Delphi Septuagint

Home > Other > Delphi Septuagint > Page 720
Delphi Septuagint Page 720

by Lancelot C L Brenton (ed)


  [21] And Jael the wife of Chaber took a pin of the tent, and took a hammer in her hand, and went secretly to him, and fastened the pin in his temple, and it went through to the earth, and he fainted away, and darkness fell upon him and he died.

  [22] καὶ ἰδοὺ Βαρακ διώκων τὸν Σισαρα, καὶ ἐξῆλθεν Ιαηλ εἰς συνάντησιν αὐτῷ καὶ εἶπεν αὐτῷ Δεῦρο καὶ δείξω σοι τὸν ἄνδρα, ὃν σὺ ζητεῖς. καὶ εἰσῆλθεν πρὸς αὐτήν, καὶ ἰδοὺ Σισαρα ῥεριμμένος νεκρός, καὶ ὁ πάσσαλος ἐν τῷ κροτάφῳ αὐτοῦ.

  [22] And, behold, Barac was pursuing Sisara: and Jael went out to meet him, and he said to him, Come, and I will shew thee the man whom thou seekest: and he went in to her; and, behold, Sisara was fallen dead, and the pin was in his temple.

  [23] καὶ ἐτρόπωσεν ὁ θεὸς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τὸν Ιαβιν βασιλέα Χανααν ἔμπροσθεν τῶν υἱῶν Ισραηλ.

  [23] So God routed Jabin king of Chanaan in that day before the children of Israel.

  [24] καὶ ἐπορεύετο χεὶρ τῶν υἱῶν Ισραηλ πορευομένη καὶ σκληρυνομένη ἐπὶ Ιαβιν βασιλέα Χανααν, ἕως οὗ ἐξωλέθρευσαν τὸν Ιαβιν βασιλέα Χανααν.

  [24] And the hand of the children of Israel prevailed more and more against Jabin king of Chanaan, until they utterly destroyed Jabin king of Chanaan.

  CHAPTER 5

  [1] Καὶ ᾖσαν Δεββωρα καὶ Βαρακ υἱὸς Αβινεεμ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγοντες

  [1] And Debbora and Barac son of Abineem sang in that day, saying,

  [2] Ἀπεκαλύφθη ἀποκάλυμμα ἐν Ισραηλ· ἐν τῷ ἑκουσιασθῆναι λαὸν εὐλογεῖτε κύριον.

  [2] A revelation was made in Israel when the people were made willing: Praise ye the Lord.

  [3] ἀκούσατε, βασιλεῖς, καὶ ἐνωτίσασθε, σατράπαι· ἐγώ εἰμι τῷ κυρίῳ, ἐγώ εἰμι ᾄσομαι, ψαλῶ τῷ κυρίῳ τῷ θεῷ Ισραηλ.

  [3] Hear, ye kings, and hearken, rulers: I will sing, it is I who will sing to the Lord, it is I, I will sing a psalm to the Lord the god of Israel.

  [4] κύριε, ἐν τῇ ἐξόδῳ σου ἐν Σηιρ, ἐν τῷ ἀπαίρειν σε ἐξ ἀγροῦ Εδωμ γῆ ἐσείσθη, καὶ ὁ οὐρανὸς ἔσταξεν δρόσους, καὶ αἱ νεφέλαι ἔσταξαν ὕδωρ·

  [4] O Lord, in thy going forth on Seir, when thou wentest forth out of the land of Edom, the earth quaked and the heaven dropped dews, and the clouds dropped water.

  [5] ὄρη ἐσαλεύθησαν ἀπὸ προσώπου κυρίου Ελωι, τοῦτο Σινα ἀπὸ προσώπου κυρίου θεοῦ Ισραηλ.

  [5] The mountains were shaken before the face of the Lord Eloi, this Sina before the face of the Lord God of Israel.

  [6] ἐν ἡμέραις Σαμεγαρ υἱοῦ Αναθ, ἐν ἡμέραις Ιαηλ ἐξέλιπον ὁδοὺς καὶ ἐπορεύθησαν ἀτραπούς, ἐπορεύθησαν ὁδοὺς διεστραμμένας·

  [6] In the days of Samegar son of Anath, in the days of Jael, they deserted the ways, and went in by-ways; they went in crooked paths.

  [7] ἐξέλιπον δυνατοὶ ἐν Ισραηλ, ἐξέλιπον, ἕως οὗ ἀναστῇ Δεββωρα, ἕως οὗ ἀναστῇ μήτηρ ἐν Ισραηλ.

  [7] The mighty men in Israel failed, they failed until Debbora arose, until she arose a mother in Israel.

  [8] ἐξελέξαντο θεοὺς καινούς· τότε ἐπολέμησαν πόλεις ἀρχόντων· θυρεὸς ἐὰν ὀφθῇ καὶ λόγχη ἐν τεσσαράκοντα χιλιάσιν ἐν Ισραηλ.

  [8] They chose new gods; then the cities of rulers fought; there was not a shield or spear seen among forty thousand in Israel.

  [9] ἡ καρδία μου εἰς τὰ διατεταγμένα τῷ Ισραηλ· οἱ ἑκουσιαζόμενοι ἐν λαῷ, εὐλογεῖτε κύριον.

  [9] My heart inclines to the orders given in Israel; ye that are willing among the people, bless the Lord.

  [10] ἐπιβεβηκότες ἐπὶ ὄνου θηλείας μεσημβρίας, καθήμενοι ἐπὶ κριτηρίου καὶ πορευόμενοι ἐπὶ ὁδοὺς συνέδρων ἐφ’ ὁδῷ,

  [10] Ye that mount a she-ass at noon-day, ye that sit on the judgement-seat, and walk by the roads of them that sit in judgement by the way; declare

  [11] διηγεῖσθε ἀπὸ φωνῆς ἀνακρουομένων ἀνὰ μέσον ὑδρευομένων· ἐκεῖ δώσουσιν δικαιοσύνας κυρίῳ, δικαιοσύνας αὔξησον ἐν Ισραηλ. τότε κατέβη εἰς τὰς πόλεις λαὸς κυρίου.

  [11] ye that are delivered from the noise of disturbers among the drawers of water; there shall they relate righteous acts: O Lord, increase righteous acts in Israel: then the people of the Lord went down to the cities.

  [12] ἐξεγείρου ἐξεγείρου, Δεββωρα, ἐξεγείρου ἐξεγείρου, λάλησον ᾠδήν· ἀνάστα, Βαρακ, καὶ αἰχμαλώτισον αἰχμαλωσίαν σου, υἱὸς Αβινεεμ.

  [12] Awake, awake, Debbora; awake, awake, utter a song: arise, Barac, and lead thy captivity captive, son of Abineem.

  [13] τότε κατέβη κατάλειμμα τοῖς ἰσχυροῖς, λαὸς κυρίου κατέβη αὐτῷ ἐν τοῖς κραταιοῖς.

  [13] Then went down the remnant to the strong, the people of the Lord went down for him among the mighty ones from me.

  [14] ἐξ ἐμοῦ Εφραιμ ἐξερρίζωσεν αὐτοὺς ἐν τῷ Αμαληκ· ὀπίσω σου Βενιαμιν ἐν τοῖς λαοῖς σου. ἐν ἐμοὶ Μαχιρ κατέβησαν ἐξερευνῶντες καὶ ἀπὸ Ζαβουλων ἕλκοντες ἐν ῥάβδῳ διηγήσεως γραμματέως.

  [14] Ephraim rooted them out in Amalec, behind thee was Benjamin among thy people: the inhabitants of Machir came down with me searching out the enemy, and from Zabulon came they that draw with the scribe’s pen of record.

  [15] καὶ ἀρχηγοὶ ἐν Ισσαχαρ μετὰ Δεββωρας καὶ Βαρακ, οὕτως Βαρακ ἐν κοιλάσιν ἀπέστειλεν ἐν ποσὶν αὐτοῦ. εἰς τὰς μερίδας Ρουβην μεγάλοι ἐξικνούμενοι καρδίαν.

  [15] And princess in Issachar were with Debbora and Barac, thus she sent Barac on his feet in the valleys into the portions of Ruben; great pangs reached to the heart.

  [16] εἰς τί ἐκάθισαν ἀνὰ μέσον τῆς διγομίας τοῦ ἀκοῦσαι συρισμοῦ ἀγγέλων; εἰς διαιρέσεις Ρουβην μεγάλοι ἐξετασμοὶ καρδίας.

  [16] Why did they sit between the sheep-folds to hear the bleating of flocks for the divisions of Ruben? there were great searchings of heart.

  [17] Γαλααδ ἐν τῷ πέραν τοῦ Ιορδάνου ἐσκήνωσεν· καὶ Δαν εἰς τί παροικεῖ πλοίοις; Ασηρ ἐκάθισεν παραλίαν θαλασσῶν καὶ ἐπὶ διεξόδοις αὐτοῦ σκηνώσει.

  [17] Galaad is on the other side of Jordan where he pitched his tents; and why does Dan remain in ships? Aser sat down on the sea-coasts, and he will tabernacle at his ports.

  [18] Ζαβουλων λαὸς ὠνείδισεν ψυχὴν αὐτοῦ εἰς θάνατον καὶ Νεφθαλι ἐπὶ ὕψη ἀγροῦ.

  [18] The people Zabulon exposed their soul to death, and Nephthali came to the high
places of their land.

  [19] ἦλθον αὐτῶν βασιλεῖς, παρετάξαντο, τότε ἐπολέμησαν βασιλεῖς Χανααν ἐν Θανααχ ἐπὶ ὕδατι Μεγεδδω· δῶρον ἀργυρίου οὐκ ἔλαβον.

  [19] Kings set themselves in array, then the kings of Chanaan fought in Thanaach at the water of Mageddo; they took no gift of money.

  [20] ἐξ οὐρανοῦ παρετάξαντο οἱ ἀστέρες, ἐκ τρίβων αὐτῶν παρετάξαντο μετὰ Σισαρα.

  [20] The stars from heaven set themselves in array, they set themselves to fight with Sisara out of their paths.

  [21] χειμάρρους Κισων ἐξέσυρεν αὐτούς, χειμάρρους ἀρχαίων, χειμάρρους Κισων· καταπατήσει αὐτὸν ψυχή μου δυνατή.

  [21] The brook of Kison swept them away, the ancient brook, the brook Kison: my mighty soul will trample him down.

  [22] τότε ἐνεποδίσθησαν πτέρναι ἵππου, σπουδῇ ἔσπευσαν ἰσχυροὶ αὐτοῦ.

  [22] When the hoofs of the horse were entangled, his mighty ones earnestly hasted

  [23] καταρᾶσθε Μηρωζ, εἶπεν ἄγγελος κυρίου, καταρᾶσθε, ἐπικατάρατος πᾶς ὁ κατοικῶν αὐτήν, ὅτι οὐκ ἤλθοσαν εἰς βοήθειαν κυρίου, εἰς βοήθειαν ἐν δυνατοῖς.

  [23] to curse Meroz: Curse ye it, said the angel of the Lord; cursed is every one that dwells in it, because they came not to the help of the Lord, to his help among the mighty.

  [24] εὐλογηθείη ἐν γυναιξὶν Ιαηλ γυνὴ Χαβερ τοῦ Κιναίου, ἀπὸ γυναικῶν ἐν σκηναῖς εὐλογηθείη.

  [24] Blessed among women be Jael wife of Chaber the Kenite; let her be blessed above women in tents.

  [25] ὕδωρ ᾔτησεν, γάλα ἔδωκεν, ἐν λεκάνῃ ὑπερεχόντων προσήνεγκεν βούτυρον.

  [25] He asked for water, she gave him milk in a dish; she brought butter of princes.

  [26] χεῖρα αὐτῆς ἀριστερὰν εἰς πάσσαλον ἐξέτεινεν καὶ δεξιὰν αὐτῆς εἰς σφῦραν κοπιώντων καὶ ἐσφυροκόπησεν Σισαρα, διήλωσεν κεφαλὴν αὐτοῦ καὶ ἐπάταξεν, διήλωσεν κρόταφον αὐτοῦ.

  [26] She stretched forth her left hand to the nail, and her right to the hand workman’s hammer, and she smote Sisara with it, she nailed through his head and smote him; she nailed through his temples.

  [27] ἀνὰ μέσον τῶν ποδῶν αὐτῆς κατεκυλίσθη, ἔπεσεν καὶ ἐκοιμήθη· ἀνὰ μέσον τῶν ποδῶν αὐτῆς κατακλιθεὶς ἔπεσεν· καθὼς κατεκλίθη, ἐκεῖ ἔπεσεν ἐξοδευθείς.

  [27] He rolled down between her feet; he fell and lay between her feet; he bowed and fell: where he bowed, there he fell dead.

  [28] διὰ τῆς θυρίδος παρέκυψεν μήτηρ Σισαρα ἐκτὸς τοῦ τοξικοῦ, διότι ᾐσχύνθη ἅρμα αὐτοῦ, διότι ἐχρόνισαν πόδες ἁρμάτων αὐτοῦ.

  [28] The mother of Sisara looked down through the window out of the loophole, saying, Why was his chariot ashamed? why did the wheels of his chariots tarry?

  [29] αἱ σοφαὶ ἄρχουσαι αὐτῆς ἀπεκρίθησαν πρὸς αὐτήν, καὶ αὐτὴ ἀπέστρεψεν λόγους αὐτῆς ἑαυτῇ

  [29] Her wise ladies answered her, and she returned answers to herself, saying,

  [30] Οὐχ εὑρήσουσιν αὐτὸν διαμερίζοντα σκῦλα; οἰκτίρμων οἰκτιρήσει εἰς κεφαλὴν ἀνδρός· σκῦλα βαμμάτων τῷ Σισαρα, σκῦλα βαμμάτων ποικιλίας, βάμματα ποικιλτῶν αὐτά, τῷ τραχήλῳ αὐτοῦ σκῦλα.

  [30] Will they not find him dividing the spoil? he will surely be gracious to every man: there are spoils of dyed garments for Sisara, spoils of various dyed garments, dyed embroidered garments, they are the spoils for his neck.

  [31] οὕτως ἀπόλοιντο πάντες οἱ ἐχθροί σου, κύριε· καὶ οἱ ἀγαπῶντες αὐτὸν ὡς ἔξοδος ἡλίου ἐν δυνάμει αὐτοῦ. Καὶ ἡσύχασεν ἡ γῆ τεσσαράκοντα ἔτη.

  [31] Thus let all thine enemies perish, O Lord: and they that love him shall be as the going forth of the sun in his strength.

  [32] And the land had rest forty years.

  CHAPTER 6

  [1] Καὶ ἐποίησαν οἱ υἱοὶ Ισραηλ τὸ πονηρὸν ἐνώπιον κυρίου, καὶ ἔδωκεν αὐτοὺς κύριος ἐν χειρὶ Μαδιαμ ἑπτὰ ἔτη.

  [1] And the children of Israel did evil in the sight of the Lord, and the Lord gave them into the hand of Madiam seven years.

  [2] καὶ ἴσχυσεν χεὶρ Μαδιαμ ἐπὶ Ισραηλ· καὶ ἐποίησαν ἑαυτοῖς οἱ υἱοὶ Ισραηλ ἀπὸ προσώπου Μαδιαμ τὰς τρυμαλιὰς τὰς ἐν τοῖς ὄρεσιν καὶ τὰ σπήλαια καὶ τὰ κρεμαστά.

  [2] And the hand of Madiam prevailed against Israel: and the children of Israel made for themselves because of Madiam the caves in the mountains, and the dens, and the holes in the rocks.

  [3] καὶ ἐγένετο ἐὰν ἔσπειραν οἱ υἱοὶ Ισραηλ, καὶ ἀνέβαιναν Μαδιαμ καὶ Αμαληκ, καὶ οἱ υἱοὶ ἀνατολῶν συνανέβαινον αὐτοῖς·

  [3] And it came to pass when the children of Israel sowed, that Madiam and Amalec went up, and the children of the east went up together with them.

  [4] καὶ παρενέβαλον εἰς αὐτοὺς καὶ κατέφθειραν τοὺς καρποὺς αὐτῶν ἕως ἐλθεῖν εἰς Γάζαν καὶ οὐ κατέλιπον ὑπόστασιν ζωῆς ἐν τῇ γῇ Ισραηλ οὐδὲ ἐν τοῖς ποιμνίοις ταῦρον καὶ ὄνον·

  [4] And they encamped against them, and destroyed their fruits until they came to Gaza; and they left not the support of life in the land of Israel, not even ox or ass among the herds.

  [5] ὅτι αὐτοὶ καὶ αἱ κτήσεις αὐτῶν ἀνέβαινον, καὶ αἱ σκηναὶ αὐτῶν παρεγίνοντο καθὼς ἀκρὶς εἰς πλῆθος, καὶ αὐτοῖς καὶ τοῖς καμήλοις αὐτῶν οὐκ ἦν ἀριθμός, καὶ ἤρχοντο εἰς τὴν γῆν Ισραηλ καὶ διέφθειρον αὐτήν.

  [5] For they and their stock came up, and their tents were with them, as the locust in multitude, and there was no number to them and their camels; and they came to the land of Israel, and laid it waste.

  [6] καὶ ἐπτώχευσεν Ισραηλ σφόδρα ἀπὸ προσώπου Μαδιαμ, καὶ ἐβόησαν οἱ υἱοὶ Ισραηλ πρὸς κύριον

  [6] And Israel was greatly impoverished because of Madiam.

  [7] ἀπὸ προσώπου Μαδιαμ.

  [7] And the children of Israel cried to the Lord because of Madiam.

  [8] καὶ ἐξαπέστειλεν κύριος ἄνδρα προφήτην πρὸς τοὺς υἱοὺς Ισραηλ, καὶ εἶπεν αὐτοῖς Τάδε λέγει κύριος ὁ θεὸς Ισραηλ Ἐγώ εἰμι ὃς ἀνήγαγον ὑμᾶς ἐκ γῆς Αἰγύπτου καὶ ἐξήγαγον ὑμᾶς ἐξ οἴκου δουλείας ὑμῶν

  [8] And the Lord sent a prophet to the children of Israel; and he said to them, Thus says the Lord God of Israel, I am he that brought you up out of the land of Egypt, and I brought you up out of the house of your bond
age.

  [9] καὶ ἐρρυσάμην ὑμᾶς ἐκ χειρὸς Αἰγύπτου καὶ ἐκ χειρὸς πάντων τῶν θλιβόντων ὑμᾶς καὶ ἐξέβαλον αὐτοὺς ἐκ προσώπου ὑμῶν καὶ ἔδωκα ὑμῖν τὴν γῆν αὐτῶν

  [9] And I delivered you out of the hand of Egypt, and out of the hand of all that afflicted you, and I cast them out before you; and I gave you their land.

  [10] καὶ εἶπα ὑμῖν Ἐγὼ κύριος ὁ θεὸς ὑμῶν, οὐ φοβηθήσεσθε τοὺς θεοὺς τοῦ Αμορραίου, ἐν οἷς ὑμεῖς καθήσεσθε ἐν τῇ γῇ αὐτῶν· καὶ οὐκ εἰσηκούσατε τῆς φωνῆς μου.

  [10] And I said to you, I am the Lord your God: ye shall not fear the gods of the Amorites, in whose land ye dwell; but ye hearkened not to my voice.

  [11] Καὶ ἦλθεν ἄγγελος κυρίου καὶ ἐκάθισεν ὑπὸ τὴν τερέμινθον τὴν ἐν Εφραθα τὴν Ιωας πατρὸς τοῦ Εσδρι, καὶ Γεδεων υἱὸς αὐτοῦ ῥαβδίζων σῖτον ἐν ληνῷ εἰς ἐκφυγεῖν ἀπὸ προσώπου τοῦ Μαδιαμ.

  [11] And an angel of the Lord came, and sat down under the fir tree, which was in Ephratha in the land of Joas father of Esdri; and Gedeon his son was threshing wheat in a wine-press in order to escape from the face of Madiam.

  [12] καὶ ὤφθη αὐτῷ ὁ ἄγγελος κυρίου καὶ εἶπεν πρὸς αὐτόν Κύριος μετὰ σοῦ, ἰσχυρὸς τῶν δυνάμεων.

  [12] And the angel of the Lord appeared to him and said to him, The Lord is with thee, thou mighty in strength.

  [13] καὶ εἶπεν πρὸς αὐτὸν Γεδεων Ἐν ἐμοί, κύριέ μου, καὶ εἰ ἔστιν κύριος μεθ’ ἡμῶν, εἰς τί εὗρεν ἡμᾶς τὰ κακὰ ταῦτα; καὶ ποῦ ἐστιν πάντα τὰ θαυμάσια αὐτοῦ, ἃ διηγήσαντο ἡμῖν οἱ πατέρες ἡμῶν λέγοντες Μὴ οὐχὶ ἐξ Αἰγύπτου ἀνήγαγεν ἡμᾶς κύριος; καὶ νῦν ἐξέρριψεν ἡμᾶς καὶ ἔδωκεν ἡμᾶς ἐν χειρὶ Μαδιαμ.

 

‹ Prev