CHAPTER 38
[1] Καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων [2] Υἱὲ ἀνθρώπου, στήρισον τὸ πρόσωπόν σου ἐπὶ Γωγ καὶ τὴν γῆν τοῦ Μαγωγ, ἄρχοντα Ρως, Μοσοχ καὶ Θοβελ, καὶ προφήτευσον ἐπ’ αὐτὸν [3] καὶ εἰπὸν αὐτῷ Τάδε λέγει κύριος κύριος Ἰδοὺ ἐγὼ ἐπὶ σὲ Γωγ ἄρχοντα Ρως, Μοσοχ καὶ Θοβελ [4] καὶ συνάξω σε καὶ πᾶσαν τὴν δύναμίν σου, ἵππους καὶ ἱππεῖς ἐνδεδυμένους θώρακας πάντας, συναγωγὴ πολλή, πέλται καὶ περικεφαλαῖαι καὶ μάχαιραι, [5] Πέρσαι καὶ Αἰθίοπες καὶ Λίβυες, πάντες περικεφαλαίαις καὶ πέλταις, [6] Γομερ καὶ πάντες οἱ περὶ αὐτόν, οἶκος τοῦ Θεργαμα ἀπ’ ἐσχάτου βορρᾶ καὶ πάντες οἱ περὶ αὐτόν, καὶ ἔθνη πολλὰ μετὰ σοῦ· [7] ἑτοιμάσθητι ἑτοίμασον σεαυτὸν σὺ καὶ πᾶσα ἡ συναγωγή σου οἱ συνηγμένοι μετὰ σοῦ καὶ ἔσῃ μοι εἰς προφυλακήν. [8] ἀφ’ ἡμερῶν πλειόνων ἑτοιμασθήσεται καὶ ἐπ’ ἐσχάτου ἐτῶν ἐλεύσεται καὶ ἥξει εἰς τὴν γῆν τὴν ἀπεστραμμένην ἀπὸ μαχαίρας, συνηγμένων ἀπὸ ἐθνῶν πολλῶν, ἐπὶ γῆν Ισραηλ, ἣ ἐγενήθη ἔρημος δι’ ὅλου· καὶ οὗτος ἐξ ἐθνῶν ἐξελήλυθεν, καὶ κατοικήσουσιν ἐπ’ εἰρήνης ἅπαντες. [9] καὶ ἀναβήσῃ ὡς ὑετὸς καὶ ἥξεις ὡς νεφέλη κατακαλύψαι γῆν καὶ ἔσῃ σὺ καὶ πάντες οἱ περὶ σὲ καὶ ἔθνη πολλὰ μετὰ σοῦ. [10] τάδε λέγει κύριος κύριος Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀναβήσεται ῥήματα ἐπὶ τὴν καρδίαν σου, καὶ λογιῇ λογισμοὺς πονηροὺς [11] καὶ ἐρεῖς Ἀναβήσομαι ἐπὶ γῆν ἀπερριμμένην, ἥξω ἐπὶ ἡσυχάζοντας ἐν ἡσυχίᾳ καὶ οἰκοῦντας ἐπ’ εἰρήνης, πάντας κατοικοῦντας γῆν, ἐν ᾗ οὐχ ὑπάρχει τεῖχος οὐδὲ μοχλοί, καὶ θύραι οὐκ εἰσὶν αὐτοῖς, [12] προνομεῦσαι προνομὴν καὶ σκυλεῦσαι σκῦλα αὐτῶν τοῦ ἐπιστρέψαι χεῖρά σου εἰς τὴν ἠρημωμένην, ἣ κατῳκίσθη, καὶ ἐπ’ ἔθνος συνηγμένον ἀπὸ ἐθνῶν πολλῶν πεποιηκότας κτήσεις κατοικοῦντας ἐπὶ τὸν ὀμφαλὸν τῆς γῆς. [13] Σαβα καὶ Δαιδαν καὶ ἔμποροι Καρχηδόνιοι καὶ πᾶσαι αἱ κῶμαι αὐτῶν ἐροῦσίν σοι Εἰς προνομὴν τοῦ προνομεῦσαι σὺ ἔρχῃ καὶ σκυλεῦσαι σκῦλα; συνήγαγες συναγωγήν σου λαβεῖν ἀργύριον καὶ χρυσίον, ἀπενέγκασθαι κτῆσιν τοῦ σκυλεῦσαι σκῦλα; [14] διὰ τοῦτο προφήτευσον, υἱὲ ἀνθρώπου, καὶ εἰπὸν τῷ Γωγ Τάδε λέγει κύριος Οὐκ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐν τῷ κατοικισθῆναι τὸν λαόν μου Ισραηλ ἐπ’ εἰρήνης ἐγερθήσῃ; [15] καὶ ἥξεις ἐκ τοῦ τόπου σου ἀπ’ ἐσχάτου βορρᾶ καὶ ἔθνη πολλὰ μετὰ σοῦ, ἀναβάται ἵππων πάντες, συναγωγὴ μεγάλη καὶ δύναμις πολλή, [16] καὶ ἀναβήσῃ ἐπὶ τὸν λαόν μου Ισραηλ ὡς νεφέλη καλύψαι γῆν· ἐπ’ ἐσχάτων τῶν ἡμερῶν ἔσται, καὶ ἀνάξω σε ἐπὶ τὴν γῆν μου, ἵνα γνῶσιν πάντα τὰ ἔθνη ἐμὲ ἐν τῷ ἁγιασθῆναί με ἐν σοὶ ἐνώπιον αὐτῶν. [17] τάδε λέγει κύριος κύριος τῷ Γωγ Σὺ εἶ περὶ οὗ ἐλάλησα πρὸ ἡμερῶν τῶν ἔμπροσθεν διὰ χειρὸς τῶν δούλων μου προφητῶν τοῦ Ισραηλ ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἔτεσιν τοῦ ἀγαγεῖν σε ἐπ’ αὐτούς. [18] καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐν ἡμέρᾳ, ᾗ ἂν ἔλθῃ Γωγ ἐπὶ τὴν γῆν τοῦ Ισραηλ, λέγει κύριος κύριος, ἀναβήσεται ὁ θυμός μου [19] καὶ ὁ ζῆλός μου. ἐν πυρὶ τῆς ὀργῆς μου ἐλάλησα Εἰ μὴν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται σεισμὸς μέγας ἐπὶ γῆς Ισραηλ, [20] καὶ σεισθήσονται ἀπὸ προσώπου κυρίου οἱ ἰχθύες τῆς θαλάσσης καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ τὰ θηρία τοῦ πεδίου καὶ πάντα τὰ ἑρπετὰ τὰ ἕρποντα ἐπὶ τῆς γῆς καὶ πάντες οἱ ἄνθρωποι οἱ ἐπὶ προσώπου τῆς γῆς, καὶ ῥαγήσεται τὰ ὄρη, καὶ πεσοῦνται αἱ φάραγγες, καὶ πᾶν τεῖχος ἐπὶ τὴν γῆν πεσεῖται. [21] καὶ καλέσω ἐπ’ αὐτὸν πᾶν φόβον, λέγει κύριος· μάχαιρα ἀνθρώπου ἐπὶ τὸν ἀδελφὸν αὐτοῦ ἔσται. [22] καὶ κρινῶ αὐτὸν θανάτῳ καὶ αἵματι καὶ ὑετῷ κατακλύζοντι καὶ λίθοις χαλάζης, καὶ πῦρ καὶ θεῖον βρέξω ἐπ’ αὐτὸν καὶ ἐπὶ πάντας τοὺς μετ’ αὐτοῦ καὶ ἐπ’ ἔθνη πολλὰ μετ’ αὐτοῦ. [23] καὶ μεγαλυνθήσομαι καὶ ἁγιασθήσομαι καὶ ἐνδοξασθήσομαι καὶ γνωσθήσομαι ἐναντίον ἐθνῶν πολλῶν, καὶ γνώσονται ὅτι ἐγώ εἰμι κύριος.
CHAPTER 39
[1] Καὶ σύ, υἱὲ ἀνθρώπου, προφήτευσον ἐπὶ Γωγ καὶ εἰπόν Τάδε λέγει κύριος Ἰδοὺ ἐγὼ ἐπὶ σὲ Γωγ ἄρχοντα Ρως, Μοσοχ καὶ Θοβελ [2] καὶ συνάξω σε καὶ καθοδηγήσω σε καὶ ἀναβιβῶ σε ἀπ’ ἐσχάτου τοῦ βορρᾶ καὶ ἀνάξω σε ἐπὶ τὰ ὄρη τοῦ Ισραηλ. [3] καὶ ἀπολῶ τὸ τόξον σου ἀπὸ τῆς χειρός σου τῆς ἀριστερᾶς καὶ τὰ τοξεύματά σου ἀπὸ τῆς χειρός σου τῆς δεξιᾶς καὶ καταβαλῶ σε [4] ἐπὶ τὰ ὄρη Ισραηλ, καὶ πεσῇ σὺ καὶ πάντες οἱ περὶ σέ, καὶ τὰ ἔθνη τὰ μετὰ σοῦ δοθήσονται εἰς πλήθη ὀρνέων, παντὶ πετεινῷ καὶ πᾶσι τοῖς θηρίοις τοῦ πεδίου δέδωκά σε καταβρωθῆναι. [5] ἐπὶ προσώπου τοῦ πεδίου πεσῇ, ὅτι ἐγὼ ἐλάλησα, λέγει κύριος. [6] καὶ ἀποστελῶ πῦρ ἐπὶ Γωγ, καὶ κατοικηθήσονται αἱ νῆσοι ἐπ’ εἰρήνης· καὶ γνώσονται ὅτι ἐγώ εἰμι κύριος. [7] καὶ τὸ ὄνομά μου τὸ ἅγιον γνωσθήσεται ἐν μέσῳ λαοῦ μου Ισραηλ, καὶ οὐ βεβηλωθήσεται τὸ ὄνομά μου τὸ ἅγιον οὐκέτι· καὶ γνώσονται τὰ ἔθνη ὅτι ἐγώ εἰμι κύριος ἅγιος ἐν Ισραηλ. [8] ἰδοὺ ἥκει, καὶ γνώσῃ ὅτι ἔσται, λέγει κύριος κύριος· αὕτη ἐστὶν ἡ ἡμέρα, ἐν ᾗ ἐλάλησα. [9] καὶ ἐξελεύσονται οἱ κατοικοῦντες τὰς πόλεις Ισραηλ καὶ καύσουσιν ἐν τοῖς ὅπλοις, πέλταις καὶ κοντοῖς καὶ τόξοις καὶ τοξεύμασιν
καὶ ῥάβδοις χειρῶν καὶ λόγχαις· καὶ καύσουσιν ἐν αὐτοῖς πῦρ ἑπτὰ ἔτη. [10] καὶ οὐ μὴ λάβωσιν ξύλα ἐκ τοῦ πεδίου οὐδὲ μὴ κόψωσιν ἐκ τῶν δρυμῶν, ἀλλ’ ἢ τὰ ὅπλα κατακαύσουσιν πυρί· καὶ προνομεύσουσιν τοὺς προνομεύσαντας αὐτοὺς καὶ σκυλεύσουσιν τοὺς σκυλεύσαντας αὐτούς, λέγει κύριος. [11] καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ δώσω τῷ Γωγ τόπον ὀνομαστόν, μνημεῖον ἐν Ισραηλ, τὸ πολυάνδριον τῶν ἐπελθόντων πρὸς τῇ θαλάσσῃ, καὶ περιοικοδομήσουσιν τὸ περιστόμιον τῆς φάραγγος· καὶ κατορύξουσιν ἐκεῖ τὸν Γωγ καὶ πᾶν τὸ πλῆθος αὐτοῦ, καὶ κληθήσεται Τὸ γαι τὸ πολυάνδριον τοῦ Γωγ. [12] καὶ κατορύξουσιν αὐτοὺς οἶκος Ισραηλ, ἵνα καθαρισθῇ ἡ γῆ, ἐν ἑπταμήνῳ· [13] καὶ κατορύξουσιν αὐτοὺς πᾶς ὁ λαὸς τῆς γῆς, καὶ ἔσται αὐτοῖς εἰς ὀνομαστὸν ᾗ ἡμέρᾳ ἐδοξάσθην, λέγει κύριος. [14] καὶ ἄνδρας διὰ παντὸς διαστελοῦσιν ἐπιπορευομένους τὴν γῆν θάψαι τοὺς καταλελειμμένους ἐπὶ προσώπου τῆς γῆς καθαρίσαι αὐτὴν μετὰ τὴν ἑπτάμηνον, καὶ ἐκζητήσουσιν. [15] καὶ πᾶς ὁ διαπορευόμενος τὴν γῆν καὶ ἰδὼν ὀστοῦν ἀνθρώπου οἰκοδομήσει παρ’ αὐτὸ σημεῖον, ἕως ὅτου θάψωσιν αὐτὸ οἱ θάπτοντες εἰς τὸ γαι τὸ πολυάνδριον τοῦ Γωγ· [16] καὶ γὰρ τὸ ὄνομα τῆς πόλεως Πολυάνδριον· καὶ καθαρισθήσεται ἡ γῆ. [17] καὶ σύ, υἱὲ ἀνθρώπου, εἰπόν Τάδε λέγει κύριος Εἰπὸν παντὶ ὀρνέῳ πετεινῷ καὶ πρὸς πάντα τὰ θηρία τοῦ πεδίου Συνάχθητε καὶ ἔρχεσθε, συνάχθητε ἀπὸ πάντων τῶν περικύκλῳ ἐπὶ τὴν θυσίαν μου, ἣν τέθυκα ὑμῖν, θυσίαν μεγάλην ἐπὶ τὰ ὄρη Ισραηλ, καὶ φάγεσθε κρέα καὶ πίεσθε αἷμα. [18] κρέα γιγάντων φάγεσθε καὶ αἷμα ἀρχόντων τῆς γῆς πίεσθε, κριοὺς καὶ μόσχους καὶ τράγους, καὶ οἱ μόσχοι ἐστεατωμένοι πάντες. [19] καὶ φάγεσθε στέαρ εἰς πλησμονὴν καὶ πίεσθε αἷμα εἰς μέθην ἀπὸ τῆς θυσίας μου, ἧς ἔθυσα ὑμῖν. [20] καὶ ἐμπλησθήσεσθε ἐπὶ τῆς τραπέζης μου ἵππον καὶ ἀναβάτην, γίγαντα καὶ πάντα ἄνδρα πολεμιστήν, λέγει κύριος. [21] καὶ δώσω τὴν δόξαν μου ἐν ὑμῖν, καὶ ὄψονται πάντα τὰ ἔθνη τὴν κρίσιν μου, ἣν ἐποίησα, καὶ τὴν χεῖρά μου, ἣν ἐπήγαγον ἐπ’ αὐτούς. [22] καὶ γνώσονται οἶκος Ισραηλ ὅτι ἐγώ εἰμι κύριος ὁ θεὸς αὐτῶν ἀπὸ τῆς ἡμέρας ταύτης καὶ ἐπέκεινα. [23] καὶ γνώσονται πάντα τὰ ἔθνη ὅτι διὰ τὰς ἁμαρτίας αὐτῶν ᾐχμαλωτεύθησαν οἶκος Ισραηλ, ἀνθ’ ὧν ἠθέτησαν εἰς ἐμέ, καὶ ἀπέστρεψα τὸ πρόσωπόν μου ἀπ’ αὐτῶν καὶ παρέδωκα αὐτοὺς εἰς χεῖρας τῶν ἐχθρῶν αὐτῶν, καὶ ἔπεσαν πάντες μαχαίρᾳ. [24] κατὰ τὰς ἀκαθαρσίας αὐτῶν καὶ κατὰ τὰ ἀνομήματα αὐτῶν ἐποίησα αὐτοῖς καὶ ἀπέστρεψα τὸ πρόσωπόν μου ἀπ’ αὐτῶν. [25] διὰ τοῦτο τάδε λέγει κύριος κύριος Νῦν ἀποστρέψω τὴν αἰχμαλωσίαν Ιακωβ καὶ ἐλεήσω τὸν οἶκον Ισραηλ καὶ ζηλώσω διὰ τὸ ὄνομα τὸ ἅγιόν μου. [26] καὶ λήμψονται τὴν ἀτιμίαν ἑαυτῶν καὶ τὴν ἀδικίαν, ἣν ἠδίκησαν, ἐν τῷ κατοικισθῆναι αὐτοὺς ἐπὶ τὴν γῆν αὐτῶν ἐπ’ εἰρήνης, καὶ οὐκ ἔσται ὁ ἐκφοβῶν. [27] ἐν τῷ ἀποστρέψαι με αὐτοὺς ἐκ τῶν ἐθνῶν καὶ συναγαγεῖν με αὐτοὺς ἐκ τῶν χωρῶν τῶν ἐθνῶν καὶ ἁγιασθήσομαι ἐν αὐτοῖς ἐνώπιον τῶν ἐθνῶν, [28] καὶ γνώσονται ὅτι ἐγώ εἰμι κύριος ὁ θεὸς αὐτῶν ἐν τῷ ἐπιφανῆναί με αὐτοῖς ἐν τοῖς ἔθνεσιν. [29] καὶ οὐκ ἀποστρέψω οὐκέτι τὸ πρόσωπόν μου ἀπ’ αὐτῶν, ἀνθ’ οὗ ἐξέχεα τὸν θυμόν μου ἐπὶ τὸν οἶκον Ισραηλ, λέγει κύριος κύριος
CHAPTER 40
[1] Καὶ ἐγένετο ἐν τῷ πέμπτῳ καὶ εἰκοστῷ ἔτει τῆς αἰχμαλωσίας ἡμῶν ἐν τῷ πρώτῳ μηνὶ δεκάτῃ τοῦ μηνὸς ἐν τῷ τεσσαρεσκαιδεκάτῳ ἔτει μετὰ τὸ ἁλῶναι τὴν πόλιν, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐγένετο ἐπ’ ἐμὲ χεὶρ κυρίου καὶ ἤγαγέν με [2] ἐν ὁράσει θεοῦ εἰς τὴν γῆν τοῦ Ισραηλ καὶ ἔθηκέν με ἐπ’ ὄρους ὑψηλοῦ σφόδρα, καὶ ἐπ’ αὐτοῦ ὡσεὶ οἰκοδομὴ πόλεως ἀπέναντι. [3] καὶ εἰσήγαγέν με ἐκεῖ, καὶ ἰδοὺ ἀνήρ, καὶ ἡ ὅρασις αὐτοῦ ἦν ὡσεὶ ὅρασις χαλκοῦ στίλβοντος, καὶ ἐν τῇ χειρὶ αὐτοῦ ἦν σπαρτίον οἰκοδόμων καὶ κάλαμος μέτρου, καὶ αὐτὸς εἱστήκει ἐπὶ τῆς πύλης. [4] καὶ εἶπεν πρός με ὁ ἀνήρ Ἑώρακας, υἱὲ ἀνθρώπου; ἐν τοῖς ὀφθαλμοῖς σου ἰδὲ καὶ ἐν τοῖς ὠσίν σου ἄκουε καὶ τάξον εἰς τὴν καρδίαν σου πάντα, ὅσα ἐγὼ δεικνύω σοι, διότι ἕνεκα τοῦ δεῖξαί σοι εἰσελήλυθας ὧδε καὶ δείξεις πάντα, ὅσα σὺ ὁρᾷς, τῷ οἴκῳ τοῦ Ισραηλ. [5] Καὶ ἰδοὺ περίβολος ἔξωθεν τοῦ οἴκου κύκλῳ· καὶ ἐν τῇ χειρὶ τοῦ ἀνδρὸς κάλαμος, τὸ μέτρον πηχῶν ἓξ ἐν πήχει καὶ παλαιστῆς, καὶ διεμέτρησεν τὸ προτείχισμα, πλάτος ἴσον τῷ καλάμῳ καὶ τὸ ὕψος αὐτοῦ ἴσον τῷ καλάμῳ. [6] καὶ εἰσῆλθεν εἰς τὴν πύλην τὴν βλέπουσαν κατὰ ἀνατολὰς ἐν ἑπτὰ ἀναβαθμοῖς καὶ διεμέτρησεν τὸ αιλαμ τῆς πύλης ἴσον τῷ καλάμῳ [7] καὶ τὸ θεε ἴσον τῷ καλάμῳ τὸ μῆκος καὶ ἴσον τῷ καλάμῳ τὸ πλάτος καὶ τὸ αιλαμ ἀνὰ μέσον τοῦ θαιηλαθα πηχῶν ἓξ καὶ τὸ θεε τὸ δεύτερον ἴσον τῷ καλάμῳ τὸ πλάτος καὶ ἴσον τῷ καλάμῳ τὸ μῆκος καὶ τὸ αιλαμ πήχεων πέντε [8] καὶ τὸ θεε τὸ τρίτον ἴσον τῷ καλάμῳ τὸ πλάτος καὶ ἴσον τῷ καλάμῳ τὸ μῆκος [9] καὶ τὸ αιλαμ τοῦ πυλῶνος πλησίον τοῦ αιλαμ τῆς πύλης πηχῶν ὀκτὼ καὶ τὰ αιλευ πηχῶν δύο καὶ τὸ αιλαμ τῆς πύλης ἔσωθεν [10] καὶ τὰ θεε τῆς πύλης θεε κατέναντι τρεῖς ἔνθεν καὶ τρεῖς ἔνθεν, καὶ
μέτρον ἓν τοῖς τρισὶν καὶ μέτρον ἓν τοῖς αιλαμ ἔνθεν καὶ ἔνθεν. [11] καὶ διεμέτρησεν τὸ πλάτος τῆς θύρας τοῦ πυλῶνος πηχῶν δέκα καὶ τὸ εὖρος τοῦ πυλῶνος πηχῶν δέκα τριῶν, [12] καὶ πῆχυς ἐπισυναγόμενος ἐπὶ πρόσωπον τῶν θειμ ἔνθεν καὶ ἔνθεν, καὶ τὸ θεε πηχῶν ἓξ ἔνθεν καὶ πηχῶν ἓξ ἔνθεν. [13] καὶ διεμέτρησεν τὴν πύλην ἀπὸ τοῦ τοίχου τοῦ θεε ἐπὶ τὸν τοῖχον τοῦ θεε πλάτος πήχεις εἴκοσι πέντε, αὕτη πύλη ἐπὶ πύλην· [14] καὶ τὸ αἴθριον τοῦ αιλαμ τῆς πύλης ἑξήκοντα πήχεις, εἴκοσι θειμ τῆς πύλης κύκλῳ· [15] καὶ τὸ αἴθριον τῆς πύλης ἔξωθεν εἰς τὸ αἴθριον αιλαμ τῆς πύλης ἔσωθεν πηχῶν πεντήκοντα· [16] καὶ θυρίδες κρυπταὶ ἐπὶ τὰ θειμ καὶ ἐπὶ τὰ αιλαμ ἔσωθεν τῆς πύλης τῆς αὐλῆς κυκλόθεν, καὶ ὡσαύτως τοῖς αιλαμ θυρίδες κύκλῳ ἔσωθεν, καὶ ἐπὶ τὸ αιλαμ φοίνικες ἔνθεν καὶ ἔνθεν. [17] καὶ εἰσήγαγέν με εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν, καὶ ἰδοὺ παστοφόρια καὶ περίστυλα κύκλῳ τῆς αὐλῆς, τριάκοντα παστοφόρια ἐν τοῖς περιστύλοις, [18] καὶ αἱ στοαὶ κατὰ νώτου τῶν πυλῶν, κατὰ τὸ μῆκος τῶν πυλῶν τὸ περίστυλον τὸ ὑποκάτω. [19] καὶ διεμέτρησεν τὸ πλάτος τῆς αὐλῆς ἀπὸ τοῦ αἰθρίου τῆς πύλης τῆς ἐξωτέρας ἔσωθεν ἐπὶ τὸ αἴθριον τῆς πύλης τῆς βλεπούσης ἔξω, πήχεις ἑκατόν, τῆς βλεπούσης κατ’ ἀνατολάς. καὶ εἰσήγαγέν με ἐπὶ βορρᾶν, [20] καὶ ἰδοὺ πύλη βλέπουσα πρὸς βορρᾶν τῇ αὐλῇ τῇ ἐξωτέρᾳ, καὶ διεμέτρησεν αὐτήν, τό τε μῆκος αὐτῆς καὶ τὸ πλάτος. [21] καὶ τὰ θεε τρεῖς ἔνθεν καὶ τρεῖς ἔνθεν καὶ τὰ αιλευ καὶ τὰ αιλαμμω καὶ τοὺς φοίνικας αὐτῆς, καὶ ἐγένετο κατὰ τὰ μέτρα τῆς πύλης τῆς βλεπούσης κατὰ ἀνατολὰς πηχῶν πεντήκοντα τὸ μῆκος αὐτῆς καὶ πηχῶν εἴκοσι πέντε τὸ εὖρος αὐτῆς. [22] καὶ αἱ θυρίδες αὐτῆς καὶ τὰ αιλαμμω καὶ οἱ φοίνικες αὐτῆς καθὼς ἡ πύλη ἡ βλέπουσα κατὰ ἀνατολάς· καὶ ἐν ἑπτὰ κλιμακτῆρσιν ἀνέβαινον ἐπ’ αὐτήν, καὶ τὰ αιλαμμω ἔσωθεν. [23] καὶ πύλη τῇ αὐλῇ τῇ ἐσωτέρᾳ βλέπουσα ἐπὶ πύλην τοῦ βορρᾶ ὃν τρόπον τῆς πύλης τῆς βλεπούσης κατὰ ἀνατολάς, καὶ διεμέτρησεν τὴν αὐλὴν ἀπὸ πύλης ἐπὶ πύλην πήχεις ἑκατόν. [24] καὶ ἤγαγέν με κατὰ νότον, καὶ ἰδοὺ πύλη βλέπουσα πρὸς νότον, καὶ διεμέτρησεν αὐτὴν καὶ τὰ θεε καὶ τὰ αιλευ καὶ τὰ αιλαμμω κατὰ τὰ μέτρα ταῦτα. [25] καὶ αἱ θυρίδες αὐτῆς καὶ τὰ αιλαμμω κυκλόθεν καθὼς αἱ θυρίδες τοῦ αιλαμ, πηχῶν πεντήκοντα τὸ μῆκος αὐτῆς καὶ πηχῶν εἴκοσι πέντε τὸ εὖρος αὐτῆς. [26] καὶ ἑπτὰ κλιμακτῆρες αὐτῇ, καὶ αιλαμμω ἔσωθεν, καὶ φοίνικες αὐτῇ εἷς ἔνθεν καὶ εἷς ἔνθεν ἐπὶ τὰ αιλευ. [27] καὶ πύλη κατέναντι πύλης τῆς αὐλῆς τῆς ἐσωτέρας πρὸς νότον· καὶ διεμέτρησεν τὴν αὐλὴν ἀπὸ πύλης ἐπὶ πύλην, πήχεις ἑκατὸν τὸ εὖρος πρὸς νότον. [28] Καὶ εἰσήγαγέν με εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν τῆς πύλης τῆς πρὸς νότον καὶ διεμέτρησεν τὴν πύλην κατὰ τὰ μέτρα ταῦτα [29] καὶ τὰ θεε καὶ τὰ αιλευ καὶ τὰ αιλαμμω κατὰ τὰ μέτρα ταῦτα· καὶ θυρίδες αὐτῇ καὶ τῷ αιλαμμω κύκλῳ· πήχεις πεντήκοντα τὸ μῆκος αὐτῆς καὶ τὸ εὖρος πήχεις εἴκοσι πέντε. [31] καὶ αιλαμμω εἰς τὴν αὐλὴν τὴν ἐξωτέραν, καὶ φοίνικες τῷ αιλευ, καὶ ὀκτὼ κλιμακτῆρες. [32] καὶ εἰσήγαγέν με εἰς τὴν πύλην τὴν βλέπουσαν κατὰ ἀνατολὰς καὶ διεμέτρησεν αὐτὴν κατὰ τὰ μέτρα ταῦτα [33] καὶ τὰ θεε καὶ τὰ αιλευ καὶ τὰ αιλαμμω κατὰ τὰ μέτρα ταῦτα· καὶ θυρίδες αὐτῇ καὶ τῷ αιλαμμω κύκλῳ, πήχεις πεντήκοντα μῆκος αὐτῆς καὶ εὖρος πήχεις εἴκοσι πέντε. [34] καὶ αιλαμμω εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν, καὶ φοίνικες ἐπὶ τοῦ αιλευ ἔνθεν καὶ ἔνθεν, καὶ ὀκτὼ κλιμακτῆρες αὐτῇ. [35] καὶ εἰσήγαγέν με εἰς τὴν πύλην τὴν πρὸς βορρᾶν καὶ διεμέτρησεν κατὰ τὰ μέτρα ταῦτα [36] καὶ τὰ θεε καὶ τὰ αιλευ καὶ τὰ αιλαμμω· καὶ θυρίδες αὐτῇ κύκλῳ καὶ τῷ αιλαμμω αὐτῆς· πήχεις πεντήκοντα μῆκος αὐτῆς καὶ εὖρος πήχεις εἴκοσι πέντε. [37] καὶ τὰ αιλαμμω εἰς τὴν αὐλὴν τὴν ἐξωτέραν, καὶ φοίνικες τῷ αιλευ ἔνθεν καὶ ἔνθεν, καὶ ὀκτὼ κλιμακτῆρες αὐτῇ. [38] τὰ παστοφόρια αὐτῆς καὶ τὰ θυρώματα αὐτῆς καὶ τὰ αιλαμμω αὐτῆς ἐπὶ τῆς πύλης [39] τῆς δευτέρας ἔκρυσις, ὅπως σφάζωσιν ἐν αὐτῇ τὰ ὑπὲρ ἁμαρτίας καὶ ὑπὲρ ἀγνοίας· [40] καὶ κατὰ νώτου τοῦ ῥόακος τῶν ὁλοκαυτωμάτων τῆς βλεπούσης πρὸς βορρᾶν δύο τράπεζαι πρὸς ἀνατολὰς καὶ κατὰ νώτου τῆς δευτέρας καὶ τοῦ αιλαμ τῆς πύλης δύο τράπεζαι κατὰ ἀνατολάς, [41] τέσσαρες ἔνθεν καὶ τέσσαρες ἔνθεν κατὰ νώτου τῆς πύλης, ἐπ’ αὐτὰς σφάξουσι τὰ θύματα κατέναντι τῶν ὀκτὼ τραπεζῶν τῶν θυμάτων. [42] καὶ τέσσαρες τράπεζαι τῶν ὁλοκαυτωμάτων λίθιναι λελαξευμέναι πήχεος καὶ ἡμίσους τὸ πλάτος καὶ πήχεων δύο καὶ ἡμίσους τὸ μῆκος καὶ ἐπὶ πῆχυν τὸ ὕψος, ἐπ’ αὐτὰς ἐπιθήσουσιν τὰ σκεύη, ἐν οἷς σφάζουσιν ἐκεῖ τὰ ὁλοκαυτώματα καὶ τὰ θύματα. [43] καὶ παλαιστὴν ἕξουσιν γεῖσος λελαξευμένον ἔσωθεν κύκλῳ καὶ ἐπὶ τὰς τραπέζας ἐπάνωθεν στέγας τοῦ καλύπτεσθαι ἀπὸ τοῦ ὑετοῦ καὶ ἀπὸ τῆς ξηρασίας. [44] καὶ εἰσήγαγέν με εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν, καὶ ἰδοὺ δύο ἐξέδραι ἐν τῇ αὐλῇ τῇ ἐσωτέρᾳ, μία κατὰ νώτου τῆς πύλης τῆς βλεπούσης πρὸς βορρᾶν φέρουσα πρὸς νότον καὶ μία κατὰ νώτου τῆς πύλης τῆς πρὸς νότον βλεπούσης δὲ πρὸς βορρᾶν. [45] καὶ
εἶπεν πρός με Ἡ ἐξέδρα αὕτη ἡ βλέπουσα πρὸς νότον τοῖς ἱερεῦσι τοῖς φυλάσσουσι τὴν φυλακὴν τοῦ οἴκου, [46] καὶ ἡ ἐξέδρα ἡ βλέπουσα πρὸς βορρᾶν τοῖς ἱερεῦσι τοῖς φυλάσσουσι τὴν φυλακὴν τοῦ θυσιαστηρίου· ἐκεῖνοί εἰσιν οἱ υἱοὶ Σαδδουκ οἱ ἐγγίζοντες ἐκ τοῦ Λευι πρὸς κύριον λειτουργεῖν αὐτῷ. [47] καὶ διεμέτρησεν τὴν αὐλὴν μῆκος πήχεων ἑκατὸν καὶ εὖρος πήχεων ἑκατὸν ἐπὶ τὰ τέσσαρα μέρη αὐτῆς καὶ τὸ θυσιαστήριον ἀπέναντι τοῦ οἴκου. [48] Καὶ εἰσήγαγέν με εἰς τὸ αιλαμ τοῦ οἴκου. καὶ διεμέτρησεν τὸ αιλ τοῦ αιλαμ πηχῶν πέντε τὸ πλάτος ἔνθεν καὶ πηχῶν πέντε ἔνθεν, καὶ τὸ εὖρος τοῦ θυρώματος πηχῶν δέκα τεσσάρων, καὶ ἐπωμίδες τῆς θύρας τοῦ αιλαμ πηχῶν τριῶν ἔνθεν καὶ πηχῶν τριῶν ἔνθεν· [49] καὶ τὸ μῆκος τοῦ αιλαμ πηχῶν εἴκοσι καὶ τὸ εὖρος πηχῶν δώδεκα· καὶ ἐπὶ δέκα ἀναβαθμῶν ἀνέβαινον ἐπ’ αὐτό· καὶ στῦλοι ἦσαν ἐπὶ τὸ αιλαμ, εἷς ἔνθεν καὶ εἷς ἔνθεν.
Delphi Septuagint Page 548