[16] All the wealth and the glory which God has taken from our father, it shall be our’s and our children’s; now then do whatsoever God has said to thee.
[17] Ἀναστὰς δὲ Ιακωβ ἔλαβεν τὰς γυναῖκας αὐτοῦ καὶ τὰ παιδία αὐτοῦ ἐπὶ τὰς καμήλους
[17] And Jacob arose and took his wives and his children up on the camels;
[18] καὶ ἀπήγαγεν πάντα τὰ ὑπάρχοντα αὐτοῦ καὶ πᾶσαν τὴν ἀποσκευὴν αὐτοῦ, ἣν περιεποιήσατο ἐν τῇ Μεσοποταμίᾳ, καὶ πάντα τὰ αὐτοῦ ἀπελθεῖν πρὸς Ισαακ τὸν πατέρα αὐτοῦ εἰς γῆν Χανααν.
[18] and he took away all his possessions and all his store, which he had gotten in Mesopotamia, and all that belonged to him, to depart to Isaac his father in the land of Chanaan.
[19] Λαβαν δὲ ᾤχετο κεῖραι τὰ πρόβατα αὐτοῦ· ἔκλεψεν δὲ Ραχηλ τὰ εἴδωλα τοῦ πατρὸς αὐτῆς.
[19] And Laban went to shear his sheep; and Rachel stole her father’s images.
[20] ἔκρυψεν δὲ Ιακωβ Λαβαν τὸν Σύρον τοῦ μὴ ἀναγγεῖλαι αὐτῷ ὅτι ἀποδιδράσκει,
[20] And Jacob hid the matter from Laban the Syrian, so as not to tell him that he ran away.
[21] καὶ ἀπέδρα αὐτὸς καὶ πάντα τὰ αὐτοῦ καὶ διέβη τὸν ποταμὸν καὶ ὥρμησεν εἰς τὸ ὄρος Γαλααδ.
[21] And he departed himself and all that belonged to him, and passed over the river, and went into the mountain Galaad.
[22] ἀνηγγέλη δὲ Λαβαν τῷ Σύρῳ τῇ τρίτῃ ἡμέρᾳ ὅτι ἀπέδρα Ιακωβ,
[22] But it was told Laban the Syrian on the third day, that Jacob was fled.
[23] καὶ παραλαβὼν πάντας τοὺς ἀδελφοὺς αὐτοῦ μεθ’ ἑαυτοῦ ἐδίωξεν ὀπίσω αὐτοῦ ὁδὸν ἡμερῶν ἑπτὰ καὶ κατέλαβεν αὐτὸν ἐν τῷ ὄρει τῷ Γαλααδ.
[23] And having taken his brethren with him, he pursued after him seven days’ journey, and overtook him on Mount Galaad.
[24] ἦλθεν δὲ ὁ θεὸς πρὸς Λαβαν τὸν Σύρον καθ’ ὕπνον τὴν νύκτα καὶ εἶπεν αὐτῷ Φύλαξαι σεαυτόν, μήποτε λαλήσῃς μετὰ Ιακωβ πονηρά.
[24] And God came to Laban the Syrian in sleep by night, and said to him, Take heed to thyself that thou speak not at any time to Jacob evil things.
[25] καὶ κατέλαβεν Λαβαν τὸν Ιακωβ· Ιακωβ δὲ ἔπηξεν τὴν σκηνὴν αὐτοῦ ἐν τῷ ὄρει· Λαβαν δὲ ἔστησεν τοὺς ἀδελφοὺς αὐτοῦ ἐν τῷ ὄρει Γαλααδ.
[25] And Laban overtook Jacob; and Jacob pitched his tent in the mountain; and Laban stationed his brothers in the mount Galaad.
[26] εἶπεν δὲ Λαβαν τῷ Ιακωβ Τί ἐποίησας; ἵνα τί κρυφῇ ἀπέδρας καὶ ἐκλοποφόρησάς με καὶ ἀπήγαγες τὰς θυγατέρας μου ὡς αἰχμαλώτιδας μαχαίρᾳ;
[26] And Laban said to Jacob, What hast thou done? wherefore didst thou run away secretly, and pillage me, and lead away my daughters as captives taken with the sword?
[27] καὶ εἰ ἀνήγγειλάς μοι, ἐξαπέστειλα ἄν σε μετ’ εὐφροσύνης καὶ μετὰ μουσικῶν, τυμπάνων καὶ κιθάρας.
[27] Whereas if thou hadst told me, I would have sent thee away with mirth, and with songs, and timbrels, and harp.
[28] οὐκ ἠξιώθην καταφιλῆσαι τὰ παιδία μου καὶ τὰς θυγατέρας μου. νῦν δὲ ἀφρόνως ἔπραξας.
[28] And I was not counted worthy to embrace my children and my daughters; now then thou hast wrought foolishly.
[29] καὶ νῦν ἰσχύει ἡ χείρ μου κακοποιῆσαί σε· ὁ δὲ θεὸς τοῦ πατρός σου ἐχθὲς εἶπεν πρός με λέγων Φύλαξαι σεαυτόν, μήποτε λαλήσῃς μετὰ Ιακωβ πονηρά.
[29] And now my hand has power to hurt thee; but the God of thy father spoke to me yesterday, saying, Take heed to thyself that thou speak not evil words to Jacob.
[30] νῦν οὖν πεπόρευσαι· ἐπιθυμίᾳ γὰρ ἐπεθύμησας ἀπελθεῖν εἰς τὸν οἶκον τοῦ πατρός σου· ἵνα τί ἔκλεψας τοὺς θεούς μου;
[30] Now then go on thy way, for thou hast earnestly desired to depart to the house of thy father; wherefore hast thou stolen my gods?
[31] ἀποκριθεὶς δὲ Ιακωβ εἶπεν τῷ Λαβαν Εἶπα γάρ Μήποτε ἀφέλῃς τὰς θυγατέρας σου ἀπ’ ἐμοῦ καὶ πάντα τὰ ἐμά·
[31] And Jacob answered and said to Laban, Because I was afraid; for I said, Lest at any time thou shouldest take away thy daughters from me, and all my possessions.
[32] ἐπίγνωθι, τί ἐστιν τῶν σῶν παρ’ ἐμοί, καὶ λαβέ. καὶ οὐκ ἐπέγνω παρ’ αὐτῷ οὐθέν. καὶ εἶπεν αὐτῷ Ιακωβ Παρ ᾧ ἐὰν εὕρῃς τοὺς θεούς σου, οὐ ζήσεται ἐναντίον τῶν ἀδελφῶν ἡμῶν. οὐκ ᾔδει δὲ Ιακωβ ὅτι Ραχηλ ἡ γυνὴ αὐτοῦ ἔκλεψεν αὐτούς.
[32] And Jacob said, With whomsoever thou shalt find thy gods, he shall not live in the presence of our brethren; take notice of what I have of thy property, and take it; and he observed nothing with him, but Jacob knew not that his wife Rachel had stolen them.
[33] εἰσελθὼν δὲ Λαβαν ἠρεύνησεν εἰς τὸν οἶκον Λειας καὶ οὐχ εὗρεν· καὶ ἐξελθὼν ἐκ τοῦ οἴκου Λειας ἠρεύνησεν τὸν οἶκον Ιακωβ καὶ ἐν τῷ οἴκῳ τῶν δύο παιδισκῶν καὶ οὐχ εὗρεν. εἰσῆλθεν δὲ καὶ εἰς τὸν οἶκον Ραχηλ.
[33] And Laban went in and searched in the house of Lea, and found them not; and he went out of the house of Lea, and searched in the house of Jacob, and in the house of the two maid-servants, and found them not; and he went also into the house of Rachel.
[34] Ραχηλ δὲ ἔλαβεν τὰ εἴδωλα καὶ ἐνέβαλεν αὐτὰ εἰς τὰ σάγματα τῆς καμήλου καὶ ἐπεκάθισεν αὐτοῖς
[34] And Rachel took the idols, and cast them among the camel’s packs, and sat upon them.
[35] καὶ εἶπεν τῷ πατρὶ αὐτῆς Μὴ βαρέως φέρε, κύριε· οὐ δύναμαι ἀναστῆναι ἐνώπιόν σου, ὅτι τὸ κατ’ ἐθισμὸν τῶν γυναικῶν μοί ἐστιν. ἠρεύνησεν δὲ Λαβαν ἐν ὅλῳ τῷ οἴκῳ καὶ οὐχ εὗρεν τὰ εἴδωλα.
[35] And she said to her father, Be not indignant, Sir; I cannot rise up before thee, for it is with me according to the manner of women. Laban searched in all the house, and found not the images.
[36] ὠργίσθη δὲ Ιακωβ καὶ ἐμαχέσατο τῷ Λαβαν· ἀποκριθεὶς δὲ Ιακωβ εἶπεν τῷ Λαβαν Τί τὸ ἀδίκημά μου καὶ τί τὸ ἁμάρτημά μου, ὅτι κατεδίωξας ὀπίσω μου
[36] And Jacob was angry, and strove with Laban; and Jacob answered and said to Laban, What is my injustice, and what my sin, that thou hast pursued after me,
[37] καὶ ὅτι ἠρεύνησας πάντα τὰ σκεύη μου; τί εὗρες ἀπὸ πάντων τῶν σκευῶν τοῦ οἴκου σου; θὲς ὧδε ἐναντίον τῶν
ἀδελφῶν μου καὶ τῶν ἀδελφῶν σου, καὶ ἐλεγξάτωσαν ἀνὰ μέσον τῶν δύο ἡμῶν.
[37] and that thou hast searched all the furniture of my house? what hast thou found of all the furniture of thine house? set it here between thy relations and my relations, and let them decide between us two.
[38] ταῦτά μοι εἴκοσι ἔτη ἐγώ εἰμι μετὰ σοῦ· τὰ πρόβατά σου καὶ αἱ αἶγές σου οὐκ ἠτεκνώθησαν· κριοὺς τῶν προβάτων σου οὐ κατέφαγον·
[38] These twenty years have I been with thee; thy sheep, and thy she-goats have not failed in bearing; I devoured not the rams of thy cattle.
[39] θηριάλωτον οὐκ ἀνενήνοχά σοι, ἐγὼ ἀπετίννυον παρ’ ἐμαυτοῦ κλέμματα ἡμέρας καὶ κλέμματα νυκτός·
[39] That which was taken of beasts I brought not to thee; I made good of myself the thefts of the day, and the thefts of the night.
[40] ἐγινόμην τῆς ἡμέρας συγκαιόμενος τῷ καύματι καὶ παγετῷ τῆς νυκτός, καὶ ἀφίστατο ὁ ὕπνος ἀπὸ τῶν ὀφθαλμῶν μου.
[40] I was parched with heat by day, and chilled with frost by night, and my sleep departed from my eyes.
[41] ταῦτά μοι εἴκοσι ἔτη ἐγώ εἰμι ἐν τῇ οἰκίᾳ σου· ἐδούλευσά σοι δέκα τέσσαρα ἔτη ἀντὶ τῶν δύο θυγατέρων σου καὶ ἓξ ἔτη ἐν τοῖς προβάτοις σου, καὶ παρελογίσω τὸν μισθόν μου δέκα ἀμνάσιν.
[41] These twenty years have I been in thy house; I served thee fourteen years for thy two daughters, and six years among thy sheep, and thou didst falsely rate my wages for ten lambs.
[42] εἰ μὴ ὁ θεὸς τοῦ πατρός μου Αβρααμ καὶ ὁ φόβος Ισαακ ἦν μοι, νῦν ἂν κενόν με ἐξαπέστειλας· τὴν ταπείνωσίν μου καὶ τὸν κόπον τῶν χειρῶν μου εἶδεν ὁ θεὸς καὶ ἤλεγξέν σε ἐχθές.
[42] Unless I had the God of my father Abraam, and the fear of Isaac, now thou wouldest have sent me away empty; God saw my humiliation, and the labour of my hands, and rebuked thee yesterday.
[43] ἀποκριθεὶς δὲ Λαβαν εἶπεν τῷ Ιακωβ Αἱ θυγατέρες θυγατέρες μου, καὶ οἱ υἱοὶ υἱοί μου, καὶ τὰ κτήνη κτήνη μου, καὶ πάντα, ὅσα σὺ ὁρᾷς, ἐμά ἐστιν καὶ τῶν θυγατέρων μου. τί ποιήσω ταύταις σήμερον ἢ τοῖς τέκνοις αὐτῶν, οἷς ἔτεκον;
[43] And Laban answered and said to Jacob, The daughters are my daughters, and the sons my sons, and the cattle are my cattle, and all things which thou seest are mine, and the property of my daughters; what shall I do to them to-day, or their children which they bore?
[44] νῦν οὖν δεῦρο διαθώμεθα διαθήκην ἐγὼ καὶ σύ, καὶ ἔσται εἰς μαρτύριον ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ. εἶπεν δὲ αὐτῷ Ἰδοὺ οὐθεὶς μεθ’ ἡμῶν ἐστιν, ἰδὲ ὁ θεὸς μάρτυς ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ.
[44] Now then come, let me make a covenant, both I and thou, and it shall be for a witness between me and thee; and he said to him, Behold, there is no one with us; behold, God is witness between me and thee.
[45] λαβὼν δὲ Ιακωβ λίθον ἔστησεν αὐτὸν στήλην.
[45] And Jacob having taken a stone, set it up for a pillar.
[46] εἶπεν δὲ Ιακωβ τοῖς ἀδελφοῖς αὐτοῦ Συλλέγετε λίθους. καὶ συνέλεξαν λίθους καὶ ἐποίησαν βουνόν, καὶ ἔφαγον καὶ ἔπιον ἐκεῖ ἐπὶ τοῦ βουνοῦ. καὶ εἶπεν αὐτῷ Λαβαν Ὁ βουνὸς οὗτος μαρτυρεῖ ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ σήμερον.
[46] And Jacob said to his brethren, Gather stones; and they gathered stones and made a heap, and ate there upon the heap; and Laban said to him, This heap witnesses between me and thee to-day.
[47] καὶ ἐκάλεσεν αὐτὸν Λαβαν Βουνὸς τῆς μαρτυρίας, Ιακωβ δὲ ἐκάλεσεν αὐτὸν Βουνὸς μάρτυς.
[47] And Laban called it, the Heap of Testimony; and Jacob called it, the Witness Heap.
[48] εἶπεν δὲ Λαβαν τῷ Ιακωβ Ἰδοὺ ὁ βουνὸς οὗτος καὶ ἡ στήλη αὕτη, ἣν ἔστησα ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ, μαρτυρεῖ ὁ βουνὸς οὗτος καὶ μαρτυρεῖ ἡ στήλη αὕτη· διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα αὐτοῦ Βουνὸς μαρτυρεῖ
[48] And Laban said to Jacob, Behold this heap, and the pillar, which I have set between me and thee; this heap witnesses, and this pillar witnesses; therefore its name was called, the Heap witnesses.
[49] καὶ Ἡ ὅρασις, ἣν εἶπεν Ἐπίδοι ὁ θεὸς ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ, ὅτι ἀποστησόμεθα ἕτερος ἀπὸ τοῦ ἑτέρου.
[49] And the vision of which he said — Let God look to it between me and thee, because we are about to depart from each other, —
[50] εἰ ταπεινώσεις τὰς θυγατέρας μου, εἰ λήμψῃ γυναῖκας ἐπὶ ταῖς θυγατράσιν μου, ὅρα οὐθεὶς μεθ’ ἡμῶν ἐστιν·
[50] If thou shalt humble my daughters, if thou shouldest take wives in addition to my daughters, see, there is no one with us looking on. God is witness between me and thee.
[51] καὶ εἶπε Λάβαν τῷ ᾿Ιακώβ· ἰδοὺ ὁ βουνὸς οὗτος καὶ μάρτυς ἡ στήλη αὕτη.
[51] And Laban said to Jacob, Behold, this heap, and this pillar are a witness.
[52] ἐάν τε γὰρ ἐγὼ μὴ διαβῶ πρὸς σὲ μηδὲ σὺ διαβῇς πρός με τὸν βουνὸν τοῦτον καὶ τὴν στήλην ταύτην ἐπὶ κακίᾳ,
[52] For if I should not cross over unto thee, neither shouldest thou cross over to me, for mischief beyond this heap and this pillar.
[53] ὁ θεὸς Αβρααμ καὶ ὁ θεὸς Ναχωρ κρινεῖ ἀνὰ μέσον ἡμῶν. καὶ ὤμοσεν Ιακωβ κατὰ τοῦ φόβου τοῦ πατρὸς αὐτοῦ Ισαακ.
[53] The God of Abraam and the God of Nachor judge between us; and Jacob swore by the Fear of his father Isaac.
[54] καὶ ἔθυσεν Ιακωβ θυσίαν ἐν τῷ ὄρει καὶ ἐκάλεσεν τοὺς ἀδελφοὺς αὐτοῦ, καὶ ἔφαγον καὶ ἔπιον καὶ ἐκοιμήθησαν ἐν τῷ ὄρει.
[54] And he offered a sacrifice in the mountain, and called his brethren, and they ate and drank, and slept in the mountain.
CHAPTER 32
[1] ἀναστὰς δὲ Λαβαν τὸ πρωῒ κατεφίλησεν τοὺς υἱοὺς αὐτοῦ καὶ τὰς θυγατέρας αὐτοῦ καὶ εὐλόγησεν αὐτούς, καὶ ἀποστραφεὶς Λαβαν ἀπῆλθεν εἰς τὸν τόπον αὐτοῦ.
[55] And Laban rose up in the morning, and kissed his sons and his daughters, and blessed them; and Laban having turned back, departed to his place.
[2] Καὶ Ιακωβ ἀπῆλθεν εἰς τὴν ἑαυτοῦ ὁδόν. καὶ ἀναβλέψας εἶδεν παρεμβολὴν θεοῦ παρεμβεβληκυῖαν, καὶ συνήντησαν αὐτῷ οἱ ἄγγελοι τοῦ θεοῦ.
[1] And Jacob departed for his journey; and having looked up, he saw the host of God encamped; and the angels of God met him.
[3] εἶπεν δὲ Ιακωβ, ἡνίκα εἶδεν αὐτούς Παρεμβολὴ θεοῦ αὕτη· καὶ ἐκάλεσεν τὸ ὄνομα τοῦ τόπου ἐκείνου Παρεμβολαί.
[2] And Jacob said, when he saw them, This is the Camp of God; and he called the name of that place, Encampments.
[4] Ἀπέστειλεν δὲ Ιακωβ ἀγγέλους ἔμπροσθεν αὐτοῦ πρὸς Ησαυ τὸν ἀδελφὸν αὐτοῦ εἰς γῆν Σηιρ εἰς χώραν Εδωμ
[3] And Jacob sent messengers before him to Esau his brother to the land of Seir, to the country of Edom.
[5] καὶ ἐνετείλατο αὐτοῖς λέγων Οὕτως ἐρεῖτε τῷ κυρίῳ μου Ησαυ Οὕτως λέγει ὁ παῖς σου Ιακωβ Μετὰ Λαβαν παρῴκησα καὶ ἐχρόνισα ἕως τοῦ νῦν,
[4] And he charged them, saying, Thus shall ye say to my lord Esau: Thus saith thy servant Jacob; I have sojourned with Laban and tarried until now.
[6] καὶ ἐγένοντό μοι βόες καὶ ὄνοι καὶ πρόβατα καὶ παῖδες καὶ παιδίσκαι, καὶ ἀπέστειλα ἀναγγεῖλαι τῷ κυρίῳ μου Ησαυ, ἵνα εὕρῃ ὁ παῖς σου χάριν ἐναντίον σου.
[5] And there were born to me oxen, and asses, and sheep, and men-servants and women-servants; and I sent to tell my lord Esau, that thy servant might find grace in thy sight.
[7] καὶ ἀνέστρεψαν οἱ ἄγγελοι πρὸς Ιακωβ λέγοντες Ἤλθομεν πρὸς τὸν ἀδελφόν σου Ησαυ, καὶ ἰδοὺ αὐτὸς ἔρχεται εἰς συνάντησίν σοι καὶ τετρακόσιοι ἄνδρες μετ’ αὐτοῦ.
[6] And the messengers returned to Jacob, saying, We came to thy brother Esau, and lo! he comes to meet thee, and four hundred men with him.
[8] ἐφοβήθη δὲ Ιακωβ σφόδρα καὶ ἠπορεῖτο. καὶ διεῖλεν τὸν λαὸν τὸν μετ’ αὐτοῦ καὶ τοὺς βόας καὶ τὰ πρόβατα εἰς δύο παρεμβολάς,
Delphi Septuagint Page 595