CHAPTER 34
[1] Ὑπολαβὼν δὲ Ελιους λέγει [2] Ἀκούσατέ μου, σοφοί· ἐπιστάμενοι, ἐνωτίζεσθε τὸ καλόν· [3] 13ὅτι οὖς λόγους δοκιμάζει, 13καὶ λάρυγξ γεύεται βρῶσιν. [4] 13κρίσιν ἑλώμεθα ἑαυτοῖς, 13γνῶμεν ἀνὰ μέσον ἑαυτῶν ὅ τι καλόν.507 [5] ὅτι εἴρηκεν Ιωβ Δίκαιός εἰμι, ὁ κύριος ἀπήλλαξέν μου τὸ κρίμα, [6] ἐψεύσατο δὲ τῷ κρίματί μου, 13βίαιον τὸ βέλος μου ἄνευ ἀδικίας. [7] 13τίς ἀνὴρ ὥσπερ Ιωβ 13πίνων μυκτηρισμὸν ὥσπερ ὕδωρ507 [8] οὐχ ἁμαρτὼν οὐδὲ ἀσεβήσας ἢ ὁδοῦ κοινωνήσας μετὰ ποιούντων τὰ ἄνομα τοῦ πορευθῆναι μετὰ ἀσεβῶν; [9] μὴ γὰρ εἴπῃς ὅτι Οὐκ ἔσται ἐπισκοπὴ ἀνδρός· καὶ ἐπισκοπὴ αὐτῷ παρὰ κυρίου. [10] διό, συνετοὶ καρδίας, ἀκούσατέ μου Μή μοι εἴη ἔναντι κυρίου ἀσεβῆσαι καὶ ἔναντι παντοκράτορος ταράξαι τὸ δίκαιον· [11] ἀλλὰ ἀποδιδοῖ ἀνθρώπῳ καθὰ ποιεῖ ἕκαστος αὐτῶν, 13καὶ ἐν τρίβῳ ἀνδρὸς εὑρήσει αὐτόν.507 [12] οἴῃ δὲ τὸν κύριον ἄτοπα ποιήσειν; ἢ ὁ παντοκράτωρ ταράξει κρίσιν; [13] ὃς ἐποίησεν τὴν γῆν· τίς δέ ἐστιν ὁ ποιῶν τὴν ὑπ’ οὐρανὸν καὶ τὰ ἐνόντα πάντα; [14] εἰ γὰρ βούλοιτο συνέχειν καὶ τὸ πνεῦμα παρ’ αὐτῷ κατασχεῖν, [15] τελευτήσει πᾶσα σὰρξ ὁμοθυμαδόν, πᾶς δὲ βροτὸς εἰς γῆν ἀπελεύσεται, ὅθεν καὶ ἐπλάσθη. [16] εἰ δὲ μὴ νουθετῇ, ἄκουε ταῦτα, ἐνωτίζου φωνὴν ῥημάτων. [17] ἰδὲ σὺ τὸν μισοῦντα ἄνομα καὶ τὸν ὀλλύντα τοὺς πονηροὺς ὄντα αἰώνιον δίκαιον. [18] ἀσεβὴς ὁ λέγων βασιλεῖ Παρανομεῖς, 13ἀσεβέστατε τοῖς ἄρχουσιν·507 [19] ὃς οὐκ ἐπῃσχύνθη πρόσωπον ἐντίμου οὐδὲ οἶδεν τιμὴν θέσθαι ἁδροῖς θαυμασθῆναι πρόσωπα αὐτῶν. [20] κενὰ δὲ αὐτοῖς ἀποβήσεται τὸ κεκραγέναι καὶ δεῖσθαι ἀνδρός· ἐχρήσαντο γὰρ παρανόμως ἐκκλινομένων ἀδυνάτων. [21] αὐτὸς γὰρ ὁρατής ἐστιν ἔργων ἀνθρώπων, λέληθεν δὲ αὐτὸν οὐδὲν ὧν πράσσουσιν, [22] οὐδὲ ἔσται τόπος τοῦ κρυβῆναι τοὺς ποιοῦντας τὰ ἄνομα· [23] 13ὅτι οὐκ ἐπ’ ἄνδρα θήσει ἔτι·507 ὁ γὰρ κύριος πάντας ἐφορᾷ [24] ὁ καταλαμβάνων ἀνεξιχνίαστα, ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμός· [25] ὁ γνωρίζων αὐτῶν τὰ ἔργα 13καὶ στρέψει νύκτα, καὶ ταπεινωθήσονται.507 [26] ἔσβεσεν δὲ ἀσεβεῖς, ὁρατοὶ δὲ ἐναντίον αὐτοῦ, [27] ὅτι ἐξέκλιναν ἐκ νόμου θεοῦ, δικαιώματα δὲ αὐτοῦ οὐκ ἐπέγνωσαν [28] 13τοῦ ἐπαγαγεῖν ἐπ’ αὐτὸν κραυγὴν πένητος, 13καὶ κραυγὴν πτωχῶν εἰσακούσεται. [29] 13καὶ αὐτὸς ἡσυχίαν παρέξει, καὶ τίς καταδικάσεται; 13καὶ κρύψει πρόσωπον, καὶ τίς ὄψεται αὐτόν; 13καὶ κατὰ ἔθνους καὶ κατὰ ἀνθρώπου ὁμοῦ [30] 13βασιλεύων ἄνθρωπον ὑποκριτὴν ἀπὸ δυσκολίας λαοῦ. [31] 13ὅτι πρὸς τὸν ἰσχυρὸν ὁ λέγων Εἴληφα, οὐκ ἐνεχυράσω· [32] 13ἄνευ ἐμαυτοῦ ὄψομαι, σὺ δεῖξόν μοι· 13εἰ ἀδικίαν ἠργασάμην, οὐ μὴ προσθήσω. [33] 13μὴ παρὰ σοῦ ἀποτείσει αὐτήν; 13ὅτι ἀπώσῃ, ὅτι σὺ ἐκλέξῃ καὶ οὐκ ἐγώ· 13καὶ τί ἔγνως λάλησον.507 [34] διὸ συνετοὶ καρδίας ἐροῦσιν ταῦτα, ἀνὴρ δὲ σοφὸς ἀκήκοέν μου τὸ ῥῆμα. [35] Ιωβ δὲ οὐκ ἐν συνέσει ἐλάλησεν, τὰ δὲ ῥήματα αὐτοῦ οὐκ ἐν ἐπιστήμῃ. [36] οὐ μὴν δὲ ἀλλὰ μάθε, Ιωβ, μὴ δῷς ἔτι ἀνταπόκρισιν ὥσπερ οἱ ἄφρονες, [37] ἵνα μὴ προσθῶμεν ἐφ’ ἁμαρτίαις ἡμῶν, ἀνομία δὲ ἐφ’ ἡμῖν λογισθήσεται πολλὰ λαλούντων ῥήματα ἐναντίον τοῦ κυρίου.
CHAPTER 35
[1] Ὑπολαβὼν δὲ Ελιους λέγει [2] Τί τοῦτο ἡγήσω ἐν κρίσει; σὺ τίς εἶ ὅτι εἶπας Δίκαιός εἰμι ἔναντι κυρίου; [3] ἢ ἐρεῖς Τί ποιήσω ἁμαρτών; [4] ἐγὼ σοὶ δώσω ἀπόκρισιν καὶ τοῖς τρισὶν φίλοις σου. [5] ἀνάβλεψον εἰς τὸν οὐρανὸν καὶ ἰδέ, κατάμαθε δὲ νέφη ὡς ὑψηλὰ ἀπὸ σοῦ. [6] εἰ ἥμαρτες, τί πράξεις; εἰ δὲ καὶ πολλὰ ἠνόμησας, τί δύνασαι ποιῆσαι; [7] ἐπεὶ δὲ οὖν δίκαιος εἶ, τί δώσεις αὐτῷ; 13ἢ τί ἐκ χειρός σου λήμψεται; [8] 13ἀνδρὶ τῷ ὁμοίῳ σου ἡ ἀσέβειά σου, 13καὶ υἱῷ ἀνθρώπου ἡ δικαιοσύνη σου. [9] 13ἀπὸ πλήθους συκοφαντούμενοι κεκράξονται, 13βοήσονται ἀπὸ βραχίονος πολλῶν. [10] 13καὶ οὐκ εἶπεν Ποῦ ἐστιν ὁ θεὸς ὁ ποιήσας με,507 ὁ κατατάσσων φυλακὰς νυκτερινάς, [11] ὁ διορίζων με ἀπὸ τετραπόδων γῆς, ἀπὸ δὲ πετεινῶν οὐρανοῦ; [12] 13ἐκεῖ κεκράξονται, καὶ οὐ μὴ εἰσακούσῃ507 καὶ ἀπὸ ὕβρεως πονηρῶν. [13] ἄτοπα γὰρ οὐ βούλεται ὁ κύριος ἰδεῖν· αὐτὸς γὰρ ὁ παντοκράτωρ ὁρατής ἐστιν [14] τῶν συντελούντων τὰ ἄνομα καὶ σώσει με. κρίθητι δὲ ἐναντίον αὐτοῦ, εἰ δύνασαι αἰνέσαι αὐτόν, ὡς ἔστιν. [15] 13καὶ νῦν, ὅτι οὐκ ἔστιν ἐπισκεπτόμενος, ὀργὴν αὐτοῦ 13καὶ οὐκ ἔγνω παραπτώματι σφόδρα· [16] 13καὶ Ιωβ ματαίως ἀνοίγει τὸ στόμα αὐτοῦ, 13ἐν ἀγνωσίᾳ ῥήματα βαρύνει.507
CHAPTER 36
[1] Προσθεὶς δὲ Ελιους ἔτι λέγει [2] Μεῖνόν με μικρὸν ἔτι, ἵνα διδάξω σε· ἔτι γὰρ ἐν ἐμοί ἐστιν λέξις. [3] ἀναλαβὼν τὴν ἐπιστήμην μου μακρὰν ἔργοις δέ μου δίκαια ἐρῶ [4] ἐπ’ ἀληθείας καὶ οὐκ ἄδικα ῥήματα· ἀδίκως συνίεις. [5] γίγνωσκε δὲ ὅτι ὁ κύριος οὐ μὴ ἀποποιήσηται τὸν ἄκακον. 13δυνατὸς ἰσχύι καρδίας [6] 13ἀσεβῆ οὐ μὴ ζωοποιήσει 13καὶ κρίμα πτωχῶν δώσει. [7] 13οὐκ ἀφελεῖ ἀπὸ δικαίου ὀφθαλμοὺς αὐτοῦ· 13καὶ μετὰ βασιλέων εἰς θρόνον 13καὶ καθιεῖ αὐτοὺς εἰς νεῖκος, καὶ ὑψωθήσονται. [8] 13καὶ εἰ πεπεδημένοι ἐν χειροπέδαις 13συσχεθήσονται ἐν σχοινίοις πενίας, [9] 13καὶ ἀναγγελεῖ αὐτοῖς τὰ ἔργα αὐτῶν 13καὶ τὰ παραπτώματα αὐτῶν, ὅτι ἰσχύσουσιν.507 [10] ἀλλὰ τοῦ δικαίου εἰ�
�ακούσεται· 13καὶ εἶπεν ὅτι ἐπιστραφήσονται ἐξ ἀδικίας. [11] 13ἐὰν ἀκούσωσιν καὶ δουλεύσωσιν, 13συντελέσουσιν τὰς ἡμέρας αὐτῶν ἐν ἀγαθοῖς 13καὶ τὰ ἔτη αὐτῶν ἐν εὐπρεπείαις.507 [12] ἀσεβεῖς δὲ οὐ διασῴζει παρὰ τὸ μὴ βούλεσθαι εἰδέναι αὐτοὺς τὸν κύριον καὶ διότι νουθετούμενοι ἀνήκοοι ἦσαν. [13] 13καὶ ὑποκριταὶ καρδίᾳ τάξουσιν θυμόν· 13οὐ βοήσονται, ὅτι ἔδησεν αὐτούς.507 [14] ἀποθάνοι τοίνυν ἐν νεότητι ἡ ψυχὴ αὐτῶν, ἡ δὲ ζωὴ αὐτῶν τιτρωσκομένη ὑπὸ ἀγγέλων, [15] ἀνθ’ ὧν ἔθλιψαν ἀσθενῆ καὶ ἀδύνατον· κρίμα δὲ πραέων ἐκθήσει. [16] 13καὶ προσέτι ἠπάτησέν σε ἐκ στόματος ἐχθροῦ· 13ἄβυσσος, κατάχυσις ὑποκάτω αὐτῆς· 13καὶ κατέβη τράπεζά σου πλήρης πιότητος.507 [17] οὐχ ὑστερήσει δὲ ἀπὸ δικαίων κρίμα, [18] θυμὸς δὲ ἐπ’ ἀσεβεῖς ἔσται δι’ ἀσέβειαν δώρων, ὧν ἐδέχοντο ἐπ’ ἀδικίαις. [19] μή σε ἐκκλινάτω ἑκὼν ὁ νοῦς δεήσεως ἐν ἀνάγκῃ ὄντων ἀδυνάτων, 13καὶ πάντας τοὺς κραταιοῦντας ἰσχύν. [20] 13μὴ ἐξελκύσῃς τὴν νύκτα 13τοῦ ἀναβῆναι λαοὺς ἀντ αὐτῶν·507 [21] ἀλλὰ φύλαξαι μὴ πράξῃς ἄτοπα· 13ἐπὶ τοῦτον γὰρ ἐξείλω ἀπὸ πτωχείας. [22] 13ἰδοὺ ὁ ἰσχυρὸς κραταιώσει ἐν ἰσχύι αὐτοῦ·507 τίς γάρ ἐστιν κατ’ αὐτὸν δυνάστης; [23] τίς δέ ἐστιν ὁ ἐτάζων αὐτοῦ τὰ ἔργα; ἢ τίς ὁ εἴπας Ἔπραξεν ἄδικα; [24] μνήσθητι ὅτι μεγάλα ἐστὶν αὐτοῦ τὰ ἔργα, 13ὧν ἦρξαν ἄνδρες· [25] 13πᾶς ἄνθρωπος εἶδεν ἐν ἑαυτῷ,507 ὅσοι τιτρωσκόμενοί εἰσιν βροτοί. [26] 13ἰδοὺ ὁ ἰσχυρὸς πολύς, καὶ οὐ γνωσόμεθα· 13ἀριθμὸς ἐτῶν αὐτοῦ καὶ ἀπέραντος.507 [27] ἀριθμηταὶ δὲ αὐτῷ σταγόνες ὑετοῦ, 13καὶ ἐπιχυθήσονται ὑετῷ εἰς νεφέλην· [28] 13ῥυήσονται παλαιώματα,507 ἐσκίασεν δὲ νέφη ἐπὶ ἀμυθήτων βροτῶν. [28]a ὥραν ἔθετο κτήνεσιν, οἴδασιν δὲ κοίτης τάξιν. [29] ἐπὶ τούτοις πᾶσιν οὐκ ἐξίσταταί σου ἡ διάνοια οὐδὲ διαλλάσσεταί σου ἡ καρδία ἀπὸ σώματος; 13καὶ ἐὰν συνῇ ἀπεκτάσεις νεφέλης, 13ἰσότητα σκηνῆς αὐτοῦ, [30] 13ἰδοὺ ἐκτείνει ἐπ’ αὐτὸν ηδω 13καὶ ῥιζώματα τῆς θαλάσσης ἐκάλυψεν. [31] 13ἐν γὰρ αὐτοῖς κρινεῖ λαούς, 13δώσει τροφὴν τῷ ἰσχύοντι. [32] 13ἐπὶ χειρῶν ἐκάλυψεν φῶς 13καὶ ἐνετείλατο περὶ αὐτῆς ἐν ἀπαντῶντι· [33] 13ἀναγγελεῖ περὶ αὐτοῦ φίλον αὐτοῦ· 13κτῆσις καὶ περὶ ἀδικίας.
CHAPTER 37
[1] 13καὶ ταύτης ἐταράχθη ἡ καρδία μου 13καὶ ἀπερρύη ἐκ τοῦ τόπου αὐτῆς. [2] 13ἄκουε ἀκοὴν ἐν ὀργῇ θυμοῦ κυρίου, 13καὶ μελέτη ἐκ στόματος αὐτοῦ ἐξελεύσεται. [3] 13ὑποκάτω παντὸς τοῦ οὐρανοῦ ἀρχὴ αὐτοῦ, 13καὶ τὸ φῶς αὐτοῦ ἐπὶ πτερύγων τῆς γῆς. [4] 13ὀπίσω αὐτοῦ βοήσεται φωνή, 13βροντήσει ἐν φωνῇ ὕβρεως αὐτοῦ, 13καὶ οὐκ ἀνταλλάξει αὐτούς, ὅτι ἀκούσει φωνὴν αὐτοῦ. [5] 13βροντήσει ὁ ἰσχυρὸς ἐν φωνῇ αὐτοῦ θαυμάσια·507 ἐποίησεν γὰρ μεγάλα, ἃ οὐκ ᾔδειμεν, [6] συντάσσων χιόνι Γίνου ἐπὶ τῆς γῆς· 13καὶ χειμὼν ὑετός, καὶ χειμὼν ὑετῶν δυναστείας αὐτοῦ. [7] 13ἐν χειρὶ παντὸς ἀνθρώπου κατασφραγίζει,507 ἵνα γνῷ πᾶς ἄνθρωπος τὴν ἑαυτοῦ ἀσθένειαν. [8] εἰσῆλθεν δὲ θηρία ὑπὸ σκέπην, ἡσύχασαν δὲ ἐπὶ κοίτης. [9] ἐκ ταμιείων ἐπέρχονται δῖναι, ἀπὸ δὲ ἀκρωτηρίων ψῦχος. [10] 13καὶ ἀπὸ πνοῆς ἰσχυροῦ δώσει πάγος,507 οἰακίζει δὲ τὸ ὕδωρ ὡς ἐὰν βούληται· [11] 13καὶ ἐκλεκτὸν καταπλάσσει νεφέλη, 13διασκορπιεῖ νέφος φῶς αὐτοῦ. [12] 13καὶ αὐτὸς κυκλώματα διαστρέψει 13ἐν θεεβουλαθω εἰς ἔργα αὐτῶν· 13πάντα, ὅσα ἂν ἐντείληται αὐτοῖς,507 ταῦτα συντέτακται παρ’ αὐτοῦ ἐπὶ τῆς γῆς, [13] 13ἐὰν εἰς παιδείαν, ἐὰν εἰς τὴν γῆν αὐτοῦ, 13ἐὰν εἰς ἔλεος εὑρήσει αὐτόν.507 [14] ἐνωτίζου ταῦτα, Ιωβ· στῆθι νουθετοῦ δύναμιν κυρίου. [15] οἴδαμεν ὅτι ὁ θεὸς ἔθετο ἔργα αὐτοῦ φῶς ποιήσας ἐκ σκότους. [16] ἐπίσταται δὲ διάκρισιν νεφῶν, ἐξαίσια δὲ πτώματα πονηρῶν. [17] σοῦ δὲ ἡ στολὴ θερμή· ἡσυχάζεται δὲ ἐπὶ τῆς γῆς. [18] 13στερεώσεις μετ’ αὐτοῦ εἰς παλαιώματα, 13ἰσχυραὶ ὡς ὅρασις ἐπιχύσεως.507 [19] διὰ τί; δίδαξόν με τί ἐροῦμεν αὐτῷ· καὶ παυσώμεθα πολλὰ λέγοντες. [20] μὴ βίβλος ἢ γραμματεύς μοι παρέστηκεν, ἵνα ἄνθρωπον ἑστηκὼς κατασιωπήσω; [21] πᾶσιν δ’ οὐχ ὁρατὸν τὸ φῶς, 13τηλαυγές ἐστιν ἐν τοῖς παλαιώμασιν,507 ὥσπερ τὸ παρ’ αὐτοῦ ἐπὶ νεφῶν. [22] ἀπὸ βορρᾶ νέφη χρυσαυγοῦντα· ἐπὶ τούτοις μεγάλη ἡ δόξα καὶ τιμὴ παντοκράτορος. [23] καὶ οὐχ εὑρίσκομεν ἄλλον ὅμοιον τῇ ἰσχύι αὐτοῦ· ὁ τὰ δίκαια κρίνων, οὐκ οἴει ἐπακούειν αὐτόν; [24] διὸ φοβηθήσονται αὐτὸν οἱ ἄνθρωποι, φοβηθήσονται δὲ αὐτὸν καὶ οἱ σοφοὶ καρδίᾳ.
CHAPTER 38
[1] Μετὰ δὲ τὸ παύσασθαι Ελιουν τῆς λέξεως εἶπεν ὁ κύριος τῷ Ιωβ διὰ λαίλαπος καὶ νεφῶν [2] Τίς οὗτος ὁ κρύπτων με βουλήν, συνέχων δὲ ῥήματα ἐν καρδίᾳ, ἐμὲ δὲ οἴεται κρύπτειν; [3] ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου, ἐρωτήσω δέ σε, σὺ δέ μοι ἀποκρίθητι. [4] ποῦ ἦς ἐν τῷ θεμελιοῦν με τὴν γῆν; ἀπάγγειλον δέ μοι, εἰ ἐπίστῃ σύνεσιν. [5] τίς ἔθετο τὰ μέτρα αὐτῆς, εἰ οἶδας; ἢ τίς ὁ ἐπαγαγὼν σπαρτίον ἐπ’ αὐτῆς; [6] ἐπὶ τίνος οἱ κρίκοι αὐτῆς πεπήγασιν; τίς δέ ἐστιν ὁ βαλὼν λίθον γωνιαῖον ἐπ’ αὐτῆς; [7] ὅτε ἐγενήθησαν ἄστρα, ᾔνεσάν με φωνῇ μεγάλῃ πάντες ἄγγελοί μου. [8] ἔφραξα δὲ θάλασσαν πύλαις, ὅτε ἐμαίμασσεν ἐκ κοιλίας μητρὸς αὐτῆς ἐκπορευομένη· [9] ἐθέμην δὲ αὐτῇ νέφος ἀμφίασιν, ὁμίχλῃ δὲ αὐτὴν ἐσπαργάνωσα· [10] ἐθέμην δὲ αὐτῇ �
�ρια περιθεὶς κλεῖθρα καὶ πύλας· [11] εἶπα δὲ αὐτῇ Μέχρι τούτου ἐλεύσῃ καὶ οὐχ ὑπερβήσῃ, ἀλλ’ ἐν σεαυτῇ συντριβήσεταί σου τὰ κύματα. [12] ἦ ἐπὶ σοῦ συντέταχα φέγγος πρωινόν, ἑωσφόρος δὲ εἶδεν τὴν ἑαυτοῦ τάξιν [13] ἐπιλαβέσθαι πτερύγων γῆς, ἐκτινάξαι ἀσεβεῖς ἐξ αὐτῆς; [14] ἦ σὺ λαβὼν γῆν πηλὸν ἔπλασας ζῷον καὶ λαλητὸν αὐτὸν ἔθου ἐπὶ γῆς; [15] ἀφεῖλας δὲ ἀπὸ ἀσεβῶν τὸ φῶς, βραχίονα δὲ ὑπερηφάνων συνέτριψας; [16] ἦλθες δὲ ἐπὶ πηγὴν θαλάσσης, ἐν δὲ ἴχνεσιν ἀβύσσου περιεπάτησας; [17] ἀνοίγονται δέ σοι φόβῳ πύλαι θανάτου, πυλωροὶ δὲ ᾅδου ἰδόντες σε ἔπτηξαν; [18] νενουθέτησαι δὲ τὸ εὖρος τῆς ὑπ’ οὐρανόν; ἀνάγγειλον δή μοι πόση τίς ἐστιν. [19] ποίᾳ δὲ γῇ αὐλίζεται τὸ φῶς, σκότους δὲ ποῖος ὁ τόπος; [20] εἰ ἀγάγοις με εἰς ὅρια αὐτῶν; εἰ δὲ καὶ ἐπίστασαι τρίβους αὐτῶν; [21] οἶδα ἄρα ὅτι τότε γεγέννησαι, ἀριθμὸς δὲ ἐτῶν σου πολύς. [22] ἦλθες δὲ ἐπὶ θησαυροὺς χιόνος, θησαυροὺς δὲ χαλάζης ἑόρακας. [23] ἀπόκειται δέ σοι εἰς ὥραν ἐχθρῶν, εἰς ἡμέραν πολέμου καὶ μάχης. [24] πόθεν δὲ ἐκπορεύεται πάχνη ἢ διασκεδάννυται νότος εἰς τὴν ὑπ’ οὐρανόν; [25] τίς δὲ ἡτοίμασεν ὑετῷ λάβρῳ ῥύσιν, ὁδὸν δὲ κυδοιμῶν [26] 13τοῦ ὑετίσαι ἐπὶ γῆν, οὗ οὐκ ἀνήρ, 13ἔρημον, οὗ οὐχ ὑπάρχει ἄνθρωπος ἐν αὐτῇ, [27] 13τοῦ χορτάσαι ἄβατον καὶ ἀοίκητον 13καὶ τοῦ ἐκβλαστῆσαι ἔξοδον χλόης;507 [28] τίς ἐστιν ὑετοῦ πατήρ; τίς δέ ἐστιν ὁ τετοκὼς βώλους δρόσου; [29] ἐκ γαστρὸς δὲ τίνος ἐκπορεύεται ὁ κρύσταλλος; πάχνην δὲ ἐν οὐρανῷ τίς τέτοκεν, [30] ἣ καταβαίνει ὥσπερ ὕδωρ ῥέον; πρόσωπον δὲ ἀβύσσου τίς ἔπηξεν; [31] συνῆκας δὲ δεσμὸν Πλειάδος καὶ φραγμὸν Ὠρίωνος ἤνοιξας; [32] 13ἦ διανοίξεις μαζουρωθ ἐν καιρῷ αὐτοῦ 13καὶ Ἕσπερον ἐπὶ κόμης αὐτοῦ ἄξεις αὐτά;507 [33] ἐπίστασαι δὲ τροπὰς οὐρανοῦ ἢ τὰ ὑπ’ οὐρανὸν ὁμοθυμαδὸν γινόμενα; [34] καλέσεις δὲ νέφος φωνῇ, καὶ τρόμῳ ὕδατος λάβρῳ ὑπακούσεταί σου; [35] ἀποστελεῖς δὲ κεραυνοὺς καὶ πορεύσονται; ἐροῦσιν δέ σοι Τί ἐστιν; [36] τίς δὲ ἔδωκεν γυναιξὶν ὑφάσματος σοφίαν ἢ ποικιλτικὴν ἐπιστήμην; [37] τίς δὲ ὁ ἀριθμῶν νέφη σοφίᾳ, οὐρανὸν δὲ εἰς γῆν ἔκλινεν; [38] κέχυται δὲ ὥσπερ γῆ κονία, κεκόλληκα δὲ αὐτὸν ὥσπερ λίθῳ κύβον. [39] θηρεύσεις δὲ λέουσιν βοράν, ψυχὰς δὲ δρακόντων ἐμπλήσεις; [40] δεδοίκασιν γὰρ ἐν κοίταις αὐτῶν, κάθηνται δὲ ἐν ὕλαις ἐνεδρεύοντες. [41] τίς δὲ ἡτοίμασεν κόρακι βοράν; νεοσσοὶ γὰρ αὐτοῦ πρὸς κύριον κεκράγασιν πλανώμενοι τὰ σῖτα ζητοῦντες.
Delphi Septuagint Page 442