[9] Did ye not cast out the priests of the Lord, the sons of Aaron, and the Levites, and make to yourselves priests of the people of any other land? whoever came to consecrate himself with a calf of the heard and seven rams, he forthwith became a priest to that which is no god.
[10] καὶ ἡμεῖς κύριον τὸν θεὸν ἡμῶν οὐκ ἐγκατελίπομεν, καὶ οἱ ἱερεῖς αὐτοῦ λειτουργοῦσιν τῷ κυρίῳ οἱ υἱοὶ Ααρων καὶ οἱ Λευῖται ἐν ταῖς ἐφημερίαις αὐτῶν·
[10] But we have not forsaken the Lord our God, and his priests, the sons of Aaron, and the Levites, minister to the Lord; and in their daily courses
[11] θυμιῶσιν τῷ κυρίῳ ὁλοκαυτώματα πρωῒ καὶ δείλης καὶ θυμίαμα συνθέσεως, καὶ προθέσεις ἄρτων ἐπὶ τῆς τραπέζης τῆς καθαρᾶς, καὶ ἡ λυχνία ἡ χρυσῆ καὶ οἱ λυχνοὶ τῆς καύσεως ἀνάψαι δείλης, ὅτι φυλάσσομεν ἡμεῖς τὰς φυλακὰς κυρίου τοῦ θεοῦ τῶν πατέρων ἡμῶν, καὶ ὑμεῖς ἐγκατελίπετε αὐτόν.
[11] they sacrifice to the Lord whole-burnt-offering, morning and evening, and compound incense, and set the shewbread on the pure table; and there is the golden candlestick, and the lamps for burning, to light in the evening: for we keep the charge of the Lord God of our fathers; but ye have forsaken him.
[12] καὶ ἰδοὺ μεθ’ ἡμῶν ἐν ἀρχῇ κύριος καὶ οἱ ἱερεῖς αὐτοῦ καὶ αἱ σάλπιγγες τῆς σημασίας τοῦ σημαίνειν ἐφ’ ὑμᾶς. οἱ υἱοὶ τοῦ Ισραηλ, πολεμήσετε πρὸς κύριον θεὸν τῶν πατέρων ἡμῶν, ὅτι οὐκ εὐοδωθήσεται ὑμῖν. –
[12] And, behold, the Lord and his priests are with us at our head, and the signal trumpets to sound an alarm over us. Children of Israel, fight not against the Lord God of our fathers; for ye shall not prosper.
[13] καὶ Ιεροβοαμ ἀπέστρεψεν τὸ ἔνεδρον ἐλθεῖν αὐτῶν ἐκ τῶν ὄπισθεν· καὶ ἐγένετο ἔμπροσθεν Ιουδα, καὶ τὸ ἔνεδρον ἐκ τῶν ὄπισθεν.
[13] Now Jeroboam had caused an ambush to come round upon him from behind: and he himself was before Juda, and the ambush behind.
[14] καὶ ἀπέστρεψεν Ιουδας, καὶ ἰδοὺ αὐτοῖς ὁ πόλεμος ἐκ τῶν ἔμπροσθεν καὶ ἐκ τῶν ὄπισθεν, καὶ ἐβόησαν πρὸς κύριον, καὶ οἱ ἱερεῖς ἐσάλπισαν ταῖς σάλπιγξιν.
[14] And Juda looked back, and, behold, the battle was against them before and behind: and they cried to the Lord, and the priests sounded with the trumpets.
[15] καὶ ἐβόησαν ἄνδρες Ιουδα, καὶ ἐγένετο ἐν τῷ βοᾶν ἄνδρας Ιουδα καὶ κύριος ἐπάταξεν τὸν Ιεροβοαμ καὶ τὸν Ισραηλ ἐναντίον Αβια καὶ Ιουδα.
[15] And the men of Juda shouted: and it came to pass, when the men of Juda shouted, that the Lord smote Jeroboam and Israel before Abia and Juda.
[16] καὶ ἔφυγον οἱ υἱοὶ Ισραηλ ἀπὸ προσώπου Ιουδα, καὶ παρέδωκεν αὐτοὺς κύριος εἰς τὰς χεῖρας αὐτῶν.
[16] And the children of Israel fled from before Juda; and the Lord delivered them into their hands.
[17] καὶ ἐπάταξεν ἐν αὐτοῖς Αβια καὶ ὁ λαὸς αὐτοῦ πληγὴν μεγάλην, καὶ ἔπεσον τραυματίαι ἀπὸ Ισραηλ πεντακόσιαι χιλιάδες ἄνδρες δυνατοί.
[17] And Abia and his people smote them with a great slaughter: and there fell slain of Israel five hundred thousand mighty men.
[18] καὶ ἐταπεινώθησαν οἱ υἱοὶ Ισραηλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ κατίσχυσαν οἱ υἱοὶ Ιουδα, ὅτι ἤλπισαν ἐπὶ κύριον θεὸν τῶν πατέρων αὐτῶν.
[18] So the children of Israel were brought low in that day, and the children of Juda prevailed, because they trusted on the Lord God of their fathers.
[19] καὶ κατεδίωξεν Αβια ὀπίσω Ιεροβοαμ καὶ προκατελάβετο παρ’ αὐτοῦ πόλεις, τὴν Βαιθηλ καὶ τὰς κώμας αὐτῆς καὶ τὴν Ισανα καὶ τὰς κώμας αὐτῆς καὶ τὴν Εφρων καὶ τὰς κώμας αὐτῆς.
[19] And Abia pursued after Jeroboam, and he took from him the cities, Baethel and her towns, and Jesyna and her towns, and Ephron and her towns.
[20] καὶ οὐκ ἔσχεν ἰσχὺν Ιεροβοαμ ἔτι πάσας τὰς ἡμέρας Αβια, καὶ ἐπάταξεν αὐτὸν κύριος, καὶ ἐτελεύτησεν.
[20] And Jeroboam did not recover strength again all the days of Abia: and the Lord smote him, and he died.
[21] Καὶ κατίσχυσεν Αβια καὶ ἔλαβεν ἑαυτῷ γυναῖκας δέκα τέσσαρας καὶ ἐγέννησεν υἱοὺς εἴκοσι δύο καὶ θυγατέρας δέκα ἕξ.
[21] But Abia strengthened himself, and took to himself fourteen wives, and he begot twenty-two sons, and sixteen daughters.
[22] καὶ οἱ λοιποὶ λόγοι Αβια καὶ αἱ πράξεις αὐτοῦ καὶ οἱ λόγοι αὐτοῦ γεγραμμένοι ἐπὶ βιβλίῳ τοῦ προφήτου Αδδω.
[22] And the rest of the acts of Abia, and his deeds, and his sayings, are written in the book of the prophet Addo.
CHAPTER 14
[23] καὶ ἀπέθανεν Αβια μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἔθαψαν αὐτὸν ἐν πόλει Δαυιδ, καὶ ἐβασίλευσεν Ασα υἱὸς αὐτοῦ ἀντ αὐτοῦ. Ἐν ταῖς ἡμέραις Ασα ἡσύχασεν ἡ γῆ Ιουδα ἔτη δέκα.
[1] And Abia died with his fathers, and they buried him in the city of David; and Asa his son reigned in his stead. In the days of Asa the land of Juda had rest ten years.
[1] καὶ ἐποίησεν τὸ καλὸν καὶ τὸ εὐθὲς ἐνώπιον κυρίου θεοῦ αὐτοῦ.
[2] And he did that which was good and right in the sight of the Lord his God.
[2] καὶ ἀπέστησεν τὰ θυσιαστήρια τῶν ἀλλοτρίων καὶ τὰ ὑψηλὰ καὶ συνέτριψεν τὰς στήλας καὶ ἐξέκοψεν τὰ ἄλση
[3] And he removed the altars of the strange gods, and the high places, and broke the pillars in pieces, and cut down the groves:
[3] καὶ εἶπεν τῷ Ιουδα ἐκζητῆσαι τὸν κύριον θεὸν τῶν πατέρων αὐτῶν καὶ ποιῆσαι τὸν νόμον καὶ τὰς ἐντολάς.
[4] and he told Juda to seek earnestly the Lord God of their fathers, and to perform the law and commandments.
[4] καὶ ἀπέστησεν ἀπὸ πασῶν τῶν πόλεων Ιουδα τὰ θυσιαστήρια καὶ τὰ εἴδωλα. καὶ εἰρήνευσεν·
[5] And he removed from all the cities of Juda the altars and the idols, and established in quietness
[5] πόλεις τειχήρεις ἐν γῇ Ιουδα, ὅτι εἰρήνευσεν ἡ γῆ· καὶ οὐκ ἦν αὐτῷ πόλεμος ἐν τοῖς ἔτεσιν τούτοις, ὅτι κατέπαυσεν αὐτῷ κύριος.
[6] fortified cities in the land of Juda; for the land was quiet, and he had no war in these years; for the Lord gave him rest.
[6] καὶ εἶπεν τῷ Ιουδα Οἰκοδομήσωμεν τὰς πόλεις ταύτας καὶ ποιήσωμεν τείχη κα�
�� πύργους καὶ πύλας καὶ μοχλοὺς ἐν ᾧ τῆς γῆς κυριεύσομεν, ὅτι καθὼς ἐξεζητήσαμεν κύριον θεὸν ἡμῶν, ἐξεζήτησεν ἡμᾶς καὶ κατέπαυσεν ἡμᾶς κυκλόθεν καὶ εὐόδωσεν ἡμῖν.
[7] And he said to Juda, Let us fortify these cities, and make walls, and towers, and gates, and bars: we shall prevail over the land, for as we have sought out the Lord our God, he has sought out us, and has given us rest round about, and prospered us.
[7] καὶ ἐγένετο τῷ Ασα δύναμις ὁπλοφόρων αἰρόντων θυρεοὺς καὶ δόρατα ἐν γῇ Ιουδα τριακόσιαι χιλιάδες καὶ ἐν γῇ Βενιαμιν πελτασταὶ καὶ τοξόται διακόσιαι καὶ πεντήκοντα χιλιάδες, πάντες οὗτοι πολεμισταὶ δυνάμεως.
[8] And Asa had a force of armed men bearing shields and spears in the land of Juda, even three hundred thousand, and in the land of Benjamin two hundred and eighty thousand targeteers and archers: all these were mighty warriors.
[8] Καὶ ἐξῆλθεν ἐπ’ αὐτοὺς Ζαρε ὁ Αἰθίοψ ἐν δυνάμει, ἐν χιλίαις χιλιάσιν καὶ ἅρμασιν τριακοσίοις, καὶ ἦλθεν ἕως Μαρισα.
[9] And Zare the Ethiopian went out against them, with a force of a million, and three hundred chariots; and came to Maresa.
[9] καὶ ἐξῆλθεν Ασα εἰς συνάντησιν αὐτῷ καὶ παρετάξατο πόλεμον ἐν τῇ φάραγγι κατὰ βορρᾶν Μαρισης.
[10] And Asa went out to meet him, and set the battle in array in the valley north of Maresa.
[10] καὶ ἐβόησεν Ασα πρὸς κύριον θεὸν αὐτοῦ καὶ εἶπεν Κύριε, οὐκ ἀδυνατεῖ παρὰ σοὶ σῴζειν ἐν πολλοῖς καὶ ἐν ὀλίγοις· κατίσχυσον ἡμᾶς, κύριε ὁ θεὸς ἡμῶν, ὅτι ἐπὶ σοὶ πεποίθαμεν καὶ ἐπὶ τῷ ὀνόματί σου ἤλθαμεν ἐπὶ τὸ πλῆθος τὸ πολὺ τοῦτο· κύριε ὁ θεὸς ἡμῶν, μὴ κατισχυσάτω πρὸς σὲ ἄνθρωπος.
[11] And Asa cried to the Lord his God, and said, O Lord, it is not impossible with thee to save by many or by few: strengthen us, O Lord our God; for we trust in thee, and in thy name have we come against this great multitude. O Lord our God, let not man prevail against thee.
[11] καὶ ἐπάταξεν κύριος τοὺς Αἰθίοπας ἐναντίον Ιουδα, καὶ ἔφυγον οἱ Αἰθίοπες·
[12] And the Lord smote the Ethiopians before Juda; and the Ethiopians fled.
[12] καὶ κατεδίωξεν Ασα καὶ ὁ λαὸς αὐτοῦ ἕως Γεδωρ, καὶ ἔπεσον Αἰθίοπες ὥστε μὴ εἶναι ἐν αὐτοῖς περιποίησιν, ὅτι συνετρίβησαν ἐνώπιον κυρίου καὶ ἐναντίον τῆς δυνάμεως αὐτοῦ· καὶ ἐσκύλευσαν σκῦλα πολλά.
[13] And Asa and his people pursued them to Gedor; and the Ethiopians fell, so that they could not recover themselves; for they were crushed before the Lord, and before his host; and they took many spoils.
[13] καὶ ἐξέκοψαν τὰς κώμας αὐτῶν κύκλῳ Γεδωρ, ὅτι ἐγενήθη ἔκστασις κυρίου ἐπ’ αὐτούς, καὶ ἐσκύλευσαν πάσας τὰς πόλεις αὐτῶν, ὅτι πολλὰ σκῦλα ἐγενήθη αὐτοῖς·
[14] And they destroyed their towns roundabout Gedor; for a terror of the Lord was upon them: and they spoiled all their cities, for they had much spoil.
[14] καί γε σκηνὰς κτήσεων, τοὺς Αμαζονεῖς, ἐξέκοψαν καὶ ἔλαβον πρόβατα πολλὰ καὶ καμήλους καὶ ἐπέστρεψαν εἰς Ιερουσαλημ.
[15] Also they destroyed the tents of cattle, and the Alimazons, and took many sheep and camels, and returned to Jerusalem.
CHAPTER 15
[1] Καὶ Αζαριας υἱὸς Ωδηδ, ἐγένετο ἐπ’ αὐτὸν πνεῦμα κυρίου,
[1] And Azarias the son of Oded — upon him came the Spirit of the Lord,
[2] καὶ ἐξῆλθεν εἰς ἀπάντησιν Ασα καὶ παντὶ Ιουδα καὶ Βενιαμιν καὶ εἶπεν Ἀκούσατέ μου, Ασα καὶ πᾶς Ιουδα καὶ Βενιαμιν· κύριος μεθ’ ὑμῶν ἐν τῷ εἶναι ὑμᾶς μετ’ αὐτοῦ, καὶ ἐὰν ἐκζητήσητε αὐτόν, εὑρεθήσεται ὑμῖν, καὶ ἐὰν ἐγκαταλίπητε αὐτόν, ἐγκαταλείψει ὑμᾶς.
[2] and he went out to meet Asa, and all Juda and Benjamin, and said, Hear me, Asa, and all Juda and Benjamin. The Lord is with you, while ye are with him; and if ye seek him out, he will be found of you; but if ye forsake him, he will forsake you.
[3] καὶ ἡμέραι πολλαὶ τῷ Ισραηλ ἐν οὐ θεῷ ἀληθινῷ καὶ οὐχ ἱερέως ὑποδεικνύοντος καὶ ἐν οὐ νόμῳ·
[3] And Israel has been a long time without the true God, and without a priest to expound the truth, and without the law.
[4] καὶ ἐπιστρέψει ἐπὶ κύριον θεὸν Ισραηλ, καὶ εὑρεθήσεται αὐτοῖς.
[4] But he shall turn them to the Lord God of Israel, and he will be found of them.
[5] καὶ ἐν ἐκείνῳ τῷ καιρῷ οὐκ ἔστιν εἰρήνη τῷ ἐκπορευομένῳ καὶ τῷ εἰσπορευομένῳ, ὅτι ἔκστασις κυρίου ἐπὶ πάντας τοὺς κατοικοῦντας τὰς χώρας.
[5] And in that time there is no peace to one going out, or to one coming in, for the terror of the Lord is upon all that inhabit the lands.
[6] καὶ πολεμήσει ἔθνος πρὸς ἔθνος καὶ πόλις πρὸς πόλιν, ὅτι ὁ θεὸς ἐξέστησεν αὐτοὺς ἐν πάσῃ θλίψει.
[6] And nation shall fight against nation, and city against city; for God has confounded them with every kind of affliction.
[7] καὶ ὑμεῖς ἰσχύσατε, καὶ μὴ ἐκλυέσθωσαν αἱ χεῖρες ὑμῶν, ὅτι ἔστιν μισθὸς τῇ ἐργασίᾳ ὑμῶν. –
[7] But be ye strong, and let not your hands be weakened: for there is a reward for your work.
[8] καὶ ἐν τῷ ἀκοῦσαι τοὺς λόγους τούτους καὶ τὴν προφητείαν Αδαδ τοῦ προφήτου καὶ κατίσχυσεν καὶ ἐξέβαλεν τὰ βδελύγματα ἀπὸ πάσης τῆς γῆς Ιουδα καὶ Βενιαμιν καὶ ἀπὸ τῶν πόλεων, ὧν κατέσχεν ἐν ὄρει Εφραιμ, καὶ ἐνεκαίνισεν τὸ θυσιαστήριον κυρίου, ὃ ἦν ἔμπροσθεν τοῦ ναοῦ κυρίου.
[8] And when Asa heard these words, and the prophesy of Adad the prophet, then he strengthened himself, and cast out the abominations from all the land of Juda and Benjamin, and from the cities which Jeroboam possessed, in mount Ephraim, and he renewed the altar of the Lord, which was before the temple of the Lord.
[9] καὶ ἐξεκκλησίασεν τὸν Ιουδαν καὶ Βενιαμιν καὶ τοὺς προσηλύτους τοὺς παροικοῦντας μετ’ αὐτοῦ ἀπὸ Εφραιμ καὶ ἀπὸ Μανασση καὶ ἀπὸ Συμεων, ὅτι προσετέθησαν πρὸς αὐτὸν πολλοὶ τοῦ Ισραηλ ἐν τῷ ἰδεῖν αὐτοὺς ὅτι κύριος ὁ θεὸς αὐτοῦ μετ’ αὐτοῦ.
[9] And he assembled Juda and Benjamin, and the strangers that dwelt with him, of Ephraim, and of Manasse, and of Symeon: for many of Israel were joined to him, when they sa
w that the Lord his God was with him.
[10] καὶ συνήχθησαν εἰς Ιερουσαλημ ἐν τῷ μηνὶ τῷ τρίτῳ ἐν τῷ πεντεκαιδεκάτῳ ἔτει τῆς βασιλείας Ασα.
[10] And they assembled at Jerusalem in the third month, in the fifteenth year of the reign of Asa.
[11] καὶ ἔθυσεν τῷ κυρίῳ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἀπὸ τῶν σκύλων, ὧν ἤνεγκαν, μόσχους ἑπτακοσίους καὶ πρόβατα ἑπτακισχίλια.
[11] And he sacrificed to the Lord in that day of the spoils which they brought, seven hundred calves and seven thousand sheep.
[12] καὶ διῆλθεν ἐν διαθήκῃ ζητῆσαι κύριον θεὸν τῶν πατέρων αὐτῶν ἐξ ὅλης τῆς καρδίας καὶ ἐξ ὅλης τῆς ψυχῆς·
[12] And he entered into a covenant that they should seek the Lord God of their fathers with all their heart and with all their soul.
[13] καὶ πᾶς, ὃς ἐὰν μὴ ἐκζητήσῃ κύριον θεὸν Ισραηλ, ἀποθανεῖται ἀπὸ νεωτέρου ἕως πρεσβυτέρου, ἀπὸ ἀνδρὸς ἕως γυναικός.
[13] And that whoever should not seek the Lord God of Israel, should die, whether young or old, whether man or woman.
[14] καὶ ὤμοσαν ἐν τῷ κυρίῳ ἐν φωνῇ μεγάλῃ καὶ ἐν σάλπιγξιν καὶ ἐν κερατίναις.
[14] And they swore to the Lord with a loud voice, and with trumpets, and with cornets.
[15] καὶ ηὐφράνθησαν πᾶς Ιουδα περὶ τοῦ ὅρκου, ὅτι ἐξ ὅλης τῆς ψυχῆς ὤμοσαν καὶ ἐν πάσῃ θελήσει ἐζήτησαν αὐτόν, καὶ εὑρέθη αὐτοῖς καὶ κατέπαυσεν αὐτοῖς κύριος κυκλόθεν. –
Delphi Septuagint Page 836