[28] δότε τῷ κυρίῳ, πατριαὶ τῶν ἐθνῶν, δότε τῷ κυρίῳ δόξαν καὶ ἰσχύν·
[28] Give to the Lord, ye families of the nations, give to the Lord glory and strength.
[29] δότε τῷ κυρίῳ δόξαν ὀνόματος αὐτοῦ, λάβετε δῶρα καὶ ἐνέγκατε κατὰ πρόσωπον αὐτοῦ καὶ προσκυνήσατε τῷ κυρίῳ ἐν αὐλαῖς ἁγίαις αὐτοῦ.
[29] Give to the Lord the glory belonging to his name: take gifts and offer them before him; and worship the Lord in his holy courts.
[30] φοβηθήτω ἀπὸ προσώπου αὐτοῦ πᾶσα ἡ γῆ, κατορθωθήτω ἡ γῆ καὶ μὴ σαλευθήτω·
[30] Let the whole earth fear before him; let the earth be established, and not be moved.
[31] εὐφρανθήτω ὁ οὐρανός, καὶ ἀγαλλιάσθω ἡ γῆ, καὶ εἰπάτωσαν ἐν τοῖς ἔθνεσιν Κύριος βασιλεύων.
[31] Let the heavens rejoice, and let the earth exult; and let them say among the nations, The Lord reigns.
[32] βομβήσει ἡ θάλασσα σὺν τῷ πληρώματι καὶ ξύλον ἀγροῦ καὶ πάντα τὰ ἐν αὐτῷ·
[32] The sea with its fullness shall resound and the tree of the field, and all things in it.
[33] τότε εὐφρανθήσεται τὰ ξύλα τοῦ δρυμοῦ ἀπὸ προσώπου κυρίου, ὅτι ἦλθεν κρῖναι τὴν γῆν.
[33] Then shall the trees of the wood rejoice before the Lord, for he is come to judge the earth.
[34] ἐξομολογεῖσθε τῷ κυρίῳ, ὅτι ἀγαθόν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
[34] Give thanks to the Lord, for it is good, for his mercy is for ever.
[35] καὶ εἴπατε Σῶσον ἡμᾶς, ὁ θεὸς τῆς σωτηρίας ἡμῶν, καὶ ἐξελοῦ ἡμᾶς ἐκ τῶν ἐθνῶν τοῦ αἰνεῖν τὸ ὄνομα τὸ ἅγιόν σου καὶ καυχᾶσθαι ἐν ταῖς αἰνέσεσίν σου.
[35] And say ye, Save us, O God of our salvation, and gather us, and rescue us from among the heathen, that we may praise thy holy name, and glory in thy praises.
[36] εὐλογημένος κύριος ὁ θεὸς Ισραηλ ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος· καὶ ἐρεῖ πᾶς ὁ λαός Αμην. καὶ ᾔνεσαν τῷ κυρίῳ.
[36] Blessed be the Lord God of Israel from everlasting and to everlasting:
And all the people shall say, Amen. So they praised the Lord.
[37] Καὶ κατέλιπον ἐκεῖ ἔναντι τῆς κιβωτοῦ διαθήκης κυρίου τὸν Ασαφ καὶ τοὺς ἀδελφοὺς αὐτοῦ τοῦ λειτουργεῖν ἐναντίον τῆς κιβωτοῦ διὰ παντὸς τὸ τῆς ἡμέρας εἰς ἡμέραν·
[37] And they left there Asaph and his brethren before the ark of the covenant of the Lord, to minister before the ark continually, according to the service of each day: from day to day.
[38] καὶ Αβδεδομ καὶ οἱ ἀδελφοὶ αὐτοῦ, ἑξήκοντα καὶ ὀκτώ, καὶ Αβδεδομ υἱὸς Ιδιθων καὶ Οσσα εἰς πυλωρούς.
[38] And Abdedom and his brethren were sixty and eight; and Abdedom the son of Idithun, and Osa, were to be door-keepers.
[39] καὶ τὸν Σαδωκ τὸν ἱερέα καὶ τοὺς ἀδελφοὺς αὐτοῦ τοὺς ἱερεῖς ἐναντίον σκηνῆς κυρίου ἐν Βαμα τῇ ἐν Γαβαων
[39] And they appointed Sadoc the priest, and his brethren the priests, before the tabernacle of the Lord in the high place in Gabaon,
[40] τοῦ ἀναφέρειν ὁλοκαυτώματα τῷ κυρίῳ ἐπὶ τοῦ θυσιαστηρίου τῶν ὁλοκαυτωμάτων διὰ παντὸς τὸ πρωῒ καὶ τὸ ἑσπέρας καὶ κατὰ πάντα τὰ γεγραμμένα ἐν νόμῳ κυρίου, ὅσα ἐνετείλατο ἐφ’ υἱοῖς Ισραηλ ἐν χειρὶ Μωυσῆ τοῦ θεράποντος τοῦ θεοῦ·
[40] to offer up whole-burnt-offerings continually morning and evening, and according to all things written in the law of the Lord, which he commanded the children of Israel by Moses the servant of God.
[41] καὶ μετ’ αὐτοῦ Αιμαν καὶ Ιδιθων καὶ οἱ λοιποὶ ἐκλεγέντες ἐπ’ ὀνόματος τοῦ αἰνεῖν τὸν κύριον, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ,
[41] And with him were Æman and Idithun, and the rest chosen out by name to praise the Lord, for his mercy endures for ever.
[42] καὶ μετ’ αὐτῶν σάλπιγγες καὶ κύμβαλα τοῦ ἀναφωνεῖν καὶ ὄργανα τῶν ᾠδῶν τοῦ θεοῦ, υἱοὶ Ιδιθων εἰς τὴν πύλην.
[42] And with them there were trumpets and cymbals to sound aloud, and musical instruments for the songs of God: and the sons of Idithun were at the gate.
[43] Καὶ ἐπορεύθη ἅπας ὁ λαὸς ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ, καὶ ἐπέστρεψεν Δαυιδ τοῦ εὐλογῆσαι τὸν οἶκον αὐτοῦ.
[43] And all the people went every one to his home: and David returned to bless his house.
CHAPTER 17
[1] Καὶ ἐγένετο ὡς κατῴκησεν Δαυιδ ἐν οἴκῳ αὐτοῦ, καὶ εἶπεν Δαυιδ πρὸς Ναθαν τὸν προφήτην Ἰδοὺ ἐγὼ κατοικῶ ἐν οἴκῳ κεδρίνῳ, καὶ ἡ κιβωτὸς διαθήκης κυρίου ὑποκάτω δέρρεων.
[1] And it came to pass as David dwelt in his house, that David said to Nathan the prophet, Behold, I dwell in a house of cedar, but the ark of the covenant of the Lord is under curtains of skins.
[2] καὶ εἶπεν Ναθαν πρὸς Δαυιδ Πᾶν τὸ ἐν τῇ ψυχῇ σου ποίει, ὅτι ὁ θεὸς μετὰ σοῦ. –
[2] And Nathan said to David, Do all that is in thy heart; for God is with thee.
[3] καὶ ἐγένετο ἐν τῇ νυκτὶ ἐκείνῃ καὶ ἐγένετο λόγος κυρίου πρὸς Ναθαν λέγων
[3] And it came to pass in that night, that the word of the Lord came to Nathan, saying,
[4] Πορεύου καὶ εἰπὸν πρὸς Δαυιδ τὸν παῖδά μου Οὕτως εἶπεν κύριος Οὐ σὺ οἰκοδομήσεις μοι οἶκον τοῦ κατοικῆσαί με ἐν αὐτῷ·
[4] Go and say to David my servant, Thus said the Lord, Thou shalt not build me a house for me to dwell in it.
[5] ὅτι οὐ κατῴκησα ἐν οἴκῳ ἀπὸ τῆς ἡμέρας, ἧς ἀνήγαγον τὸν Ισραηλ, ἕως τῆς ἡμέρας ταύτης καὶ ἤμην ἐν σκηνῇ καὶ ἐν καταλύματι.
[5] For I have not dwelt in a house from the day that I brought up Israel until this day, but I have been in a tabernacle and a tent,
[6] ἐν πᾶσιν οἷς διῆλθον ἐν παντὶ Ισραηλ, εἰ λαλῶν ἐλάλησα πρὸς μίαν φυλὴν Ισραηλ τοῦ ποιμαίνειν τὸν λαόν μου λέγων ὅτι Οὐκ ᾠκοδομήκατέ μοι οἶκον κέδρινον.
[6] in all places through which I have gone with all Israel: did I ever speak to any one tribe of Israel whom I commanded to feed my people, saying, Why is it that ye have not built me a house of cedar?
[7] καὶ νῦν οὕτως ἐρεῖς τῷ δούλῳ μου Δαυιδ Τάδε λέγει κύριος παντοκράτωρ Ἔλαβόν σε ἐκ τῆς μάνδρας ἐξόπισθεν τῶν ποιμνίων τοῦ εἶνα�
� εἰς ἡγούμενον ἐπὶ τὸν λαόν μου Ισραηλ·
[7] And now thus shalt thou say to my servant David, Thus saith the Lord Almighty, I took thee from the sheepfold, from following the flocks, to be a ruler over my people Israel:
[8] καὶ ἤμην μετὰ σοῦ ἐν πᾶσιν, οἷς ἐπορεύθης, καὶ ἐξωλέθρευσα πάντας τοὺς ἐχθρούς σου ἀπὸ προσώπου σου καὶ ἐποίησά σοι ὄνομα κατὰ τὸ ὄνομα τῶν μεγάλων τῶν ἐπὶ τῆς γῆς.
[8] and I was with thee in all places whither thou wentest, and I destroyed all thine enemies from before thee, and I made for thee a name according to the name of the great ones that are upon the earth.
[9] καὶ θήσομαι τόπον τῷ λαῷ μου Ισραηλ καὶ καταφυτεύσω αὐτόν, καὶ κατασκηνώσει καθ’ ἑαυτὸν καὶ οὐ μεριμνήσει ἔτι, καὶ οὐ προσθήσει ἀδικία τοῦ ταπεινῶσαι αὐτὸν καθὼς ἀπ’ ἀρχῆς.
[9] And I will appoint a place for my people Israel, and I will plant him, and he shall dwell by himself, and shall no longer be anxious; and the son of iniquity shall no longer afflict him, as at the beginning,
[10] καὶ ἀφ’ ἡμερῶν, ὧν ἔταξα κριτὰς ἐπὶ τὸν λαόν μου Ισραηλ, καὶ ἐταπείνωσα ἅπαντας τοὺς ἐχθρούς σου· καὶ αὐξήσω σε, καὶ οἶκον οἰκοδομήσει σοι κύριος.
[10] and from the days when I appointed judges over my people Israel. Also I have humbled all thine enemies, and I will increase thee, and the Lord will build thee a house.
[11] καὶ ἔσται ὅταν πληρωθῶσιν αἱ ἡμέραι σου καὶ κοιμηθήσῃ μετὰ τῶν πατέρων σου, καὶ ἀναστήσω τὸ σπέρμα σου μετὰ σέ, ὃς ἔσται ἐκ τῆς κοιλίας σου, καὶ ἑτοιμάσω τὴν βασιλείαν αὐτοῦ·
[11] And it shall come to pass when thy days shall be fulfilled, and thou shalt sleep with thy fathers, that I will raise up thy seed after thee, which shall be of thy bowels, and I will establish his kingdom.
[12] αὐτὸς οἰκοδομήσει μοι οἶκον, καὶ ἀνορθώσω τὸν θρόνον αὐτοῦ ἕως αἰῶνος.
[12] He shall build me a house, and I will set up his throne for ever.
[13] ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν· καὶ τὸ ἔλεός μου οὐκ ἀποστήσω ἀπ’ αὐτοῦ ὡς ἀπέστησα ἀπὸ τῶν ὄντων ἔμπροσθέν σου.
[13] I will be to him a father, and he shall be to me a son: and my mercy will I not withdraw from him, as I withdrew it from them that were before thee.
[14] καὶ πιστώσω αὐτὸν ἐν οἴκῳ μου καὶ ἐν βασιλείᾳ αὐτοῦ ἕως αἰῶνος, καὶ ὁ θρόνος αὐτοῦ ἔσται ἀνωρθωμένος ἕως αἰῶνος.
[14] And I will establish him in my house and in his kingdom for ever; and his throne shall be set up for ever.
[15] κατὰ πάντας τοὺς λόγους τούτους καὶ κατὰ πᾶσαν τὴν ὅρασιν ταύτην, οὕτως ἐλάλησεν Ναθαν πρὸς Δαυιδ. –
[15] According to all these words, and according to all this vision, so spoke Nathan to David.
[16] καὶ ἦλθεν ὁ βασιλεὺς Δαυιδ καὶ ἐκάθισεν ἀπέναντι κυρίου καὶ εἶπεν Τίς εἰμι ἐγώ, κύριε ὁ θεός, καὶ τίς ὁ οἶκός μου, ὅτι ἠγάπησάς με ἕως αἰῶνος;
[16] And king David came and sat before the Lord, and said, Who am I, O Lord God? and what is my house, that thou hast loved me for ever?
[17] καὶ ἐσμικρύνθη ταῦτα ἐνώπιόν σου, ὁ θεός, καὶ ἐλάλησας ἐπὶ τὸν οἶκον τοῦ παιδός σου ἐκ μακρῶν καὶ ἐπεῖδές με ὡς ὅρασις ἀνθρώπου καὶ ὕψωσάς με, κύριε ὁ θεός.
[17] And these things were little in thy sight, O God: thou hast also spoken concerning the house of thy servant for a long time to come, and thou hast looked upon me as a man looks upon his fellow, and hast exalted me, O Lord God.
[18] τί προσθήσει ἔτι Δαυιδ πρὸς σὲ τοῦ δοξάσαι; καὶ σὺ τὸν δοῦλόν σου οἶδας.
[18] What shall David do more toward thee to glorify thee? and thou knowest thy servant.
[19] καὶ κατὰ τὴν καρδίαν σου ἐποίησας τὴν πᾶσαν μεγαλωσύνην.
[19] And thou hast wrought all this greatness according to thine heart.
[20] κύριε, οὐκ ἔστιν ὅμοιός σοι, καὶ οὐκ ἔστιν πλὴν σοῦ κατὰ πάντα, ὅσα ἠκούσαμεν ἐν ὠσὶν ἡμῶν.
[20] O Lord, there is none like thee, and there is no God beside thee, according to all things which we have heard with our ears.
[21] καὶ οὐκ ἔστιν ὡς ὁ λαός σου Ισραηλ ἔθνος ἔτι ἐπὶ τῆς γῆς, ὡς ὡδήγησεν αὐτὸν ὁ θεὸς τοῦ λυτρώσασθαι ἑαυτῷ λαὸν τοῦ θέσθαι ἑαυτῷ ὄνομα μέγα καὶ ἐπιφανὲς τοῦ ἐκβαλεῖν ἀπὸ προσώπου λαοῦ σου, οὓς ἐλυτρώσω ἐξ Αἰγύπτου, ἔθνη.
[21] Neither is there another nation upon the earth such as thy people Israel, whereas God led him in the way, to redeem a people for himself, to make for himself a great and glorious name, to cast out nations from before thy people, whom thou redeemedst out of Egypt.
[22] καὶ ἔδωκας τὸν λαόν σου Ισραηλ σεαυτῷ λαὸν ἕως αἰῶνος, καὶ σύ, κύριε, αὐτοῖς εἰς θεόν.
[22] And thou hast appointed thy people Israel as a people to thyself for ever; and thou, Lord, didst become a God to them.
[23] καὶ νῦν, κύριε, ὁ λόγος σου, ὃν ἐλάλησας πρὸς τὸν παῖδά σου καὶ ἐπὶ τὸν οἶκον αὐτοῦ, πιστωθήτω ἕως αἰῶνος
[23] And now, Lord, let the word which thou spokest to thy servant, and concerning his house, be confirmed for ever, and do thou as thou hast spoken.
[24] λεγόντων Κύριε κύριε παντοκράτωρ θεὸς Ισραηλ, καὶ ὁ οἶκος Δαυιδ παιδός σου ἀνωρθωμένος ἐναντίον σου.
[24] And let thy name be established and magnified for ever, men saying, Lord, Lord, Almighty God of Israel: and let the house of thy servant David be established before thee.
[25] ὅτι σύ, κύριε, ἤνοιξας τὸ οὖς τοῦ παιδός σου τοῦ οἰκοδομῆσαι αὐτῷ οἶκον· διὰ τοῦτο εὗρεν ὁ παῖς σου τοῦ προσεύξασθαι κατὰ πρόσωπόν σου.
[25] For thou, O Lord my God, hast revealed to the ear of thy servant that thou wilt build him a house; therefore thy servant has found a willingness to pray before thee.
[26] καὶ νῦν, κύριε, σὺ εἶ αὐτὸς ὁ θεὸς καὶ ἐλάλησας ἐπὶ τὸν δοῦλόν σου τὰ ἀγαθὰ ταῦτα·
[26] And now, Lord, thou thyself art God, and thou hast spoken these good things concerning thy servant.
[27] καὶ νῦν ἤρξω τοῦ εὐλογῆσαι τὸν οἶκον τοῦ παιδός σου τοῦ εἶναι εἰς τὸν αἰῶνα ἐναντίον σου· ὅτι σύ, κύριε, εὐλόγησας, καὶ εὐλόγησον εἰς τὸν αἰῶνα.
[27] And now thou hast begun to bless the house of thy servant, so that it should continue for ever before thee: for thou, Lord, hast ble
ssed it, and do thou bless it for ever.
CHAPTER 18
[1] Καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἐπάταξεν Δαυιδ τοὺς ἀλλοφύλους καὶ ἐτροπώσατο αὐτοὺς καὶ ἔλαβεν τὴν Γεθ καὶ τὰς κώμας αὐτῆς ἐκ χειρὸς ἀλλοφύλων.
[1] And it came to pass afterwards, that David smote the Philistines, and routed them, and took Geth and its villages out of the hand of the Philistines.
[2] καὶ ἐπάταξεν τὴν Μωαβ, καὶ ἦσαν Μωαβ παῖδες τῷ Δαυιδ φέροντες δῶρα.
[2] And he smote Moab; and the Moabites became servants to David, and tributaries.
[3] καὶ ἐπάταξεν Δαυιδ τὸν Αδρααζαρ βασιλέα Σουβα Ημαθ πορευομένου αὐτοῦ ἐπιστῆσαι χεῖρα αὐτοῦ ἐπὶ ποταμὸν Εὐφράτην.
[3] And David smote Adraazar king of Suba of Emath, as he was going to establish power toward the river Euphrates.
[4] καὶ προκατελάβετο Δαυιδ αὐτῶν χίλια ἅρματα καὶ ἑπτὰ χιλιάδας ἵππων καὶ εἴκοσι χιλιάδας ἀνδρῶν πεζῶν· καὶ παρέλυσεν Δαυιδ πάντα τὰ ἅρματα καὶ ὑπελίπετο ἐξ αὐτῶν ἑκατὸν ἅρματα.
[4] And David took of them a thousand chariots, and seven thousand horsemen, and twenty thousand infantry: and David houghed all the chariot horses, but there were reserved of them a hundred chariots.
[5] καὶ ἦλθεν Σύρος ἐκ Δαμασκοῦ βοηθῆσαι Αδρααζαρ βασιλεῖ Σουβα, καὶ ἐπάταξεν Δαυιδ ἐν τῷ Σύρῳ εἴκοσι καὶ δύο χιλιάδας ἀνδρῶν.
[5] And the Syrian came from Damascus to help Adraazar king of Suba; and David smote of the Syrian army twenty and two thousand men.
[6] καὶ ἔθετο Δαυιδ φρουρὰν ἐν Συρίᾳ τῇ κατὰ Δαμασκόν, καὶ ἦσαν τῷ Δαυιδ εἰς παῖδας φέροντας δῶρα. καὶ ἔσῳζεν κύριος τὸν Δαυιδ ἐν πᾶσιν, οἷς ἐπορεύετο.
Delphi Septuagint Page 822