CHAPTER 41
[1] Ὁ λόγος ὁ γενόμενος πρὸς Ιερεμιαν παρὰ κυρίου, καὶ Ναβουχοδονοσορ βασιλεὺς Βαβυλῶνος καὶ πᾶν τὸ στρατόπεδον αὐτοῦ καὶ πᾶσα ἡ γῆ ἀρχῆς αὐτοῦ ἐπολέμουν ἐπὶ Ιερουσαλημ καὶ ἐπὶ πάσας τὰς πόλεις Ιουδα, λέγων [2] Οὕτως εἶπεν κύριος Βάδισον πρὸς Σεδεκιαν βασιλέα Ιουδα καὶ ἐρεῖς αὐτῷ Οὕτως εἶπεν κύριος Παραδόσει παραδοθήσεται ἡ πόλις αὕτη εἰς χεῖρας βασιλέως Βαβυλῶνος, καὶ συλλήμψεται αὐτὴν καὶ καύσει αὐτὴν ἐν πυρί· [3] καὶ σὺ οὐ μὴ σωθῇς ἐκ χειρὸς αὐτοῦ καὶ συλλήμψει συλλημφθήσῃ καὶ εἰς χεῖρας αὐτοῦ δοθήσῃ, καὶ οἱ ὀφθαλμοί σου τοὺς ὀφθαλμοὺς αὐτοῦ ὄψονται, καὶ τὸ στόμα αὐτοῦ μετὰ τοῦ στόματός σου λαλήσει, καὶ εἰς Βαβυλῶνα εἰσελεύσῃ. [4] ἀλλὰ ἄκουσον τὸν λόγον κυρίου, Σεδεκια βασιλεῦ Ιουδα Οὕτως λέγει κύριος [5] Ἐν εἰρήνῃ ἀποθανῇ, καὶ ὡς ἔκλαυσαν τοὺς πατέρας σου τοὺς βασιλεύσαντας πρότερόν σου, κλαύσονται καὶ σὲ καὶ Ὦ αδων κόψονταί σε· ὅτι λόγον ἐγὼ ἐλάλησα, εἶπεν κύριος. [6] καὶ ἐλάλησεν Ιερεμιας πρὸς τὸν βασιλέα Σεδεκιαν πάντας τοὺς λόγους τούτους ἐν Ιερουσαλημ· [7] καὶ ἡ δύναμις βασιλέως Βαβυλῶνος ἐπολέμει ἐπὶ Ιερουσαλημ καὶ ἐπὶ τὰς πόλεις Ιουδα, ἐπὶ Λαχις καὶ ἐπὶ Αζηκα, ὅτι αὗται κατελείφθησαν ἐν πόλεσιν Ιουδα πόλεις ὀχυραί. [8] Ὁ λόγος ὁ γενόμενος πρὸς Ιερεμιαν παρὰ κυρίου μετὰ τὸ συντελέσαι τὸν βασιλέα Σεδεκιαν διαθήκην πρὸς τὸν λαὸν τοῦ καλέσαι ἄφεσιν [9] τοῦ ἐξαποστεῖλαι ἕκαστον τὸν παῖδα αὐτοῦ καὶ ἕκαστον τὴν παιδίσκην αὐτοῦ τὸν Εβραῖον καὶ τὴν Εβραίαν ἐλευθέρους πρὸς τὸ μὴ δουλεύειν ἄνδρα ἐξ Ιουδα, [10] καὶ ἐπεστράφησαν πάντες οἱ μεγιστᾶνες καὶ πᾶς ὁ λαὸς οἱ εἰσελθόντες ἐν τῇ διαθήκῃ τοῦ ἀποστεῖλαι ἕκαστον τὸν παῖδα αὐτοῦ καὶ ἕκαστον τὴν παιδίσκην αὐτοῦ [11] καὶ ἔωσαν αὐτοὺς εἰς παῖδας καὶ παιδίσκας. [12] καὶ ἐγενήθη λόγος κυρίου πρὸς Ιερεμιαν λέγων [13] Οὕτως εἶπεν κύριος ὁ θεὸς Ισραηλ Ἐγὼ ἐθέμην διαθήκην πρὸς τοὺς πατέρας ὑμῶν ἐν τῇ ἡμέρᾳ, ᾗ ἐξειλάμην αὐτοὺς ἐκ γῆς Αἰγύπτου ἐξ οἴκου δουλείας, λέγων [14] Ὅταν πληρωθῇ ἓξ ἔτη, ἀποστελεῖς τὸν ἀδελφόν σου τὸν Εβραῖον, ὃς πραθήσεταί σοι· καὶ ἐργᾶταί σοι ἓξ ἔτη, καὶ ἐξαποστελεῖς αὐτὸν ἐλεύθερον. καὶ οὐκ ἤκουσάν μου καὶ οὐκ ἔκλιναν τὸ οὖς αὐτῶν. [15] καὶ ἐπέστρεψαν σήμερον ποιῆσαι τὸ εὐθὲς πρὸ ὀφθαλμῶν μου τοῦ καλέσαι ἄφεσιν ἕκαστον τοῦ πλησίον αὐτοῦ καὶ συνετέλεσαν διαθήκην κατὰ πρόσωπόν μου ἐν τῷ οἴκῳ, οὗ ἐπεκλήθη τὸ ὄνομά μου ἐπ’ αὐτῷ. [16] καὶ ἐπεστρέψατε καὶ ἐβεβηλώσατε τὸ ὄνομά μου τοῦ ἐπιστρέψαι ἕκαστον τὸν παῖδα αὐτοῦ καὶ ἕκαστον τὴν παιδίσκην αὐτοῦ, οὓς ἐξαπεστείλατε ἐλευθέρους τῇ ψυχῇ αὐτῶν, ὑμῖν εἰς παῖδας καὶ παιδίσκας. [17] διὰ τοῦτο οὕτως εἶπεν κύριος Ὑμεῖς οὐκ ἠκούσατέ μου τοῦ καλέσαι ἄφεσιν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ· ἰδοὺ ἐγὼ καλῶ ἄφεσιν ὑμῖν εἰς μάχαιραν καὶ εἰς τὸν θάνατον καὶ εἰς τὸν λιμὸν καὶ δώσω ὑμᾶς εἰς διασπορὰν πάσαις ταῖς βασιλείαις τῆς γῆς. [18] καὶ δώσω τοὺς ἄνδρας τοὺς παρεληλυθότας τὴν διαθήκην μου τοὺς μὴ στήσαντας τὴν διαθήκην μου, ἣν ἐποίησαν κατὰ πρόσωπόν μου, τὸν μόσχον ὃν ἐποίησαν ἐργάζεσθαι αὐτῷ, [19] τοὺς ἄρχοντας Ιουδα καὶ τοὺς δυνάστας καὶ τοὺς ἱερεῖς καὶ τὸν λαόν, [20] καὶ δώσω αὐτοὺς τοῖς ἐχθροῖς αὐτῶν, καὶ ἔσται τὰ θνησιμαῖα αὐτῶν βρῶσις τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ τοῖς θηρίοις τῆς γῆς. [21] καὶ τὸν Σεδεκιαν βασιλέα τῆς Ιουδαίας καὶ τοὺς ἄρχοντας αὐτῶν δώσω εἰς χεῖρας ἐχθρῶν αὐτῶν, καὶ δύναμις βασιλέως Βαβυλῶνος τοῖς ἀποτρέχουσιν ἀπ’ αὐτῶν. [22] ἰδοὺ ἐγὼ συντάσσω, φησὶν κύριος, καὶ ἐπιστρέψω αὐτοὺς εἰς τὴν γῆν ταύτην, καὶ πολεμήσουσιν ἐπ’ αὐτὴν καὶ λήμψονται αὐτὴν καὶ κατακαύσουσιν αὐτὴν ἐν πυρὶ καὶ τὰς πόλεις Ιουδα, καὶ δώσω αὐτὰς ἐρήμους ἀπὸ κατοικούντων.
CHAPTER 42
[1] Ὁ λόγος ὁ γενόμενος πρὸς Ιερεμιαν παρὰ κυρίου ἐν ἡμέραις Ιωακιμ βασιλέως Ιουδα λέγων [2] Βάδισον εἰς οἶκον Αρχαβιν καὶ ἄξεις αὐτοὺς εἰς οἶκον κυρίου εἰς μίαν τῶν αὐλῶν καὶ ποτιεῖς αὐτοὺς οἶνον. [3] καὶ ἐξήγαγον τὸν Ιεζονιαν υἱὸν Ιερεμιν υἱοῦ Χαβασιν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ πᾶσαν τὴν οἰκίαν Αρχαβιν [4] καὶ εἰσήγαγον αὐτοὺς εἰς οἶκον κυρίου εἰς τὸ παστοφόριον υἱῶν Ανανιου υἱοῦ Γοδολιου ἀνθρώπου τοῦ θεοῦ, ὅ ἐστιν ἐγγὺς τοῦ οἴκου τῶν ἀρχόντων τῶν ἐπάνω τοῦ οἴκου Μαασαιου υἱοῦ Σελωμ τοῦ φυλάσσοντος τὴν αὐλήν, [5] καὶ ἔδωκα κατὰ πρόσωπον αὐτῶν κεράμιον οἴνου καὶ ποτήρια καὶ εἶπα Πίετε οἶνον. [6] καὶ εἶπαν Οὐ μὴ πίωμεν οἶνον, ὅτι Ιωναδαβ υἱὸς Ρηχαβ ὁ πατὴρ ἡμῶν ἐνετείλατο ἡμῖν λέγων Οὐ μὴ πίητε οἶνον, ὑμεῖς καὶ οἱ υἱοὶ ὑμῶν ἕως αἰῶνος, [7] καὶ οἰκίαν οὐ μὴ οἰκοδομήσητε καὶ σπέρμα οὐ μὴ σπείρητε, καὶ ἀμπελὼν οὐκ ἔσται ὑμῖν, ὅτι ἐν σκηναῖς οἰκήσετε πάσας τὰς ἡμέρας ὑμῶν, ὅπως ἂν ζήσητε ἡμέρας πολλὰς ἐπὶ τῆς γῆς, ἐφ’ ἧς διατρίβετε ὑμεῖς ἐπ’ αὐτῆς. [8] καὶ ἠκούσαμεν τῆς φωνῆς Ιωναδαβ τοῦ πατρὸς ἡμῶν πρὸς τὸ μὴ πιεῖν οἶνον πάσας τὰς ἡμέρας ἡμῶν, ἡμεῖς καὶ αἱ γυναῖκες ἡμῶν καὶ οἱ υἱοὶ ἡμῶν καὶ αἱ θυγατέρες ἡμῶν, [9] καὶ πρὸς τὸ μ�
� οἰκοδομεῖν οἰκίας τοῦ κατοικεῖν ἐκεῖ, καὶ ἀμπελὼν καὶ ἀγρὸς καὶ σπέρμα οὐκ ἐγένετο ἡμῖν, [10] καὶ ᾠκήσαμεν ἐν σκηναῖς καὶ ἠκούσαμεν καὶ ἐποιήσαμεν κατὰ πάντα, ἃ ἐνετείλατο ἡμῖν Ιωναδαβ ὁ πατὴρ ἡμῶν. [11] καὶ ἐγενήθη ὅτε ἀνέβη Ναβουχοδονοσορ ἐπὶ τὴν γῆν, καὶ εἴπαμεν Εἰσέλθατε καὶ εἰσέλθωμεν εἰς Ιερουσαλημ ἀπὸ προσώπου τῆς δυνάμεως τῶν Χαλδαίων καὶ ἀπὸ προσώπου τῆς δυνάμεως τῶν Ἀσσυρίων, καὶ ᾠκοῦμεν ἐκεῖ. – [12] καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων [13] Οὕτως λέγει κύριος Πορεύου καὶ εἰπὸν ἀνθρώπῳ Ιουδα καὶ τοῖς κατοικοῦσιν Ιερουσαλημ Οὐ μὴ λάβητε παιδείαν τοῦ ἀκούειν τοὺς λόγους μου; [14] ἔστησαν ῥῆμα υἱοὶ Ιωναδαβ υἱοῦ Ρηχαβ, ὃ ἐνετείλατο τοῖς τέκνοις αὐτοῦ πρὸς τὸ μὴ πιεῖν οἶνον, καὶ οὐκ ἐπίοσαν· καὶ ἐγὼ ἐλάλησα πρὸς ὑμᾶς ὄρθρου καὶ ἐλάλησα, καὶ οὐκ ἠκούσατε. [15] καὶ ἀπέστειλα πρὸς ὑμᾶς τοὺς παῖδάς μου τοὺς προφήτας λέγων Ἀποστράφητε ἕκαστος ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς καὶ βελτίω ποιήσατε τὰ ἐπιτηδεύματα ὑμῶν καὶ οὐ πορεύσεσθε ὀπίσω θεῶν ἑτέρων τοῦ δουλεύειν αὐτοῖς, καὶ οἰκήσετε ἐπὶ τῆς γῆς, ἧς ἔδωκα ὑμῖν καὶ τοῖς πατράσιν ὑμῶν· καὶ οὐκ ἐκλίνατε τὰ ὦτα ὑμῶν καὶ οὐκ ἠκούσατε. [16] καὶ ἔστησαν υἱοὶ Ιωναδαβ υἱοῦ Ρηχαβ τὴν ἐντολὴν τοῦ πατρὸς αὐτῶν, ὁ δὲ λαὸς οὗτος οὐκ ἤκουσάν μου. [17] διὰ τοῦτο οὕτως εἶπεν κύριος Ἰδοὺ ἐγὼ φέρω ἐπὶ Ιουδαν καὶ ἐπὶ τοὺς κατοικοῦντας Ιερουσαλημ πάντα τὰ κακά, ἃ ἐλάλησα ἐπ’ αὐτούς. [18] διὰ τοῦτο οὕτως εἶπεν κύριος Ἐπειδὴ ἤκουσαν υἱοὶ Ιωναδαβ υἱοῦ Ρηχαβ τὴν ἐντολὴν τοῦ πατρὸς αὐτῶν ποιεῖν καθότι ἐνετείλατο αὐτοῖς ὁ πατὴρ αὐτῶν, [19] οὐ μὴ ἐκλίπῃ ἀνὴρ τῶν υἱῶν Ιωναδαβ υἱοῦ Ρηχαβ παρεστηκὼς κατὰ πρόσωπόν μου πάσας τὰς ἡμέρας τῆς γῆς.
CHAPTER 43
[1] Καὶ ἐν τῷ ἐνιαυτῷ τῷ τετάρτῳ Ιωακιμ υἱοῦ Ιωσια βασιλέως Ιουδα ἐγενήθη λόγος κυρίου πρός με λέγων [2] Λαβὲ σεαυτῷ χαρτίον βιβλίου καὶ γράψον ἐπ’ αὐτοῦ πάντας τοὺς λόγους, οὓς ἐχρημάτισα πρὸς σὲ ἐπὶ Ιερουσαλημ καὶ ἐπὶ Ιουδαν καὶ ἐπὶ πάντα τὰ ἔθνη ἀφ’ ἧς ἡμέρας λαλήσαντός μου πρός σε, ἀφ’ ἡμερῶν Ιωσια βασιλέως Ιουδα καὶ ἕως τῆς ἡμέρας ταύτης· [3] ἴσως ἀκούσεται ὁ οἶκος Ιουδα πάντα τὰ κακά, ἃ ἐγὼ λογίζομαι ποιῆσαι αὐτοῖς, ἵνα ἀποστρέψωσιν ἀπὸ ὁδοῦ αὐτῶν τῆς πονηρᾶς, καὶ ἵλεως ἔσομαι ταῖς ἀδικίαις αὐτῶν καὶ ταῖς ἁμαρτίαις αὐτῶν. – [4] καὶ ἐκάλεσεν Ιερεμιας τὸν Βαρουχ υἱὸν Νηριου, καὶ ἔγραψεν ἀπὸ στόματος Ιερεμιου πάντας τοὺς λόγους κυρίου, οὓς ἐχρημάτισεν πρὸς αὐτόν, εἰς χαρτίον βιβλίου. [5] καὶ ἐνετείλατο Ιερεμιας τῷ Βαρουχ λέγων Ἐγὼ φυλάσσομαι, οὐ μὴ δύνωμαι εἰσελθεῖν εἰς οἶκον κυρίου· [6] καὶ ἀναγνώσῃ ἐν τῷ χαρτίῳ τούτῳ εἰς τὰ ὦτα τοῦ λαοῦ ἐν οἴκῳ κυρίου ἐν ἡμέρᾳ νηστείας, καὶ ἐν ὠσὶ παντὸς Ιουδα τῶν ἐρχομένων ἐκ πόλεως αὐτῶν ἀναγνώσῃ αὐτοῖς· [7] ἴσως πεσεῖται ἔλεος αὐτῶν κατὰ πρόσωπον κυρίου, καὶ ἀποστρέψουσιν ἐκ τῆς ὁδοῦ αὐτῶν τῆς πονηρᾶς, ὅτι μέγας ὁ θυμὸς καὶ ἡ ὀργὴ κυρίου, ἣν ἐλάλησεν ἐπὶ τὸν λαὸν τοῦτον. [8] καὶ ἐποίησεν Βαρουχ κατὰ πάντα, ἃ ἐνετείλατο αὐτῷ Ιερεμιας τοῦ ἀναγνῶναι ἐν τῷ βιβλίῳ λόγους κυρίου ἐν οἴκῳ κυρίου. – [9] καὶ ἐγενήθη ἐν τῷ ἔτει τῷ ὀγδόῳ βασιλεῖ Ιωακιμ τῷ μηνὶ τῷ ἐνάτῳ ἐξεκκλησίασαν νηστείαν κατὰ πρόσωπον κυρίου πᾶς ὁ λαὸς ἐν Ιερουσαλημ καὶ οἶκος Ιουδα. [10] καὶ ἀνεγίνωσκε Βαρουχ ἐν τῷ βιβλίῳ τοὺς λόγους Ιερεμιου ἐν οἴκῳ κυρίου ἐν οἴκῳ Γαμαριου υἱοῦ Σαφαν τοῦ γραμματέως ἐν τῇ αὐλῇ τῇ ἐπάνω ἐν προθύροις πύλης τοῦ οἴκου κυρίου τῆς καινῆς ἐν ὠσὶ παντὸς τοῦ λαοῦ. – [11] καὶ ἤκουσεν Μιχαιας υἱὸς Γαμαριου υἱοῦ Σαφαν ἅπαντας τοὺς λόγους κυρίου ἐκ τοῦ βιβλίου· [12] καὶ κατέβη εἰς οἶκον τοῦ βασιλέως εἰς τὸν οἶκον τοῦ γραμματέως, καὶ ἰδοὺ ἐκεῖ πάντες οἱ ἄρχοντες ἐκάθηντο, Ελισαμα ὁ γραμματεὺς καὶ Δαλαιας υἱὸς Σελεμιου καὶ Ελναθαν υἱὸς Ακχοβωρ καὶ Γαμαριας υἱὸς Σαφαν καὶ Σεδεκιας υἱὸς Ανανιου καὶ πάντες οἱ ἄρχοντες, [13] καὶ ἀνήγγειλεν αὐτοῖς Μιχαιας πάντας τοὺς λόγους, οὓς ἤκουσεν ἀναγινώσκοντος τοῦ Βαρουχ εἰς τὰ ὦτα τοῦ λαοῦ. [14] καὶ ἀπέστειλαν πάντες οἱ ἄρχοντες πρὸς Βαρουχ υἱὸν Νηριου τὸν Ιουδιν υἱὸν Ναθανιου υἱοῦ Σελεμιου υἱοῦ Χουσι λέγοντες Τὸ χαρτίον, ἐν ᾧ σὺ ἀναγινώσκεις ἐν αὐτῷ ἐν ὠσὶ τοῦ λαοῦ, λαβὲ αὐτὸ εἰς τὴν χεῖρά σου καὶ ἧκε· καὶ ἔλαβεν Βαρουχ τὸ χαρτίον καὶ κατέβη πρὸς αὐτούς. [15] καὶ εἶπαν αὐτῷ Πάλιν ἀνάγνωθι εἰς τὰ ὦτα ἡμῶν· καὶ ἀνέγνω Βαρουχ. [16] καὶ ἐγενήθη ὡς ἤκουσαν πάντας τοὺς λόγους, συνεβουλεύσαντο ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ καὶ εἶπαν Ἀναγγέλλοντες ἀναγγείλωμεν τῷ βασιλεῖ ἅπαντας τοὺς λόγους τούτους. [17] καὶ τὸν Βαρουχ ἠρώτησαν λέγοντες Πόθεν ἔγραψας πάντας τοὺς λόγους τούτους; [18] καὶ εἶπεν Βαρουχ Ἀπὸ στόματος αὐτοῦ ἀνήγγειλέν μοι Ιερεμιας πάντας τοὺς λόγους τούτους, καὶ ἔγραφον ἐν βιβλίῳ. [19] καὶ εἶπαν τῷ Βαρουχ Βάδισον κατακρύβηθι, σὺ καὶ Ιερεμιας· ἄνθρωπος μὴ γνώτω ποῦ ὑμεῖς. [20] καὶ εἰσῆλθον πρὸς τὸν βασιλέα εἰς τὴν αὐλήν, καὶ τὸ χαρτίον ἔδωκαν φυλάσσειν ἐν οἴκῳ Ελισαμα, καὶ ἀνήγγειλαν τῷ βασιλεῖ πάντας τοὺς λόγ
ους. – [21] καὶ ἀπέστειλεν ὁ βασιλεὺς τὸν Ιουδιν λαβεῖν τὸ χαρτίον, καὶ ἔλαβεν αὐτὸ ἐξ οἴκου Ελισαμα· καὶ ἀνέγνω Ιουδιν εἰς τὰ ὦτα τοῦ βασιλέως καὶ εἰς τὰ ὦτα πάντων τῶν ἀρχόντων τῶν ἑστηκότων περὶ τὸν βασιλέα. [22] καὶ ὁ βασιλεὺς ἐκάθητο ἐν οἴκῳ χειμερινῷ, καὶ ἐσχάρα πυρὸς κατὰ πρόσωπον αὐτοῦ. [23] καὶ ἐγενήθη ἀναγινώσκοντος Ιουδιν τρεῖς σελίδας καὶ τέσσαρας, ἀπέτεμνεν αὐτὰς τῷ ξυρῷ τοῦ γραμματέως καὶ ἔρριπτεν εἰς τὸ πῦρ τὸ ἐπὶ τῆς ἐσχάρας, ἕως ἐξέλιπεν πᾶς ὁ χάρτης εἰς τὸ πῦρ τὸ ἐπὶ τῆς ἐσχάρας. [24] καὶ οὐκ ἐζήτησαν καὶ οὐ διέρρηξαν τὰ ἱμάτια αὐτῶν ὁ βασιλεὺς καὶ οἱ παῖδες αὐτοῦ οἱ ἀκούοντες πάντας τοὺς λόγους τούτους· [25] καὶ Ελναθαν καὶ Γοδολιας καὶ Γαμαριας ὑπέθεντο τῷ βασιλεῖ πρὸς τὸ μὴ κατακαῦσαι τὸ χαρτίον. [26] καὶ ἐνετείλατο ὁ βασιλεὺς τῷ Ιερεμεηλ υἱῷ τοῦ βασιλέως καὶ τῷ Σαραια υἱῷ Εσριηλ συλλαβεῖν τὸν Βαρουχ καὶ τὸν Ιερεμιαν· καὶ κατεκρύβησαν. [27] Καὶ ἐγένετο λόγος κυρίου πρὸς Ιερεμιαν μετὰ τὸ κατακαῦσαι τὸν βασιλέα τὸ χαρτίον, πάντας τοὺς λόγους οὓς ἔγραψεν Βαρουχ ἀπὸ στόματος Ιερεμιου, λέγων [28] Πάλιν λαβὲ σὺ χαρτίον ἕτερον καὶ γράψον πάντας τοὺς λόγους τοὺς ὄντας ἐπὶ τοῦ χαρτίου, οὓς κατέκαυσεν ὁ βασιλεὺς Ιωακιμ. [29] καὶ ἐρεῖς Οὕτως εἶπεν κύριος Σὺ κατέκαυσας τὸ χαρτίον τοῦτο λέγων Διὰ τί ἔγραψας ἐπ’ αὐτῷ λέγων Εἰσπορευόμενος εἰσπορεύσεται ὁ βασιλεὺς Βαβυλῶνος καὶ ἐξολεθρεύσει τὴν γῆν ταύτην, καὶ ἐκλείψει ἀπ’ αὐτῆς ἄνθρωπος καὶ κτήνη; [30] διὰ τοῦτο οὕτως εἶπεν κύριος ἐπὶ Ιωακιμ βασιλέα Ιουδα Οὐκ ἔσται αὐτῷ καθήμενος ἐπὶ θρόνου Δαυιδ, καὶ τὸ θνησιμαῖον αὐτοῦ ἔσται ἐρριμμένον ἐν τῷ καύματι τῆς ἡμέρας καὶ ἐν τῷ παγετῷ τῆς νυκτός· [31] καὶ ἐπισκέψομαι ἐπ’ αὐτὸν καὶ ἐπὶ τὸ γένος αὐτοῦ καὶ ἐπὶ τοὺς παῖδας αὐτοῦ καὶ ἐπάξω ἐπ’ αὐτοὺς καὶ ἐπὶ τοὺς κατοικοῦντας Ιερουσαλημ καὶ ἐπὶ γῆν Ιουδα πάντα τὰ κακά, ἃ ἐλάλησα πρὸς αὐτοὺς καὶ οὐκ ἤκουσαν. [32] καὶ ἔλαβεν Βαρουχ χαρτίον ἕτερον καὶ ἔγραψεν ἐπ’ αὐτῷ ἀπὸ στόματος Ιερεμιου ἅπαντας τοὺς λόγους τοῦ βιβλίου, οὗ κατέκαυσεν Ιωακιμ· καὶ ἔτι προσετέθησαν αὐτῷ λόγοι πλείονες ὡς οὗτοι.
Delphi Septuagint Page 527