[18] And it came to pass on the seventh day that the child died: and the servants of David were afraid to tell him that the child was dead; for they said, Behold, while the child was yet alive we spoke to him, and he hearkened not to our voice; and thou should we tell him that the child is dead? — so would he do himself harm.
[19] καὶ συνῆκεν Δαυιδ ὅτι οἱ παῖδες αὐτοῦ ψιθυρίζουσιν, καὶ ἐνόησεν Δαυιδ ὅτι τέθνηκεν τὸ παιδάριον· καὶ εἶπεν Δαυιδ πρὸς τοὺς παῖδας αὐτοῦ Εἰ τέθνηκεν τὸ παιδάριον; καὶ εἶπαν Τέθνηκεν.
[19] And David understood that his servants were whispering, and David perceived that the child was dead: and David said to his servants, Is the child dead? and they said, He is dead.
[20] καὶ ἀνέστη Δαυιδ ἐκ τῆς γῆς καὶ ἐλούσατο καὶ ἠλείψατο καὶ ἤλλαξεν τὰ ἱμάτια αὐτοῦ καὶ εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ θεοῦ καὶ προσεκύνησεν αὐτῷ· καὶ εἰσῆλθεν εἰς τὸν οἶκον αὐτοῦ καὶ ᾔτησεν ἄρτον φαγεῖν, καὶ παρέθηκαν αὐτῷ ἄρτον, καὶ ἔφαγεν.
[20] Then David rose up from the earth, and washed, and anointed himself, and changed his raiment, and went into the house of God, and worshipped him; and went into his own house, and called for bread to eat, and they set bread before him and he ate.
[21] καὶ εἶπαν οἱ παῖδες αὐτοῦ πρὸς αὐτόν Τί τὸ ῥῆμα τοῦτο, ὃ ἐποίησας; ἕνεκα τοῦ παιδαρίου ἔτι ζῶντος ἐνήστευες καὶ ἔκλαιες καὶ ἠγρύπνεις, καὶ ἡνίκα ἀπέθανεν τὸ παιδάριον, ἀνέστης καὶ ἔφαγες ἄρτον καὶ πέπωκας.
[21] And his servants said to him, What is this thing that thou hast done concerning the child? while it was yet living thou didst fast, and weep, and watch: and when the child was dead thou didst rise up, and didst eat bread, and drink.
[22] καὶ εἶπεν Δαυιδ Ἐν τῷ τὸ παιδάριον ἔτι ζῆν ἐνήστευσα καὶ ἔκλαυσα, ὅτι εἶπα Τίς οἶδεν εἰ ἐλεήσει με κύριος καὶ ζήσεται τὸ παιδάριον;
[22] And David said, While the child yet lived, I fasted and wept; for I said, Who knows if the Lord will pity me, and the child live?
[23] καὶ νῦν τέθνηκεν· ἵνα τί τοῦτο ἐγὼ νηστεύω; μὴ δυνήσομαι ἐπιστρέψαι αὐτὸ ἔτι; ἐγὼ πορεύσομαι πρὸς αὐτόν, καὶ αὐτὸς οὐκ ἀναστρέψει πρός με.
[23] But now it is dead, why should I fast thus? shall I be able to bring him back again? I shall go to him, but he shall not return to me.
[24] καὶ παρεκάλεσεν Δαυιδ Βηρσαβεε τὴν γυναῖκα αὐτοῦ καὶ εἰσῆλθεν πρὸς αὐτὴν καὶ ἐκοιμήθη μετ’ αὐτῆς, καὶ συνέλαβεν καὶ ἔτεκεν υἱόν, καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Σαλωμων, καὶ κύριος ἠγάπησεν αὐτόν.
[24] And David comforted Bersabee his wife, and he went in to her, and lay with her; and she conceived and bore a son, and he called his named Solomon, and the Lord loved him.
[25] καὶ ἀπέστειλεν ἐν χειρὶ Ναθαν τοῦ προφήτου, καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Ιδεδι ἕνεκεν κυρίου.
[25] And he sent by the hand of Nathan the prophet, and called his name Jeddedi, for the Lord’s sake.
[26] Καὶ ἐπολέμησεν Ιωαβ ἐν Ραββαθ υἱῶν Αμμων καὶ κατέλαβεν τὴν πόλιν τῆς βασιλείας.
[26] And Joab fought against Rabbath of the children of Ammon, and took the royal city.
[27] καὶ ἀπέστειλεν Ιωαβ ἀγγέλους πρὸς Δαυιδ καὶ εἶπεν Ἐπολέμησα ἐν Ραββαθ καὶ κατελαβόμην τὴν πόλιν τῶν ὑδάτων·
[27] And Joab sent messengers to David, and said, I have fought against Rabbath, and taken the city of waters.
[28] καὶ νῦν συνάγαγε τὸ κατάλοιπον τοῦ λαοῦ καὶ παρέμβαλε ἐπὶ τὴν πόλιν καὶ προκαταλαβοῦ αὐτήν, ἵνα μὴ προκαταλάβωμαι ἐγὼ τὴν πόλιν καὶ κληθῇ τὸ ὄνομά μου ἐπ’ αὐτήν.
[28] And now gather the rest of the people, and encamp against the city, an take it beforehand; lest I take the city first, and my name be called upon it.
[29] καὶ συνήγαγεν Δαυιδ πάντα τὸν λαὸν καὶ ἐπορεύθη εἰς Ραββαθ καὶ ἐπολέμησεν ἐν αὐτῇ καὶ κατελάβετο αὐτήν.
[29] And David gathered all the people, and went to Rabbath, and fought against it, and took it.
[30] καὶ ἔλαβεν τὸν στέφανον Μελχολ τοῦ βασιλέως αὐτῶν ἀπὸ τῆς κεφαλῆς αὐτοῦ, καὶ ὁ σταθμὸς αὐτοῦ τάλαντον χρυσίου καὶ λίθου τιμίου, καὶ ἦν ἐπὶ τῆς κεφαλῆς Δαυιδ· καὶ σκῦλα τῆς πόλεως ἐξήνεγκεν πολλὰ σφόδρα.
[30] And he took the crown of Molchom their king from off his head, and the weight of it was a talent of gold, with precious stones, and it was upon the head of David; and he carried forth very much spoil of the city.
[31] καὶ τὸν λαὸν τὸν ὄντα ἐν αὐτῇ ἐξήγαγεν καὶ ἔθηκεν ἐν τῷ πρίονι καὶ ἐν τοῖς τριβόλοις τοῖς σιδηροῖς καὶ διήγαγεν αὐτοὺς διὰ τοῦ πλινθείου· καὶ οὕτως ἐποίησεν πάσαις ταῖς πόλεσιν υἱῶν Αμμων. καὶ ἐπέστρεψεν Δαυιδ καὶ πᾶς ὁ λαὸς εἰς Ιερουσαλημ.
[31] And he brought forth the people that were in it, and put them under the saw, and under iron harrows, and axes of iron, and made them pass through the brick-kiln: and thus he did to all the cities of the children of Ammon. And David and all the people returned to Jerusalem.
CHAPTER 13
[1] Καὶ ἐγενήθη μετὰ ταῦτα καὶ τῷ Αβεσσαλωμ υἱῷ Δαυιδ ἀδελφὴ καλὴ τῷ εἴδει σφόδρα, καὶ ὄνομα αὐτῇ Θημαρ, καὶ ἠγάπησεν αὐτὴν Αμνων υἱὸς Δαυιδ.
[1] And it happened after this that Abessalom the son of David had a very beautiful sister, and her name was Themar; and Amnon the son of David loved her.
[2] καὶ ἐθλίβετο Αμνων ὥστε ἀρρωστεῖν διὰ Θημαρ τὴν ἀδελφὴν αὐτοῦ, ὅτι παρθένος ἦν αὐτή, καὶ ὑπέρογκον ἐν ὀφθαλμοῖς Αμνων τοῦ ποιῆσαί τι αὐτῇ.
[2] And Amnon was distressed even to sickness, because of Themar his sister; for she was a virgin, and it seemed very difficult for Amnon to do anything to her.
[3] καὶ ἦν τῷ Αμνων ἑταῖρος, καὶ ὄνομα αὐτῷ Ιωναδαβ υἱὸς Σαμαα τοῦ ἀδελφοῦ Δαυιδ· καὶ Ιωναδαβ ἀνὴρ σοφὸς σφόδρα.
[3] And Amnon had a friend, and his name was Jonadab, the son of Samaa the brother of David: and Jonadab was a very cunning man.
[4] καὶ εἶπεν αὐτῷ Τί σοι ὅτι σὺ οὕτως ἀσθενής, υἱὲ τοῦ βασιλέως, τὸ πρωῒ πρωί; οὐκ ἀπαγγελεῖς μοι; καὶ εἶπεν αὐτῷ Αμνων Θημαρ τὴν ἀδελφὴν Αβεσσαλωμ τοῦ ἀδελφοῦ μου ἐγὼ ἀγαπῶ.
[4] And he said to him, What ails thee that thou art thus weak? O son of the king, morning by
morning? wilt thou not tell me? and Ammon said, I love Themar the sister of my brother Abessalom.
[5] καὶ εἶπεν αὐτῷ Ιωναδαβ Κοιμήθητι ἐπὶ τῆς κοίτης σου καὶ μαλακίσθητι, καὶ εἰσελεύσεται ὁ πατήρ σου τοῦ ἰδεῖν σε, καὶ ἐρεῖς πρὸς αὐτόν Ἐλθέτω δὴ Θημαρ ἡ ἀδελφή μου καὶ ψωμισάτω με καὶ ποιησάτω κατ’ ὀφθαλμούς μου βρῶμα, ὅπως ἴδω καὶ φάγω ἐκ τῶν χειρῶν αὐτῆς.
[5] And Jonadab said to him, Lie upon thy bed, and make thyself sick, and thy father shall come in to see thee; and thou shalt say to him, Let, I pray thee, Themar my sister come, and feed me with morsels, and let her prepare food before my eyes, that I may see and eat at her hands.
[6] καὶ ἐκοιμήθη Αμνων καὶ ἠρρώστησεν, καὶ εἰσῆλθεν ὁ βασιλεὺς ἰδεῖν αὐτόν, καὶ εἶπεν Αμνων πρὸς τὸν βασιλέα Ἐλθέτω δὴ Θημαρ ἡ ἀδελφή μου πρός με καὶ κολλυρισάτω ἐν ὀφθαλμοῖς μου δύο κολλυρίδας, καὶ φάγομαι ἐκ τῆς χειρὸς αὐτῆς.
[6] So Ammon lay down, and made himself sick; and the king came in to see him: and Amnon said to the king, Let, I pray thee, my sister Themar come to me, and make a couple of cakes in my sight, and I will eat them at her hand.
[7] καὶ ἀπέστειλεν Δαυιδ πρὸς Θημαρ εἰς τὸν οἶκον λέγων Πορεύθητι δὴ εἰς τὸν οἶκον Αμνων τοῦ ἀδελφοῦ σου καὶ ποίησον αὐτῷ βρῶμα.
[7] And David sent to Themar to the house, saying, Go now to thy brother’s house, and dress him food.
[8] καὶ ἐπορεύθη Θημαρ εἰς τὸν οἶκον Αμνων ἀδελφοῦ αὐτῆς, καὶ αὐτὸς κοιμώμενος. καὶ ἔλαβεν τὸ σταῖς καὶ ἐφύρασεν καὶ ἐκολλύρισεν κατ’ ὀφθαλμοὺς αὐτοῦ καὶ ἥψησεν τὰς κολλυρίδας·
[8] And Themar went to the house of her brother Amnon, and he was lying down: and she took the dough and kneaded it, and made cakes in his sight, and baked the cakes.
[9] καὶ ἔλαβεν τὸ τήγανον καὶ κατεκένωσεν ἐνώπιον αὐτοῦ, καὶ οὐκ ἠθέλησεν φαγεῖν. καὶ εἶπεν Αμνων Ἐξαγάγετε πάντα ἄνδρα ἐπάνωθέν μου· καὶ ἐξήγαγον πάντα ἄνδρα ἀπὸ ἐπάνωθεν αὐτοῦ.
[9] And she took the frying pan and poured them out before him, but he would not eat. And Amnon said, Send out every man from about me. And they removed every man from about him.
[10] καὶ εἶπεν Αμνων πρὸς Θημαρ Εἰσένεγκε τὸ βρῶμα εἰς τὸ ταμίειον, καὶ φάγομαι ἐκ τῆς χειρός σου. καὶ ἔλαβεν Θημαρ τὰς κολλυρίδας, ἃς ἐποίησεν, καὶ εἰσήνεγκεν τῷ Αμνων ἀδελφῷ αὐτῆς εἰς τὸν κοιτῶνα
[10] And Amnon said to Themar, Bring in the food into the closet, and I will eat of thy hand. And Themar took the cakes which she had made, and brought them to her brother Amnon into the chamber.
[11] καὶ προσήγαγεν αὐτῷ τοῦ φαγεῖν, καὶ ἐπελάβετο αὐτῆς καὶ εἶπεν αὐτῇ Δεῦρο κοιμήθητι μετ’ ἐμοῦ, ἀδελφή μου.
[11] And she brought them to him to eat, and he caught hold of her, and said to her, Come, lie with me, my sister.
[12] καὶ εἶπεν αὐτῷ Μή, ἄδελφέ μου, μὴ ταπεινώσῃς με, διότι οὐ ποιηθήσεται οὕτως ἐν Ισραηλ· μὴ ποιήσῃς τὴν ἀφροσύνην ταύτην·
[12] And she said to him, Nay, my brother, do not humble me, for it ought not to be so done in Israel; do not this folly.
[13] καὶ ἐγὼ ποῦ ἀποίσω τὸ ὄνειδός μου; καὶ σὺ ἔσῃ ὡς εἷς τῶν ἀφρόνων ἐν Ισραηλ· καὶ νῦν λάλησον δὴ πρὸς τὸν βασιλέα, ὅτι οὐ μὴ κωλύσῃ με ἀπὸ σοῦ.
[13] And I, whither shall I remove my reproach? and thou shalt be as one of the fools in Israel. And now, speak, I pray thee, to the king, for surely he will not keep me from thee.
[14] καὶ οὐκ ἠθέλησεν Αμνων τοῦ ἀκοῦσαι τῆς φωνῆς αὐτῆς καὶ ἐκραταίωσεν ὑπὲρ αὐτὴν καὶ ἐταπείνωσεν αὐτὴν καὶ ἐκοιμήθη μετ’ αὐτῆς.
[14] But Amnon would not hearken to her voice; and he prevailed against her, and humbled her, and lay with her.
[15] καὶ ἐμίσησεν αὐτὴν Αμνων μῖσος μέγα σφόδρα, ὅτι μέγα τὸ μῖσος, ὃ ἐμίσησεν αὐτήν, ὑπὲρ τὴν ἀγάπην, ἣν ἠγάπησεν αὐτήν. καὶ εἶπεν αὐτῇ Αμνων Ἀνάστηθι καὶ πορεύου.
[15] Then Amnon hated her with very great hatred; for the hatred with which he hated her was greater than the love with which he had loved her, for the last wickedness was greater than the first: and Amnon said to her, Rise, and be gone.
[16] καὶ εἶπεν αὐτῷ Θημαρ Μή, ἄδελφε, ὅτι μεγάλη ἡ κακία ἡ ἐσχάτη ὑπὲρ τὴν πρώτην, ἣν ἐποίησας μετ’ ἐμοῦ, τοῦ ἐξαποστεῖλαί με. καὶ οὐκ ἠθέλησεν Αμνων ἀκοῦσαι τῆς φωνῆς αὐτῆς.
[16] And Themar spoke to him concerning this great mischief, greater, said she, than the other that thou didst me, to send me away: but Amnon would not hearken to her voice.
[17] καὶ ἐκάλεσεν τὸ παιδάριον αὐτοῦ τὸν προεστηκότα τοῦ οἴκου αὐτοῦ καὶ εἶπεν αὐτῷ Ἐξαποστείλατε δὴ ταύτην ἀπ’ ἐμοῦ ἔξω καὶ ἀπόκλεισον τὴν θύραν ὀπίσω αὐτῆς.
[17] And he called his servant who had charge of the house, and said to him, Put now this woman out from me, and shut the door after her.
[18] καὶ ἐπ’ αὐτῆς ἦν χιτὼν καρπωτός, ὅτι οὕτως ἐνεδιδύσκοντο αἱ θυγατέρες τοῦ βασιλέως αἱ παρθένοι τοὺς ἐπενδύτας αὐτῶν· καὶ ἐξήγαγεν αὐτὴν ὁ λειτουργὸς αὐτοῦ ἔξω καὶ ἀπέκλεισεν τὴν θύραν ὀπίσω αὐτῆς·
[18] And she had on her a variegated robe, for so were the king’s daughters that were virgins attired in their apparel: and his servant led her forth, and shut the door after her.
[19] καὶ ἔλαβεν Θημαρ σποδὸν καὶ ἐπέθηκεν ἐπὶ τὴν κεφαλὴν αὐτῆς καὶ τὸν χιτῶνα τὸν καρπωτὸν τὸν ἐπ’ αὐτῆς διέρρηξεν καὶ ἐπέθηκεν τὰς χεῖρας αὐτῆς ἐπὶ τὴν κεφαλὴν αὐτῆς καὶ ἐπορεύθη πορευομένη καὶ κράζουσα.
[19] And Themar took ashes, and put them on her head; and she rent the variegated garment that was upon her: and she laid her hands on her head, and went crying continually.
[20] καὶ εἶπεν πρὸς αὐτὴν Αβεσσαλωμ ὁ ἀδελφὸς αὐτῆς Μὴ Αμνων ὁ ἀδελφός σου ἐγένετο μετὰ σοῦ; καὶ νῦν, ἀδελφή μου, κώφευσον, ὅτι ἀδελφός σού ἐστιν· μὴ θῇς τὴν καρδίαν σου τοῦ λαλῆσαι εἰς τὸ ῥῆμα τοῦτο. καὶ ἐκάθισεν Θημαρ χηρεύουσα ἐν οἴκῳ Αβεσσαλωμ τοῦ ἀδελφοῦ αὐτῆς.
[20] And Abessalom her brother said to her, Has thy brother Amnon been with thee? now then, my sister, be silent, for he is thy brother: be not
careful to mention this matter. So Themar dwelt as a widow in the house of her brother Abessalom.
[21] καὶ ἤκουσεν ὁ βασιλεὺς Δαυιδ πάντας τοὺς λόγους τούτους καὶ ἐθυμώθη σφόδρα· καὶ οὐκ ἐλύπησεν τὸ πνεῦμα Αμνων τοῦ υἱοῦ αὐτοῦ, ὅτι ἠγάπα αὐτόν, ὅτι πρωτότοκος αὐτοῦ ἦν.
[21] And king David heard of all these things, and was very angry; but he did not grieve the spirit of his son Amnon, because be loved him, for he was his first-born.
[22] καὶ οὐκ ἐλάλησεν Αβεσσαλωμ μετὰ Αμνων ἀπὸ πονηροῦ ἕως ἀγαθοῦ, ὅτι ἐμίσει Αβεσσαλωμ τὸν Αμνων ἐπὶ λόγου οὗ ἐταπείνωσεν Θημαρ τὴν ἀδελφὴν αὐτοῦ.
[22] And Abessalom spoke not to Amnon, good or bad, because Abessalom hated Amnon, on account of his humbling his sister Themar.
[23] Καὶ ἐγένετο εἰς διετηρίδα ἡμερῶν καὶ ἦσαν κείροντες τῷ Αβεσσαλωμ ἐν Βελασωρ τῇ ἐχόμενα Εφραιμ, καὶ ἐκάλεσεν Αβεσσαλωμ πάντας τοὺς υἱοὺς τοῦ βασιλέως.
[23] And it came to pass at the end of two whole years, that they were shearing sheep for Abessalom in Belasor near Ephraim: and Abessalom invited all the king’s sons.
[24] καὶ ἦλθεν Αβεσσαλωμ πρὸς τὸν βασιλέα καὶ εἶπεν Ἰδοὺ δὴ κείρουσιν τῷ δούλῳ σου, πορευθήτω δὴ ὁ βασιλεὺς καὶ οἱ παῖδες αὐτοῦ μετὰ τοῦ δούλου σου.
[24] And Abessalom came to the king, and said, Behold, thy servant has a sheep-shearing; let now the king and his servants go with thy servant.
[25] καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Αβεσσαλωμ Μὴ δή, υἱέ μου, μὴ πορευθῶμεν πάντες ἡμεῖς, καὶ οὐ μὴ καταβαρυνθῶμεν ἐπὶ σέ. καὶ ἐβιάσατο αὐτόν, καὶ οὐκ ἠθέλησεν τοῦ πορευθῆναι καὶ εὐλόγησεν αὐτόν.
Delphi Septuagint Page 762