Delphi Septuagint

Home > Other > Delphi Septuagint > Page 599
Delphi Septuagint Page 599

by Lancelot C L Brenton (ed)


  [4] And his brethren having seen that his father loved him more than all his sons, hated him, and could not speak anything peaceable to him.

  [5] Ἐνυπνιασθεὶς δὲ Ιωσηφ ἐνύπνιον ἀπήγγειλεν αὐτὸ τοῖς ἀδελφοῖς αὐτοῦ

  [5] And Joseph dreamed a dream, and reported it to his brethren.

  [6] καὶ εἶπεν αὐτοῖς Ἀκούσατε τοῦ ἐνυπνίου τούτου, οὗ ἐνυπνιάσθην·

  [6] And he said to them, Hear this dream which I have dreamed.

  [7] ᾤμην ἡμᾶς δεσμεύειν δράγματα ἐν μέσῳ τῷ πεδίῳ, καὶ ἀνέστη τὸ ἐμὸν δράγμα καὶ ὠρθώθη, περιστραφέντα δὲ τὰ δράγματα ὑμῶν προσεκύνησαν τὸ ἐμὸν δράγμα.

  [7] I thought ye were binding sheaves in the middle of the field, and my sheaf stood up and was erected, and your sheaves turned round, and did obeisance to my sheaf.

  [8] εἶπαν δὲ αὐτῷ οἱ ἀδελφοί Μὴ βασιλεύων βασιλεύσεις ἐφ’ ἡμᾶς ἢ κυριεύων κυριεύσεις ἡμῶν; καὶ προσέθεντο ἔτι μισεῖν αὐτὸν ἕνεκεν τῶν ἐνυπνίων αὐτοῦ καὶ ἕνεκεν τῶν ῥημάτων αὐτοῦ. –

  [8] And his brethren said to him, Shalt thou indeed reign over us, or shalt thou indeed be lord over us? And they hated him still more for his dreams and for his words.

  [9] εἶδεν δὲ ἐνύπνιον ἕτερον καὶ διηγήσατο αὐτὸ τῷ πατρὶ αὐτοῦ καὶ τοῖς ἀδελφοῖς αὐτοῦ καὶ εἶπεν Ἰδοὺ ἐνυπνιασάμην ἐνύπνιον ἕτερον, ὥσπερ ὁ ἥλιος καὶ ἡ σελήνη καὶ ἕνδεκα ἀστέρες προσεκύνουν με.

  [9] And he dreamed another dream, and related it to his father, and to his brethren, and said, Behold, I have dreamed another dream: as it were the sun, and the moon, and the eleven stars did me reverence.

  [10] καὶ ἐπετίμησεν αὐτῷ ὁ πατὴρ αὐτοῦ καὶ εἶπεν αὐτῷ Τί τὸ ἐνύπνιον τοῦτο, ὃ ἐνυπνιάσθης; ἆρά γε ἐλθόντες ἐλευσόμεθα ἐγώ τε καὶ ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου προσκυνῆσαί σοι ἐπὶ τὴν γῆν;

  [10] And his father rebuked him, and said to him, What is this dream which thou hast dreamed? shall indeed both I and thy mother and thy brethren come and bow before thee to the earth?

  [11] ἐζήλωσαν δὲ αὐτὸν οἱ ἀδελφοὶ αὐτοῦ, ὁ δὲ πατὴρ αὐτοῦ διετήρησεν τὸ ῥῆμα.

  [11] And his brethren envied him; but his father observed the saying.

  [12] Ἐπορεύθησαν δὲ οἱ ἀδελφοὶ αὐτοῦ βόσκειν τὰ πρόβατα τοῦ πατρὸς αὐτῶν εἰς Συχεμ.

  [12] And his brethren went to feed the sheep of their father to Sychem.

  [13] καὶ εἶπεν Ισραηλ πρὸς Ιωσηφ Οὐχ οἱ ἀδελφοί σου ποιμαίνουσιν ἐν Συχεμ; δεῦρο ἀποστείλω σε πρὸς αὐτούς. εἶπεν δὲ αὐτῷ Ἰδοὺ ἐγώ.

  [13] And Israel said to Joseph, Do not thy brethren feed their flock in Sychem? Come, I will send thee to them; and he said to him, Behold, I am here.

  [14] εἶπεν δὲ αὐτῷ Ισραηλ Πορευθεὶς ἰδὲ εἰ ὑγιαίνουσιν οἱ ἀδελφοί σου καὶ τὰ πρόβατα, καὶ ἀνάγγειλόν μοι. καὶ ἀπέστειλεν αὐτὸν ἐκ τῆς κοιλάδος τῆς Χεβρων, καὶ ἦλθεν εἰς Συχεμ.

  [14] And Israel said to him, Go and see if thy brethren and the sheep are well, and bring me word; and he sent him out of the valley of Chebron, and he came to Sychem.

  [15] καὶ εὗρεν αὐτὸν ἄνθρωπος πλανώμενον ἐν τῷ πεδίῳ· ἠρώτησεν δὲ αὐτὸν ὁ ἄνθρωπος λέγων Τί ζητεῖς;

  [15] And a man found him wandering in the field; and the man asked him, saying, What seekest thou?

  [16] ὁ δὲ εἶπεν Τοὺς ἀδελφούς μου ζητῶ· ἀνάγγειλόν μοι, ποῦ βόσκουσιν.

  [16] And he said, I am seeking my brethren; tell me where they feed their flocks.

  [17] εἶπεν δὲ αὐτῷ ὁ ἄνθρωπος Ἀπήρκασιν ἐντεῦθεν· ἤκουσα γὰρ αὐτῶν λεγόντων Πορευθῶμεν εἰς Δωθαιμ. καὶ ἐπορεύθη Ιωσηφ κατόπισθεν τῶν ἀδελφῶν αὐτοῦ καὶ εὗρεν αὐτοὺς ἐν Δωθαιμ.

  [17] And the man said to him, They have departed hence, for I heard them saying, Let us go to Dothaim; and Joseph went after his brethren, and found them in Dothaim.

  [18] προεῖδον δὲ αὐτὸν μακρόθεν πρὸ τοῦ ἐγγίσαι αὐτὸν πρὸς αὐτοὺς καὶ ἐπονηρεύοντο τοῦ ἀποκτεῖναι αὐτόν.

  [18] And they spied him from a distance before he drew nigh to them, and they wickedly took counsel to slay him.

  [19] εἶπαν δὲ ἕκαστος πρὸς τὸν ἀδελφὸν αὐτοῦ Ἰδοὺ ὁ ἐνυπνιαστὴς ἐκεῖνος ἔρχεται·

  [19] And each said to his brother, Behold, that dreamer comes.

  [20] νῦν οὖν δεῦτε ἀποκτείνωμεν αὐτὸν καὶ ῥίψωμεν αὐτὸν εἰς ἕνα τῶν λάκκων καὶ ἐροῦμεν Θηρίον πονηρὸν κατέφαγεν αὐτόν· καὶ ὀψόμεθα, τί ἔσται τὰ ἐνύπνια αὐτοῦ.

  [20] Now then come, let us kill him, and cast him into one of the pits; and we will say, An evil wild beast has devoured him; and we shall see what his dreams will be.

  [21] ἀκούσας δὲ Ρουβην ἐξείλατο αὐτὸν ἐκ τῶν χειρῶν αὐτῶν καὶ εἶπεν Οὐ πατάξομεν αὐτὸν εἰς ψυχήν.

  [21] And Ruben having heard it, rescued him out of their hands, and said, Let us not kill him.

  [22] εἶπεν δὲ αὐτοῖς Ρουβην Μὴ ἐκχέητε αἷμα· ἐμβάλετε αὐτὸν εἰς τὸν λάκκον τοῦτον τὸν ἐν τῇ ἐρήμῳ, χεῖρα δὲ μὴ ἐπενέγκητε αὐτῷ· ὅπως ἐξέληται αὐτὸν ἐκ τῶν χειρῶν αὐτῶν καὶ ἀποδῷ αὐτὸν τῷ πατρὶ αὐτοῦ.

  [22] And Ruben said to them, Shed not blood; cast him into one of these pits in the wilderness, but do not lay your hands upon him; that he might rescue him out of their hands, and restore him to his father.

  [23] ἐγένετο δὲ ἡνίκα ἦλθεν Ιωσηφ πρὸς τοὺς ἀδελφοὺς αὐτοῦ, ἐξέδυσαν τὸν Ιωσηφ τὸν χιτῶνα τὸν ποικίλον τὸν περὶ αὐτὸν

  [23] And it came to pass, when Joseph came to his brethren, that they stripped Joseph of his many-coloured coat that was upon him.

  [24] καὶ λαβόντες αὐτὸν ἔρριψαν εἰς τὸν λάκκον· ὁ δὲ λάκκος κενός, ὕδωρ οὐκ εἶχεν.

  [24] And they took him and cast him into the pit; and the pit was empty, it had not water.

  [25] Ἐκάθισαν δὲ φαγεῖν ἄρτον καὶ ἀναβλέψαντες τοῖς ὀφθαλμοῖς εἶδον, καὶ ἰδοὺ ὁδοιπόροι Ισμαηλῖται ἤρχοντο ἐκ Γαλααδ, καὶ αἱ κάμηλοι αὐτῶν ἔγεμον θυμιαμάτων καὶ ῥητίνης καὶ στακτῆς· ἐπορεύοντο δὲ καταγαγεῖν εἰς Αἴγυπτον.

  [25] And they sat down to eat bread; and having lifted up their eyes they beheld, and lo, Ismaelitish travellers came from Galaad, and their camels were heavily loaded with s
pices, and resin, and myrrh; and they went to bring them to Egypt.

  [26] εἶπεν δὲ Ιουδας πρὸς τοὺς ἀδελφοὺς αὐτοῦ Τί χρήσιμον, ἐὰν ἀποκτείνωμεν τὸν ἀδελφὸν ἡμῶν καὶ κρύψωμεν τὸ αἷμα αὐτοῦ;

  [26] And Judas said to his brethren, What profit is it if we slay our brother, and conceal his blood?

  [27] δεῦτε ἀποδώμεθα αὐτὸν τοῖς Ισμαηλίταις τούτοις, αἱ δὲ χεῖρες ἡμῶν μὴ ἔστωσαν ἐπ’ αὐτόν, ὅτι ἀδελφὸς ἡμῶν καὶ σὰρξ ἡμῶν ἐστιν. ἤκουσαν δὲ οἱ ἀδελφοὶ αὐτοῦ.

  [27] Come, let us sell him to these Ismaelites, but let not our hands be upon him, because he is our brother and our flesh; and his brethren hearkened.

  [28] καὶ παρεπορεύοντο οἱ ἄνθρωποι οἱ Μαδιηναῖοι οἱ ἔμποροι, καὶ ἐξείλκυσαν καὶ ἀνεβίβασαν τὸν Ιωσηφ ἐκ τοῦ λάκκου καὶ ἀπέδοντο τὸν Ιωσηφ τοῖς Ισμαηλίταις εἴκοσι χρυσῶν, καὶ κατήγαγον τὸν Ιωσηφ εἰς Αἴγυπτον.

  [28] And the men, the merchants of Madian, went by, and they drew and lifted Joseph out of the pit, and sold Joseph to the Ismaelites for twenty pieces of gold; and they brought Joseph down into Egypt.

  [29] ἀνέστρεψεν δὲ Ρουβην ἐπὶ τὸν λάκκον καὶ οὐχ ὁρᾷ τὸν Ιωσηφ ἐν τῷ λάκκῳ καὶ διέρρηξεν τὰ ἱμάτια αὐτοῦ.

  [29] And Ruben returned to the pit, and sees not Joseph in the pit; and he rent his garments.

  [30] καὶ ἀνέστρεψεν πρὸς τοὺς ἀδελφοὺς αὐτοῦ καὶ εἶπεν Τὸ παιδάριον οὐκ ἔστιν· ἐγὼ δὲ ποῦ πορεύομαι ἔτι;

  [30] And he returned to his brethren and said, The boy is not; and I, whither am I yet to go?

  [31] Λαβόντες δὲ τὸν χιτῶνα τοῦ Ιωσηφ ἔσφαξαν ἔριφον αἰγῶν καὶ ἐμόλυναν τὸν χιτῶνα τῷ αἵματι.

  [31] And having taken the coat of Joseph, they slew a kid of the goats, and stained the coat with the blood.

  [32] καὶ ἀπέστειλαν τὸν χιτῶνα τὸν ποικίλον καὶ εἰσήνεγκαν τῷ πατρὶ αὐτῶν καὶ εἶπαν Τοῦτον εὕρομεν· ἐπίγνωθι εἰ χιτὼν τοῦ υἱοῦ σού ἐστιν ἢ οὔ.

  [32] And they sent the coat of many colours; and they brought it to their father, and said, This have we found; know if it be thy son’s coat or no.

  [33] καὶ ἐπέγνω αὐτὸν καὶ εἶπεν Χιτὼν τοῦ υἱοῦ μού ἐστιν· θηρίον πονηρὸν κατέφαγεν αὐτόν, θηρίον ἥρπασεν τὸν Ιωσηφ.

  [33] And he recognised it, and said, It is my son’s coat, an evil wild beast has devoured him; a wild beast has carried off Joseph.

  [34] διέρρηξεν δὲ Ιακωβ τὰ ἱμάτια αὐτοῦ καὶ ἐπέθετο σάκκον ἐπὶ τὴν ὀσφὺν αὐτοῦ καὶ ἐπένθει τὸν υἱὸν αὐτοῦ ἡμέρας πολλάς.

  [34] And Jacob rent his clothes, and put sackcloth on his loins, and mourned for his son many days.

  [35] συνήχθησαν δὲ πάντες οἱ υἱοὶ αὐτοῦ καὶ αἱ θυγατέρες καὶ ἦλθον παρακαλέσαι αὐτόν, καὶ οὐκ ἤθελεν παρακαλεῖσθαι λέγων ὅτι Καταβήσομαι πρὸς τὸν υἱόν μου πενθῶν εἰς ᾅδου. καὶ ἔκλαυσεν αὐτὸν ὁ πατὴρ αὐτοῦ. –

  [35] And all his sons and his daughters gathered themselves together, and came to comfort him; but he would not be comforted, saying, I will go down to my son mourning to Hades; and his father wept for him.

  [36] οἱ δὲ Μαδιηναῖοι ἀπέδοντο τὸν Ιωσηφ εἰς Αἴγυπτον τῷ Πετεφρη τῷ σπάδοντι Φαραω, ἀρχιμαγείρῳ.

  [36] And the Madianites sold Joseph into Egypt; to Petephres, the eunuch of Pharao, captain of the guard.

  CHAPTER 38

  [1] Ἐγένετο δὲ ἐν τῷ καιρῷ ἐκείνῳ κατέβη Ιουδας ἀπὸ τῶν ἀδελφῶν αὐτοῦ καὶ ἀφίκετο ἕως πρὸς ἄνθρωπόν τινα Οδολλαμίτην, ᾧ ὄνομα Ιρας.

  [1] And it came to pass at that time that Judas went down from his brethren, and came as far as to a certain man of Odollam, whose name was Iras.

  [2] καὶ εἶδεν ἐκεῖ Ιουδας θυγατέρα ἀνθρώπου Χαναναίου, ᾗ ὄνομα Σαυα, καὶ ἔλαβεν αὐτὴν καὶ εἰσῆλθεν πρὸς αὐτήν.

  [2] And Judas saw there the daughter of a Chananitish man, whose name was Sava; and he took her, and went in to her.

  [3] καὶ συλλαβοῦσα ἔτεκεν υἱὸν καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Ηρ.

  [3] And she conceived and bore a son, and called his name, Er.

  [4] καὶ συλλαβοῦσα ἔτι ἔτεκεν υἱὸν καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Αυναν.

  [4] And she conceived and bore a son again; and called his name, Aunan.

  [5] καὶ προσθεῖσα ἔτι ἔτεκεν υἱὸν καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Σηλωμ. αὐτὴ δὲ ἦν ἐν Χασβι, ἡνίκα ἔτεκεν αὐτούς.

  [5] And she again bore a son; and called his name, Selom: and she was in Chasbi when she bore them.

  [6] καὶ ἔλαβεν Ιουδας γυναῖκα Ηρ τῷ πρωτοτόκῳ αὐτοῦ, ᾗ ὄνομα Θαμαρ.

  [6] And Judas took a wife for Er his first-born, whose name was Thamar.

  [7] ἐγένετο δὲ Ηρ πρωτότοκος Ιουδα πονηρὸς ἐναντίον κυρίου, καὶ ἀπέκτεινεν αὐτὸν ὁ θεός.

  [7] And Er, the first-born of Judas, was wicked before the Lord; and God killed him.

  [8] εἶπεν δὲ Ιουδας τῷ Αυναν Εἴσελθε πρὸς τὴν γυναῖκα τοῦ ἀδελφοῦ σου καὶ γάμβρευσαι αὐτὴν καὶ ἀνάστησον σπέρμα τῷ ἀδελφῷ σου.

  [8] And Judas said to Aunan, Go in to thy brother’s wife, and marry her as her brother-in-law, and raise up seed to thy brother.

  [9] γνοὺς δὲ Αυναν ὅτι οὐκ αὐτῷ ἔσται τὸ σπέρμα, ἐγίνετο ὅταν εἰσήρχετο πρὸς τὴν γυναῖκα τοῦ ἀδελφοῦ αὐτοῦ, ἐξέχεεν ἐπὶ τὴν γῆν τοῦ μὴ δοῦναι σπέρμα τῷ ἀδελφῷ αὐτοῦ.

  [9] And Aunan, knowing that the seed should not be his — it came to pass when he went in to his brother’s wife, that he spilled it upon the ground, so that he should not give seed to his brother’s wife.

  [10] πονηρὸν δὲ ἐφάνη ἐναντίον τοῦ θεοῦ ὅτι ἐποίησεν τοῦτο, καὶ ἐθανάτωσεν καὶ τοῦτον.

  [10] And his doing this appeared evil before God; and he slew him also.

  [11] εἶπεν δὲ Ιουδας Θαμαρ τῇ νύμφῃ αὐτοῦ Κάθου χήρα ἐν τῷ οἴκῳ τοῦ πατρός σου, ἕως μέγας γένηται Σηλωμ ὁ υἱός μου· εἶπεν γάρ Μήποτε ἀποθάνῃ καὶ οὗτος ὥσπερ οἱ ἀδελφοὶ αὐτοῦ. ἀπελθοῦσα δὲ Θαμαρ ἐκάθητο ἐν τῷ οἴκῳ τοῦ πατρὸς αὐτῆς.

  [11] And Judas said to Thamar, his daughter-in-law, Sit thou a widow in the house of thy father-in-law, until Selom my son be grown; for he said, lest he also die as his brethren; and Thamar departed, and sat in the house of her father.
r />   [12] Ἐπληθύνθησαν δὲ αἱ ἡμέραι καὶ ἀπέθανεν Σαυα ἡ γυνὴ Ιουδα· καὶ παρακληθεὶς Ιουδας ἀνέβη ἐπὶ τοὺς κείροντας τὰ πρόβατα αὐτοῦ, αὐτὸς καὶ Ιρας ὁ ποιμὴν αὐτοῦ ὁ Οδολλαμίτης, εἰς Θαμνα.

  [12] And the days were fulfilled, and Sava the wife of Judas died; and Judas, being comforted, went to them that sheared his sheep, himself and Iras his Shepherd the Odollamite, to Thamna.

  [13] καὶ ἀπηγγέλη Θαμαρ τῇ νύμφῃ αὐτοῦ λέγοντες Ἰδοὺ ὁ πενθερός σου ἀναβαίνει εἰς Θαμνα κεῖραι τὰ πρόβατα αὐτοῦ.

  [13] And it was told Thamar his daughter-in-law, saying, Behold, thy father-in-law goeth up to Thamna, to shear his sheep.

  [14] καὶ περιελομένη τὰ ἱμάτια τῆς χηρεύσεως ἀφ’ ἑαυτῆς περιεβάλετο θέριστρον καὶ ἐκαλλωπίσατο καὶ ἐκάθισεν πρὸς ταῖς πύλαις Αιναν, ἥ ἐστιν ἐν παρόδῳ Θαμνα· εἶδεν γὰρ ὅτι μέγας γέγονεν Σηλωμ, αὐτὸς δὲ οὐκ ἔδωκεν αὐτὴν αὐτῷ γυναῖκα.

  [14] And having taken off the garments of her widowhood from her, she put on a veil, and ornamented her face, and sat by the gates of Ænan, which is in the way to Thamna, for she saw that Selom was grown; but he gave her not to him for a wife.

  [15] καὶ ἰδὼν αὐτὴν Ιουδας ἔδοξεν αὐτὴν πόρνην εἶναι· κατεκαλύψατο γὰρ τὸ πρόσωπον αὐτῆς, καὶ οὐκ ἐπέγνω αὐτήν.

  [15] And when Judas saw her, he thought her to be a harlot; for she covered her face, and he knew her not.

  [16] ἐξέκλινεν δὲ πρὸς αὐτὴν τὴν ὁδὸν καὶ εἶπεν αὐτῇ Ἔασόν με εἰσελθεῖν πρὸς σέ· οὐ γὰρ ἔγνω ὅτι ἡ νύμφη αὐτοῦ ἐστιν. ἡ δὲ εἶπεν Τί μοι δώσεις, ἐὰν εἰσέλθῃς πρός με;

 

‹ Prev