[17] καὶ εἶπεν αὐτῇ Τὰ ἓξ τῶν κριθῶν ταῦτα ἔδωκέν μοι, ὅτι εἶπεν πρός με Μὴ εἰσέλθῃς κενὴ πρὸς τὴν πενθεράν σου.
[17] And she said to her, He gave me these six measures of barley, for he said to me, Go not empty to thy mother-in-law.
[18] ἡ δὲ εἶπεν Κάθου, θύγατερ, ἕως τοῦ ἐπιγνῶναί σε πῶς οὐ πεσεῖται ῥῆμα· οὐ γὰρ μὴ ἡσυχάσῃ ὁ ἀνήρ, ἕως ἂν τελέσῃ τὸ ῥῆμα σήμερον.
[18] And she said, Sit still, my daughter, until thou shalt know how the matter will fall out; for the man will not rest until the matter be accomplished this day.
CHAPTER 4
[1] Καὶ Βοος ἀνέβη ἐπὶ τὴν πύλην καὶ ἐκάθισεν ἐκεῖ, καὶ ἰδοὺ ὁ ἀγχιστευτὴς παρεπορεύετο, ὃν εἶπεν Βοος. καὶ εἶπεν πρὸς αὐτὸν Βοος Ἐκκλίνας κάθισον ὧδε, κρύφιε· καὶ ἐξέκλινεν καὶ ἐκάθισεν.
[1] And Booz went up to the gate, and sat there; and behold, the relative passed by, of whom Booz spoke: and Booz said to him, Turn aside, sit down here, such a one: and he turned aside and sat down.
[2] καὶ ἔλαβεν Βοος δέκα ἄνδρας ἀπὸ τῶν πρεσβυτέρων τῆς πόλεως καὶ εἶπεν Καθίσατε ὧδε· καὶ ἐκάθισαν.
[2] And Booz took ten men of the elders of the city, and said, Sit ye here; and they sat down.
[3] καὶ εἶπεν Βοος τῷ ἀγχιστεῖ Τὴν μερίδα τοῦ ἀγροῦ, ἥ ἐστιν τοῦ ἀδελφοῦ ἡμῶν τοῦ Αβιμελεχ, ἣ δέδοται Νωεμιν τῇ ἐπιστρεφούσῃ ἐξ ἀγροῦ Μωαβ,
[3] And Booz said to the relative, The matter regards the portion of the field which was our brother Elimelech’s which was given to Noemin, now returning out of the land of Moab;
[4] κἀγὼ εἶπα Ἀποκαλύψω τὸ οὖς σου λέγων Κτῆσαι ἐναντίον τῶν καθημένων καὶ ἐναντίον τῶν πρεσβυτέρων τοῦ λαοῦ μου· εἰ ἀγχιστεύεις, ἀγχίστευε· εἰ δὲ μὴ ἀγχιστεύεις, ἀνάγγειλόν μοι καὶ γνώσομαι· ὅτι οὐκ ἔστιν πάρεξ σοῦ τοῦ ἀγχιστεῦσαι, κἀγώ εἰμι μετὰ σέ. ὁ δὲ εἶπεν Ἐγώ εἰμι ἀγχιστεύσω.
[4] and I said, I will inform thee, saying, Buy it before those that sit, and before the elders of my people: if thou wilt redeem it, redeem it, but if thou wilt not redeem it, tell me, and I shall know; for there is no one beside thee to do the office of a kinsman, and I am after thee: and he said, I am here, I will redeem it.
[5] καὶ εἶπεν Βοος Ἐν ἡμέρᾳ τοῦ κτήσασθαί σε τὸν ἀγρὸν ἐκ χειρὸς Νωεμιν καὶ παρὰ Ρουθ τῆς Μωαβίτιδος γυναικὸς τοῦ τεθνηκότος, καὶ αὐτὴν κτήσασθαί σε δεῖ ὥστε ἀναστῆσαι τὸ ὄνομα τοῦ τεθνηκότος ἐπὶ τῆς κληρονομίας αὐτοῦ.
[5] And Booz said, In the day of thy buying the field of the hand of Noemin and of Ruth the Moabitess the wife of the deceased, thou must also buy her, so as to raise up the name of the dead upon his inheritance.
[6] καὶ εἶπεν ὁ ἀγχιστεύς Οὐ δυνήσομαι ἀγχιστεῦσαι ἐμαυτῷ, μήποτε διαφθείρω τὴν κληρονομίαν μου· ἀγχίστευσον σεαυτῷ τὴν ἀγχιστείαν μου, ὅτι οὐ δυνήσομαι ἀγχιστεῦσαι.
[6] And the kinsman said, I shall not be able to redeem it for myself, lest I mar my own inheritance; do thou redeem my right for thyself, for I shall not be able to redeem it.
[7] καὶ τοῦτο τὸ δικαίωμα ἔμπροσθεν ἐν τῷ Ισραηλ ἐπὶ τὴν ἀγχιστείαν καὶ ἐπὶ τὸ ἀντάλλαγμα τοῦ στῆσαι πᾶν λόγον, καὶ ὑπελύετο ὁ ἀνὴρ τὸ ὑπόδημα αὐτοῦ καὶ ἐδίδου τῷ πλησίον αὐτοῦ τῷ ἀγχιστεύοντι τὴν ἀγχιστείαν αὐτοῦ, καὶ τοῦτο ἦν μαρτύριον ἐν Ισραηλ.
[7] And this was in former time the ordinance in Israel for redemption, and for a bargain, to confirm every word: A man loosed his shoe, and gave it to his neighbour that redeemed his right; and this was a testimony in Israel.
[8] καὶ εἶπεν ὁ ἀγχιστεὺς τῷ Βοος Κτῆσαι σεαυτῷ τὴν ἀγχιστείαν μου· καὶ ὑπελύσατο τὸ ὑπόδημα αὐτοῦ καὶ ἔδωκεν αὐτῷ.
[8] And the kinsman said to Booz, Buy my right for thyself: and he took off his shoe and gave it to him.
[9] καὶ εἶπεν Βοος τοῖς πρεσβυτέροις καὶ παντὶ τῷ λαῷ Μάρτυρες ὑμεῖς σήμερον ὅτι κέκτημαι πάντα τὰ τοῦ Αβιμελεχ καὶ πάντα, ὅσα ὑπάρχει τῷ Χελαιων καὶ τῷ Μααλων, ἐκ χειρὸς Νωεμιν·
[9] And Booz said to the elders and to all the people, Ye are this day witnesses, that I have bought all that was Elimelech’s, and all that belonged to Chelaion and Maalon, of the hand of Noemin.
[10] καί γε Ρουθ τὴν Μωαβῖτιν τὴν γυναῖκα Μααλων κέκτημαι ἐμαυτῷ εἰς γυναῖκα τοῦ ἀναστῆσαι τὸ ὄνομα τοῦ τεθνηκότος ἐπὶ τῆς κληρονομίας αὐτοῦ, καὶ οὐκ ἐξολεθρευθήσεται τὸ ὄνομα τοῦ τεθνηκότος ἐκ τῶν ἀδελφῶν αὐτοῦ καὶ ἐκ τῆς φυλῆς λαοῦ αὐτοῦ· μάρτυρες ὑμεῖς σήμερον.
[10] Moreover I have bought for myself for a wife Ruth the Moabitess, the wife of Maalon, to raise up the name of the dead upon his inheritance; so the name of the dead shall not be destroyed from among his brethren, and from the tribe of his people: ye are this day witnesses.
[11] καὶ εἴποσαν πᾶς ὁ λαὸς οἱ ἐν τῇ πύλῃ Μάρτυρες. καὶ οἱ πρεσβύτεροι εἴποσαν Δῴη κύριος τὴν γυναῖκά σου τὴν εἰσπορευομένην εἰς τὸν οἶκόν σου ὡς Ραχηλ καὶ ὡς Λειαν, αἳ ᾠκοδόμησαν ἀμφότεραι τὸν οἶκον Ισραηλ καὶ ἐποίησαν δύναμιν ἐν Εφραθα, καὶ ἔσται ὄνομα ἐν Βαιθλεεμ·
[11] And all the people who were in the gate said, We are witnesses: and the elders said, The Lord make thy wife who goes into thy house, as Rachel and as Lia, who both together built the house of Israel, and wrought mightily in Ephratha, and there shall be a name to thee in Bethleem.
[12] καὶ γένοιτο ὁ οἶκός σου ὡς ὁ οἶκος Φαρες, ὃν ἔτεκεν Θαμαρ τῷ Ιουδα, ἐκ τοῦ σπέρματος, οὗ δώσει κύριός σοι ἐκ τῆς παιδίσκης ταύτης.
[12] And let thy house be as the house of Phares, whom Thamar bore to Juda, of the seed which the Lord shall give thee of this handmaid.
[13] καὶ ἔλαβεν Βοος τὴν Ρουθ, καὶ ἐγενήθη αὐτῷ εἰς γυναῖκα, καὶ εἰσῆλθεν πρὸς αὐτήν, καὶ ἔδωκεν αὐτῇ κύριος κύησιν, καὶ ἔτεκεν υἱόν.
[13] And Booz took Ruth, and she became his wife, and he went in to her; and the Lord gave her conception, and she bore a son.
[14] καὶ εἶπαν αἱ γυναῖκες πρὸς Νωεμιν Εὐλογητὸς κύριος, ὃς οὐ κατέλυσέ σοι σήμερον τὸν ἀγχιστέα, καὶ καλέσαι τὸ ὄνομά σου ἐν Ισραηλ,
[14] And the woman said to Noemin, Blessed is the Lord, who
has not suffered a redeemer to fail thee this day, even to make thy name famous in Israel.
[15] καὶ ἔσται σοι εἰς ἐπιστρέφοντα ψυχὴν καὶ τοῦ διαθρέψαι τὴν πολιάν σου, ὅτι ἡ νύμφη σου ἡ ἀγαπήσασά σε ἔτεκεν αὐτόν, ἥ ἐστιν ἀγαθή σοι ὑπὲρ ἑπτὰ υἱούς.
[15] And he shall be to thee a restorer of thy soul, and one to cherish thy old age; for thy daughter-in-law which has loved thee, who is better to thee than seven sons, has born him.
[16] καὶ ἔλαβεν Νωεμιν τὸ παιδίον καὶ ἔθηκεν εἰς τὸν κόλπον αὐτῆς καὶ ἐγενήθη αὐτῷ εἰς τιθηνόν.
[16] And Noemin took the child and laid it in her bosom, and became a nurse to it.
[17] καὶ ἐκάλεσαν αὐτοῦ αἱ γείτονες ὄνομα λέγουσαι Ἐτέχθη υἱὸς τῇ Νωεμιν· καὶ ἐκάλεσαν τὸ ὄνομα αὐτοῦ Ωβηδ· οὗτος πατὴρ Ιεσσαι πατρὸς Δαυιδ.
[17] And the neighbours gave it a name, saying, A son has been born to Noemin; and they called his name Obed; this is the father of Jessae the father of David.
[18] Καὶ αὗται αἱ γενέσεις Φαρες· Φαρες ἐγέννησεν τὸν Εσρων,
[18] And these are the generations of Phares: Phares begot Esrom:
[19] Εσρων δὲ ἐγέννησεν τὸν Αρραν, καὶ Αρραν ἐγέννησεν τὸν Αμιναδαβ,
[19] Esrom begot Aram; and Aram begot Aminadab.
[20] καὶ Αμιναδαβ ἐγέννησεν τὸν Ναασσων, καὶ Ναασσων ἐγέννησεν τὸν Σαλμαν,
[20] And Aminadab begot Naasson; and Naasson begot Salmon.
[21] καὶ Σαλμαν ἐγέννησεν τὸν Βοος, καὶ Βοος ἐγέννησεν τὸν Ωβηδ,
[21] And Salmon begot Booz; and Booz begot Obed.
[22] καὶ Ωβηδ ἐγέννησεν τὸν Ιεσσαι, καὶ Ιεσσαι ἐγέννησεν τὸν Δαυιδ.
[22] And Obed begot Jessae; and Jessae begot David.
I Kings
CHAPTER 1
[1] Ἄνθρωπος ἦν ἐξ Αρμαθαιμ Σιφα ἐξ ὄρους Εφραιμ, καὶ ὄνομα αὐτῷ Ελκανα υἱὸς Ιερεμεηλ υἱοῦ Ηλιου υἱοῦ Θοκε ἐν Νασιβ Εφραιμ.
[1] There was a man of Armathaim Sipha, of mount Ephraim, and his name was Helkana, a son of Jeremeel the son of Elias the son of Thoke, in Nasib Ephraim.
[2] καὶ τούτῳ δύο γυναῖκες· ὄνομα τῇ μιᾷ Αννα, καὶ ὄνομα τῇ δευτέρᾳ Φεννανα· καὶ ἦν τῇ Φεννανα παιδία, καὶ τῇ Αννα οὐκ ἦν παιδίον.
[2] And he had two wives; the name of the one was Anna, and the name of the second Phennana. And Phennana had children, but Anna had no child.
[3] καὶ ἀνέβαινεν ὁ ἄνθρωπος ἐξ ἡμερῶν εἰς ἡμέρας ἐκ πόλεως αὐτοῦ ἐξ Αρμαθαιμ προσκυνεῖν καὶ θύειν τῷ κυρίῳ θεῷ σαβαωθ εἰς Σηλω· καὶ ἐκεῖ Ηλι καὶ οἱ δύο υἱοὶ αὐτοῦ Οφνι καὶ Φινεες ἱερεῖς τοῦ κυρίου.
[3] And the man went up from year to year from his city, from Armathaim, to worship and sacrifice to the Lord God of Sabaoth at Selom: and there were Heli and his two sons Ophni and Phinees, the priests of the Lord.
[4] καὶ ἐγενήθη ἡμέρᾳ καὶ ἔθυσεν Ελκανα καὶ ἔδωκεν τῇ Φεννανα γυναικὶ αὐτοῦ καὶ τοῖς υἱοῖς αὐτῆς καὶ ταῖς θυγατράσιν αὐτῆς μερίδας·
[4] And the day came, and Helkana sacrificed, and gave portions to his wife Phennana and her children.
[5] καὶ τῇ Αννα ἔδωκεν μερίδα μίαν, ὅτι οὐκ ἦν αὐτῇ παιδίον· πλὴν ὅτι τὴν Ανναν ἠγάπα Ελκανα ὑπὲρ ταύτην, καὶ κύριος ἀπέκλεισεν τὰ περὶ τὴν μήτραν αὐτῆς·
[5] And to Anna he gave a prime portion, because she had no child, only Helkana loved Anna more than the other; but the Lord had closed her womb.
[6] ὅτι οὐκ ἔδωκεν αὐτῇ κύριος παιδίον κατὰ τὴν θλῖψιν αὐτῆς καὶ κατὰ τὴν ἀθυμίαν τῆς θλίψεως αὐτῆς, καὶ ἠθύμει διὰ τοῦτο, ὅτι συνέκλεισεν κύριος τὰ περὶ τὴν μήτραν αὐτῆς τοῦ μὴ δοῦναι αὐτῇ παιδίον.
[6] For the Lord gave her no child in her affliction, and according to the despondency of her affliction; and she was dispirited on this account, that the Lord shut up her womb so as not to give her a child.
[7] οὕτως ἐποίει ἐνιαυτὸν κατ’ ἐνιαυτὸν ἐν τῷ ἀναβαίνειν αὐτὴν εἰς οἶκον κυρίου· καὶ ἠθύμει καὶ ἔκλαιεν καὶ οὐκ ἤσθιεν.
[7] So she did year by year, in going up to the house of the Lord; and she was dispirited, and wept, and did not eat.
[8] καὶ εἶπεν αὐτῇ Ελκανα ὁ ἀνὴρ αὐτῆς Αννα. καὶ εἶπεν αὐτῷ Ἰδοὺ ἐγώ, κύριε. καὶ εἶπεν αὐτῇ Τί ἐστίν σοι, ὅτι κλαίεις; καὶ ἵνα τί οὐκ ἐσθίεις; καὶ ἵνα τί τύπτει σε ἡ καρδία σου; οὐκ ἀγαθὸς ἐγώ σοι ὑπὲρ δέκα τέκνα;
[8] And Helkana her husband said to her, Anna: and she said to him, Here am I, my lord: and he said to her, What ails thee that thou weepest? and why dost thou not eat? and why does thy heart smite thee? am I not better to thee than ten children?
[9] καὶ ἀνέστη Αννα μετὰ τὸ φαγεῖν αὐτοὺς ἐν Σηλω καὶ κατέστη ἐνώπιον κυρίου, καὶ Ηλι ὁ ἱερεὺς ἐκάθητο ἐπὶ τοῦ δίφρου ἐπὶ τῶν φλιῶν ναοῦ κυρίου.
[9] And Anna rose up after they had eaten in Selom, and stood before the Lord: and Heli the priest was on a seat by the threshold of the temple of the Lord.
[10] καὶ αὐτὴ κατώδυνος ψυχῇ καὶ προσηύξατο πρὸς κύριον καὶ κλαίουσα ἔκλαυσεν
[10] And she was very much grieved in spirit, and prayed to the Lord, and wept abundantly.
[11] καὶ ηὔξατο εὐχὴν κυρίῳ λέγουσα Αδωναι κύριε ελωαι σαβαωθ, ἐὰν ἐπιβλέπων ἐπιβλέψῃς ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης σου καὶ μνησθῇς μου καὶ δῷς τῇ δούλῃ σου σπέρμα ἀνδρῶν, καὶ δώσω αὐτὸν ἐνώπιόν σου δοτὸν ἕως ἡμέρας θανάτου αὐτοῦ, καὶ οἶνον καὶ μέθυσμα οὐ πίεται, καὶ σίδηρος οὐκ ἀναβήσεται ἐπὶ τὴν κεφαλὴν αὐτοῦ.
[11] And she vowed a vow to the Lord, saying, O Lord God of Sabaoth, if thou welt indeed look upon the humiliation of thine handmaid, and remember me, and give to thine handmaid a man-child, then will I indeed dedicate him to thee till the day of his death; and he shall drink no wine nor strong drink, and no razor shall come upon his head.
[12] καὶ ἐγενήθη ὅτε ἐπλήθυνεν προσευχομένη ἐνώπιον κυρίου, καὶ Ηλι ὁ ἱερεὺς ἐφύλαξεν τὸ στόμα αὐτῆς·
[12] And it came to pass, while she was long praying before the Lord, that Heli the priest marked her mouth.
[13] καὶ αὐτὴ ἐλάλει ἐν τῇ καρδίᾳ αὐτῆς, καὶ τὰ χείλη αὐτῆς ἐκινεῖτο, καὶ φωνὴ αὐτῆς οὐκ ἠκούετο· καὶ ἐλογίσατο αὐτὴν Ηλι εἰς μεθύ�
�υσαν.
[13] And she was speaking in her heart, and her lips moved, but her voice was not heard: and Heli accounted her a drunken woman.
[14] καὶ εἶπεν αὐτῇ τὸ παιδάριον Ηλι Ἕως πότε μεθυσθήσῃ; περιελοῦ τὸν οἶνόν σου καὶ πορεύου ἐκ προσώπου κυρίου.
[14] And the servant of Heli said to her, How long wilt thou be drunken? take away thy wine from thee, and go out from the presence of the Lord.
[15] καὶ ἀπεκρίθη Αννα καὶ εἶπεν Οὐχί, κύριε· γυνή, ᾗ σκληρὰ ἡμέρα, ἐγώ εἰμι καὶ οἶνον καὶ μέθυσμα οὐ πέπωκα καὶ ἐκχέω τὴν ψυχήν μου ἐνώπιον κυρίου·
[15] And Anna answered and said, Nay, my lord, I live in a hard day, and I have not drunk wine or strong drink, and I pour out my soul before the Lord.
[16] μὴ δῷς τὴν δούλην σου εἰς θυγατέρα λοιμήν, ὅτι ἐκ πλήθους ἀδολεσχίας μου ἐκτέτακα ἕως νῦν.
[16] Count not thy handmaid for a pestilent woman, for by reason of the abundance of my importunity I have continued my prayer until now.
[17] καὶ ἀπεκρίθη Ηλι καὶ εἶπεν αὐτῇ Πορεύου εἰς εἰρήνην· ὁ θεὸς Ισραηλ δῴη σοι πᾶν αἴτημά σου, ὃ ᾐτήσω παρ’ αὐτοῦ.
[17] And Heli answered and said to her, Go in peace: the God of Israel give thee all thy petition, which thou hast asked of him.
[18] καὶ εἶπεν Εὗρεν ἡ δούλη σου χάριν ἐν ὀφθαλμοῖς σου. καὶ ἐπορεύθη ἡ γυνὴ εἰς τὴν ὁδὸν αὐτῆς καὶ εἰσῆλθεν εἰς τὸ κατάλυμα αὐτῆς καὶ ἔφαγεν μετὰ τοῦ ἀνδρὸς αὐτῆς καὶ ἔπιεν, καὶ τὸ πρόσωπον αὐτῆς οὐ συνέπεσεν ἔτι.
Delphi Septuagint Page 734