακτοτροφίαι. [8] μάτην δὲ ἐφ’ ὑμῖν, ὦ παῖδες, πολλὰς ὑπέμεινα ὠδῖνας καὶ χαλεπωτέρας φροντίδας ἀνατροφῆς. [9] ὦ τῶν ἐμῶν παίδων οἱ μὲν ἄγαμοι, οἱ δὲ γήμαντες ἀνόνητοι· οὐκ ὄψομαι ὑμῶν τέκνα οὐδὲ μάμμη κληθεῖσα μακαρισθήσομαι. [10] ὦ ἡ πολύπαις καὶ καλλίπαις ἐγὼ γυνὴ χήρα καὶ μόνη πολύθρηνος· [11] οὐδ’ ἂν ἀποθάνω, θάπτοντα τῶν υἱῶν ἕξω τινά. [12] Ἀλλὰ τούτῳ τῷ θρήνῳ οὐδένα ὠλοφύρετο ἡ ἱερὰ καὶ θεοσεβὴς μήτηρ οὐδ’ ἵνα μὴ ἀποθάνωσιν ἀπέτρεπεν αὐτῶν τινα οὐδ’ ὡς ἀποθνῃσκόντων ἐλυπήθη, [13] ἀλλ’ ὥσπερ ἀδαμάντινον ἔχουσα τὸν νοῦν καὶ εἰς ἀθανασίαν ἀνατίκτουσα τὸν τῶν υἱῶν ἀριθμὸν μᾶλλον ὑπὲρ τῆς εὐσεβείας ἐπὶ τὸν θάνατον αὐτοὺς προετρέπετο ἱκετεύουσα. [14] ὦ μῆτερ δι’ εὐσέβειαν θεοῦ στρατιῶτι πρεσβῦτι καὶ γύναι, διὰ καρτερίαν καὶ τύραννον ἐνίκησας καὶ ἔργοις δυνατωτέρα καὶ λόγοις εὑρέθης ἀνδρός. [15] καὶ γὰρ ὅτε συνελήμφθης μετὰ τῶν παίδων, εἱστήκεις τὸν Ελεαζαρον ὁρῶσα βασανιζόμενον καὶ ἔλεγες τοῖς παισὶν ἐν τῇ Εβραίδι φωνῇ [16] Ὦ παῖδες, γενναῖος ὁ ἀγών, ἐφ’ ὃν κληθέντες ὑπὲρ τῆς διαμαρτυρίας τοῦ ἔθνους ἐναγωνίσασθε προθύμως ὑπὲρ τοῦ πατρῴου νόμου· [17] καὶ γὰρ αἰσχρὸν τὸν μὲν γέροντα τοῦτον ὑπομένειν τὰς διὰ τὴν εὐσέβειαν ἀλγηδόνας, ὑμᾶς δὲ τοὺς νεανίσκους καταπλαγῆναι τὰς βασάνους. [18] ἀναμνήσθητε ὅτι διὰ τὸν θεὸν τοῦ κόσμου μετελάβετε καὶ τοῦ βίου ἀπελαύσατε, [19] καὶ διὰ τοῦτο ὀφείλετε πάντα πόνον ὑπομένειν διὰ τὸν θεόν, [20] δι’ ὃν καὶ ὁ πατὴρ ἡμῶν Αβρααμ ἔσπευδεν τὸν ἐθνοπάτορα υἱὸν σφαγιάσαι Ισαακ, καὶ τὴν πατρῴαν χεῖρα ξιφηφόρον καταφερομένην ἐπ’ αὐτὸν ὁρῶν οὐκ ἔπτηξεν. [21] καὶ Δανιηλ ὁ δίκαιος εἰς λέοντας ἐβλήθη, καὶ Ανανιας καὶ Αζαριας καὶ Μισαηλ εἰς κάμινον πυρὸς ἀπεσφενδονήθησαν καὶ ὑπέμειναν διὰ τὸν θεόν. [22] καὶ ὑμεῖς οὖν τὴν αὐτὴν πίστιν πρὸς τὸν θεὸν ἔχοντες μὴ χαλεπαίνετε. [23] ἀλόγιστον γὰρ εἰδότας εὐσέβειαν μὴ ἀνθίστασθαι τοῖς πόνοις. [24] Διὰ τούτων τῶν λόγων ἡ ἑπταμήτωρ ἕνα ἕκαστον τῶν υἱῶν παρακαλοῦσα ἀποθανεῖν ἔπεισεν μᾶλλον ἢ παραβῆναι τὴν ἐντολὴν τοῦ θεοῦ, [25] ἔτι δὲ καὶ ταῦτα εἰδότες ὅτι οἱ διὰ τὸν θεὸν ἀποθνῄσκοντες ζῶσιν τῷ θεῷ ὥσπερ Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ καὶ πάντες οἱ πατριάρχαι.
Delphi Septuagint Page 434