[19] αὗται αἱ διαιρέσεις τῶν πυλωρῶν τοῖς υἱοῖς Κορε καὶ τοῖς υἱοῖς Μεραρι.
[19] These are the divisions of the porters for the sons of Core, and to the sons of Merari.
[20] Καὶ οἱ Λευῖται ἀδελφοὶ αὐτῶν ἐπὶ τῶν θησαυρῶν οἴκου κυρίου καὶ ἐπὶ τῶν θησαυρῶν τῶν καθηγιασμένων·
[20] And the Levites their brethren were over the treasures of the house of the Lord, and over the treasures of the hallowed things.
[21] υἱοὶ Λαδαν υἱοὶ τῷ Γηρσωνι τῷ Λαδαν, ἄρχοντες πατριῶν τῷ Λαδαν τῷ Γηρσωνι Ιιηλ.
[21] These were the sons of Ladan, the sons of the Gersonite: to Ladan belonged the heads of the families: the son of Ladan the Gersonite was Jeiel.
[22] καὶ υἱοὶ Ιιηλ Ζεθομ καὶ Ιωηλ οἱ ἀδελφοὶ ἐπὶ τῶν θησαυρῶν οἴκου κυρίου.
[22] The sons of Jeiel were Zethom, and Joel; brethren who were over the treasures of the house of the Lord.
[23] τῷ Αμβραμ καὶ Ισσααρ Χεβρων καὶ Οζιηλ·
[23] To Ambram and Issaar belonged Chebron, and Oziel.
[24] καὶ Σουβαηλ ὁ τοῦ Γηρσαμ τοῦ Μωυσῆ ἡγούμενος ἐπὶ τῶν θησαυρῶν.
[24] And Subael the son of Gersam, the son of Moses, was over the treasures.
[25] καὶ τῷ ἀδελφῷ αὐτοῦ τῷ Ελιεζερ Ρααβιας υἱὸς καὶ Ιωσαιας καὶ Ιωραμ καὶ Ζεχρι καὶ Σαλωμωθ.
[25] And Rabias was son to his brother Eliezer, and so was Josias, and Joram, and Zechri, and Salomoth.
[26] αὐτὸς Σαλωμωθ καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἐπὶ πάντων τῶν θησαυρῶν τῶν ἁγίων, οὓς ἡγίασεν Δαυιδ ὁ βασιλεὺς καὶ οἱ ἄρχοντες τῶν πατριῶν, χιλίαρχοι καὶ ἑκατόνταρχοι καὶ ἀρχηγοὶ τῆς δυνάμεως,
[26] This Salomoth and his brethren were over all the sacred treasures, which David the king and the heads of families consecrated, and the captains of thousands and captains of hundreds, and princes of the host,
[27] ἃ ἔλαβεν ἐκ τῶν πολέμων καὶ ἐκ τῶν λαφύρων καὶ ἡγίασεν ἀπ’ αὐτῶν τοῦ μὴ καθυστερῆσαι τὴν οἰκοδομὴν τοῦ οἴκου τοῦ θεοῦ,
[27] things which he took out of cities and from the spoils, and consecrated some of them, so that the building of the house of God should not want supplies;
[28] καὶ ἐπὶ πάντων τῶν ἁγίων Σαμουηλ τοῦ προφήτου καὶ Σαουλ τοῦ Κις καὶ Αβεννηρ τοῦ Νηρ καὶ Ιωαβ τοῦ Σαρουια· πᾶν, ὃ ἡγίασαν, διὰ χειρὸς Σαλωμωθ καὶ τῶν ἀδελφῶν αὐτοῦ.
[28] and over all the holy things of God dedicated by Samuel the prophet, and Saul the son of Kis, and Abenner the son of Ner, and Joab the son of Saruia, whatsoever they sanctified was by the hand of Salomoth and his brethren.
[29] Τῷ Ισσαρι Χωνενια καὶ υἱοὶ αὐτοῦ τῆς ἐργασίας τῆς ἔξω ἐπὶ τὸν Ισραηλ τοῦ γραμματεύειν καὶ διακρίνειν.
[29] For the Issaarites, Chonenia, and his sons were over the outward ministration over Israel, to record and to judge.
[30] τῷ Χεβρωνι Ασαβιας καὶ οἱ ἀδελφοὶ αὐτοῦ υἱοὶ δυνατοί, χίλιοι καὶ ἑπτακόσιοι ἐπὶ τῆς ἐπισκέψεως τοῦ Ισραηλ πέραν τοῦ Ιορδάνου πρὸς δυσμαῖς εἰς πᾶσαν λειτουργίαν κυρίου καὶ ἐργασίαν τοῦ βασιλέως.
[30] For the Chebronites, Asabias and his brethren, a thousand and seven hundred mighty men, were over the charge of Israel beyond Jordan westward, for all the service of the Lord and work of the king.
[31] τοῦ Χεβρωνι· Ιουδιας ὁ ἄρχων τῶν Χεβρωνι κατὰ γενέσεις αὐτῶν κατὰ πατριάς· ἐν τῷ τεσσαρακοστῷ ἔτει τῆς βασιλείας αὐτοῦ ἐπεσκέπησαν, καὶ εὑρέθη ἀνὴρ δυνατὸς ἐν αὐτοῖς ἐν Ιαζηρ τῆς Γαλααδίτιδος,
[31] Of the family of Chebron Urias was chief, even of the Chebronites according to their generations, according to their families. In the fortieth year of his reign they were numbered, and there were found mighty men among them in Jazer of Galaad.
[32] καὶ οἱ ἀδελφοὶ αὐτοῦ, υἱοὶ δυνατοί, δισχίλιοι ἑπτακόσιοι ἄρχοντες πατριῶν· καὶ κατέστησεν αὐτοὺς Δαυιδ ὁ βασιλεὺς ἐπὶ τοῦ Ρουβηνι καὶ Γαδδι καὶ ἡμίσους φυλῆς Μανασση εἰς πᾶν πρόσταγμα κυρίου καὶ λόγον βασιλέως.
[32] And his brethren were two thousand seven hundred mighty men, chiefs of their families, and king David set them over the Rubenites, and the Gaddites, and the half-tribe of Manasse, for every ordinance of the Lord, and business of the king.
CHAPTER 27
[1] Καὶ υἱοὶ Ισραηλ κατ’ ἀριθμὸν αὐτῶν, ἄρχοντες τῶν πατριῶν, χιλίαρχοι καὶ ἑκατόνταρχοι καὶ γραμματεῖς οἱ λειτουργοῦντες τῷ λαῷ καὶ εἰς πᾶν λόγον τοῦ βασιλέως κατὰ διαιρέσεις, εἰς πᾶν λόγον τοῦ εἰσπορευομένου καὶ ἐκπορευομένου μῆνα ἐκ μηνὸς εἰς πάντας τοὺς μῆνας τοῦ ἐνιαυτοῦ, διαίρεσις μία εἴκοσι καὶ τέσσαρες χιλιάδες.
[1] Now the sons of Israel according to their number, heads of families, captains of thousands and captains of hundreds, and scribes ministering to the king, and for every affair of the king according to their divisions, for every ordinance of coming in and going out monthly, for all the months of the year, one division of them was twenty-four thousand.
[2] καὶ ἐπὶ τῆς διαιρέσεως τῆς πρώτης τοῦ μηνὸς τοῦ πρώτου Ιεσβοαμ ὁ τοῦ Ζαβδιηλ, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ εἴκοσι καὶ τέσσαρες χιλιάδες·
[2] And over the first division of the first month was Isboaz the son of Zabdiel: in his division were twenty-four thousand.
[3] ἀπὸ τῶν υἱῶν Φαρες ἄρχων πάντων τῶν ἀρχόντων τῆς δυνάμεως τοῦ μηνὸς τοῦ πρώτου.
[3] Of the sons of Tharez one was chief of all the captains of the host for the first month.
[4] καὶ ἐπὶ τῆς διαιρέσεως τοῦ μηνὸς τοῦ δευτέρου Δωδια ὁ Εχωχι, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ εἴκοσι καὶ τέσσαρες χιλιάδες, ἄρχοντες δυνάμεως.
[4] And over the division of the second month was Dodia the son of Ecchoc, and over his division was Makelloth also chief: and in his division were twenty and four thousand, chief men of the host.
[5] ὁ τρίτος τὸν μῆνα τὸν τρίτον Βαναιας ὁ τοῦ Ιωδαε ὁ ἱερεὺς ὁ ἄρχων, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ τέσσαρες καὶ εἴκοσι χιλιάδες·
[5] The third for the third month was Banaias the son of Jodae the chief priest: and in his division were twenty and four thousand.
[6] αὐτὸς Βαναιας δυνατώτερος τῶν τριάκοντα καὶ ἐπὶ τῶν τριάκοντα, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ Αμιζαβαθ υἱὸς αὐτοῦ.
[6] This Banaeas was more mighty than the thirty, and over the thirty: and Zabad his son was over his division.
[7] ὁ τέταρτος εἰς τὸν μῆνα τὸν τέταρτον Ασαηλ ὁ ἀδελφὸς Ιωαβ καὶ Ζαβδιας ὁ υἱὸς αὐτοῦ καὶ οἱ ἀδελφοί, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ τέσσαρες καὶ εἴκοσι χιλιάδες.
[7] The fourth for the fourth month was Asael the brother of Joab, and Zabadias his son, and his brethren: and in his division were twenty and four thousand.
[8] ὁ πέμπτος τῷ μηνὶ τῷ πέμπτῳ ὁ ἡγούμενος Σαμαωθ ὁ Ιεσραε, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ εἴκοσι τέσσαρες χιλιάδες.
[8] The fifth chief for the fifth month was Samaoth the Jezraite: and in his division were twenty and four thousand.
[9] ὁ ἕκτος τῷ μηνὶ τῷ ἕκτῳ Οδουιας ὁ τοῦ Εκκης ὁ Θεκωίτης, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ τέσσαρες καὶ εἴκοσι χιλιάδες.
[9] The sixth for the sixth month was Hoduias the son of Ekkes the Thecoite: and in his division were twenty and four thousand.
[10] ὁ ἕβδομος τῷ μηνὶ τῷ ἑβδόμῳ Χελλης ὁ ἐκ Φαλλους ἀπὸ τῶν υἱῶν Εφραιμ, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ τέσσαρες καὶ εἴκοσι χιλιάδες.
[10] The seventh for the seventh month was Chelles of Phallus of the children of Ephraim: and in his division were twenty and four thousand.
[11] ὁ ὄγδοος τῷ μηνὶ τῷ ὀγδόῳ Σοβοχαι ὁ Ισαθι τῷ Ζαραι, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ τέσσαρες καὶ εἴκοσι χιλιάδες.
[11] The eighth for the eighth month was Sobochai the Usathite, belonging to Zarai: and in his division were twenty and four thousand.
[12] ὁ ἔνατος τῷ μηνὶ τῷ ἐνάτῳ Αβιεζερ ὁ ἐξ Αναθωθ ἐκ γῆς Βενιαμιν, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ τέσσαρες καὶ εἴκοσι χιλιάδες.
[12] The ninth for the ninth month was Abiezer of Anathoth, of the land of Benjamin: and in his division were twenty and four thousand.
[13] ὁ δέκατος τῷ μηνὶ τῷ δεκάτῳ Μεηρα ὁ ἐκ Νετουφατ τῷ Ζαραι, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ τέσσαρες καὶ εἴκοσι χιλιάδες.
[13] The tenth for the tenth month was Meera the Netophathite, belonging to Zarai: and in his division were twenty and four thousand.
[14] ὁ ἑνδέκατος τῷ μηνὶ τῷ ἑνδεκάτῳ Βαναιας ὁ ἐκ Φαραθων τῶν υἱῶν Εφραιμ, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ τέσσαρες καὶ εἴκοσι χιλιάδες.
[14] The eleventh for the eleventh month was Banaias of Pharathon, of the sons of Ephraim: and in his division were twenty and four thousand.
[15] ὁ δωδέκατος εἰς τὸν μῆνα τὸν δωδέκατον Χολδαι ὁ Νετωφατι τῷ Γοθονιηλ, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ τέσσαρες καὶ εἴκοσι χιλιάδες.
[15] The twelfth for the twelfth month was Choldia the Netophathite, belonging to Gothoniel: and in his division were twenty and four thousand.
[16] Καὶ ἐπὶ τῶν φυλῶν Ισραηλ· τῷ Ρουβην ἡγούμενος Ελιεζερ ὁ τοῦ Ζεχρι, τῷ Συμεων Σαφατιας ὁ τοῦ Μααχα,
[16] And over the tribes of Israel, the chief for Ruben was Eliezer the son of Zechri: for Symeon, Saphatias the son of Maacha:
[17] τῷ Λευι Ασαβιας ὁ τοῦ Καμουηλ, τῷ Ααρων Σαδωκ,
[17] for Levi, Asabias the son of Camuel: for Aaron, Sadoc:
[18] τῷ Ιουδα Ελιαβ τῶν ἀδελφῶν Δαυιδ, τῷ Ισσαχαρ Αμβρι ὁ τοῦ Μιχαηλ,
[18] for Juda, Eliab of the brethren of David: for Issachar, Ambri the son of Michael:
[19] τῷ Ζαβουλων Σαμαιας ὁ τοῦ Αβδιου, τῷ Νεφθαλι Ιεριμωθ ὁ τοῦ Εσριηλ,
[19] for Zabulon, Samaeas the son of Abdiu: for Nephthali, Jerimoth the son of Oziel:
[20] τῷ Εφραιμ Ωση ὁ τοῦ Οζιου, τῷ ἡμίσει φυλῆς Μανασση Ιωηλ ὁ τοῦ Φαδαια,
[20] for Ephraim, Ose the son of Ozia: for the half-tribe of Manasse, Joel the son of Phadaea:
[21] τῷ ἡμίσει φυλῆς Μανασση τῷ ἐν τῇ Γαλααδ Ιαδδαι ὁ τοῦ Ζαβδιου, τοῖς υἱοῖς Βενιαμιν Ασιηλ ὁ τοῦ Αβεννηρ,
[21] for the half-tribe of Manasse in the land of Galaad, Jadai the son of Zadaeas, for the sons of Benjamin, Jasiel the son of Abenner:
[22] τῷ Δαν Αζαραηλ ὁ τοῦ Ιωραμ. οὗτοι πατριάρχαι τῶν φυλῶν Ισραηλ. –
[22] for Dan, Azariel the son of Iroab: these are the chiefs of the tribes of Israel.
[23] καὶ οὐκ ἔλαβεν Δαυιδ τὸν ἀριθμὸν αὐτῶν ἀπὸ εἰκοσαετοῦς καὶ κάτω, ὅτι κύριος εἶπεν πληθῦναι τὸν Ισραηλ ὡς τοὺς ἀστέρας τοῦ οὐρανοῦ.
[23] But David took not their number from twenty years old and under: because the Lord said that he would multiply Israel as the stars of the heaven.
[24] καὶ Ιωαβ ὁ τοῦ Σαρουια ἤρξατο ἀριθμεῖν ἐν τῷ λαῷ καὶ οὐ συνετέλεσεν, καὶ ἐγένετο ἐν τούτοις ὀργὴ ἐπὶ τὸν Ισραηλ, καὶ οὐ κατεχωρίσθη ὁ ἀριθμὸς ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τοῦ βασιλέως Δαυιδ.
[24] And Joab the son of Saruia began to number the people, and did not finish the work, for there was hereupon wrath on Israel; and the number was not recorded in the book of the chronicles of king David.
[25] Καὶ ἐπὶ τῶν θησαυρῶν τοῦ βασιλέως Ασμωθ ὁ τοῦ Ωδιηλ, καὶ ἐπὶ τῶν θησαυρῶν τῶν ἐν ἀγρῷ καὶ ἐν ταῖς κώμαις καὶ ἐν τοῖς ἐποικίοις καὶ ἐν τοῖς πύργοις Ιωναθαν ὁ τοῦ Οζιου.
[25] And over the king’s treasures was Asmoth the son of Odiel; and over the treasures in the country, and in the towns, and in the villages, and in the towers, was Jonathan the son of Ozia.
[26] ἐπὶ δὲ τῶν γεωργούντων τὴν γῆν τῶν ἐργαζομένων Εσδρι ὁ τοῦ Χολουβ,
[26] And over the husbandmen who tilled the ground was Esdri the son of Chelub.
[27] καὶ ἐπὶ τῶν χωρίων Σεμει ὁ ἐκ Ραμα, καὶ ἐπὶ τῶν θησαυρῶν τῶν ἐν τοῖς χωρίοις τοῦ οἴνου Ζαχρι ὁ τοῦ Σεφνι,
[27] And over the fields was Semei of Rael; and over the treasures of wine in the fields was Zabdi the son of Sephni.
[28] καὶ ἐπὶ τῶν ἐλαιώνων καὶ ἐπὶ τῶν συκαμίνων τῶν ἐν τῇ πεδινῇ Βαλανας ὁ Γεδωρίτης, ἐπὶ δὲ τῶν θησαυρῶν τοῦ ἐλαίου Ιωας.
[28] And over the oliveyards, and over the sycamores in the plain country was Ballanan the Gedorite; and over the stores of oil was Joas.
[29] καὶ ἐπὶ τῶν βοῶν τῶν νομάδων τῶν ἐν τῷ Ασιδων Σατραις ὁ Σαρωνίτης, καὶ ἐπὶ τῶν βοῶν τῶν ἐν τοῖς αὐλῶσιν Σωφατ ὁ τοῦ Αδλι,
[29] And over the oxen pasturing in Saron was Satrai the Saronite; and over the oxen in the valleys was Sophat the son of Adli.
[30]
ἐπὶ δὲ τῶν καμήλων Ωβιλ ὁ Ισμαηλίτης, ἐπὶ δὲ τῶν ὄνων Ιαδιας ὁ ἐκ Μεραθων,
[30] And over the camels was Abias the Ismaelite; and over the asses was Jadias of Merathon.
[31] καὶ ἐπὶ τῶν προβάτων Ιαζιζ ὁ Αγαρίτης. πάντες οὗτοι προστάται ὑπαρχόντων Δαυιδ τοῦ βασιλέως. –
[31] And over the sheep was Jaziz the Agarite. All these were superintendents of the substance of king David.
[32] καὶ Ιωναθαν ὁ πατράδελφος Δαυιδ σύμβουλος, ἄνθρωπος συνετὸς καὶ γραμματεὺς αὐτός, καὶ Ιιηλ ὁ τοῦ Αχαμανι μετὰ τῶν υἱῶν τοῦ βασιλέως,
[32] And Jonathan, David’s uncle by the father’s side, was a counsellor, a wise man: and Jeel the son of Achami was with the king’s sons.
[33] καὶ Αχιτοφελ σύμβουλος τοῦ βασιλέως, καὶ Χουσι πρῶτος φίλος τοῦ βασιλέως,
[33] Achitophel was the king’s counsellor: and Chusi the chief friend of the king.
[34] καὶ μετὰ τοῦτον Αχιτοφελ ἐχόμενος Ιωδαε ὁ τοῦ Βαναιου καὶ Αβιαθαρ, καὶ Ιωαβ ἀρχιστράτηγος τοῦ βασιλέως.
[34] And after this Achitophel Jodae the son of Banaeas came next, and Abiathar: and Joab was the king’s commander-in-chief.
CHAPTER 28
[1] Καὶ ἐξεκκλησίασεν Δαυιδ πάντας τοὺς ἄρχοντας Ισραηλ, ἄρχοντας τῶν κριτῶν καὶ τοὺς ἄρχοντας τῶν ἐφημεριῶν τῶν περὶ τὸ σῶμα τοῦ βασιλέως καὶ ἄρχοντας τῶν χιλιάδων καὶ τῶν ἑκατοντάδων καὶ τοὺς γαζοφύλακας καὶ τοὺς ἐπὶ τῶν ὑπαρχόντων αὐτοῦ καὶ τοὺς δυνάστας καὶ τοὺς μαχητὰς τῆς στρατιᾶς, ἐν Ιερουσαλημ.
Delphi Septuagint Page 827