CHAPTER 35
ΚΑΙ ἐποίησεν ᾿Ιωσίας τὸ φασὲκ τῷ Κυρίῳ Θεῷ αὐτοῦ, καὶ ἔθυσε τὸ φασὲκ τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς τοῦ πρώτου.
And Josias kept a passover to the Lord his God; and sacrificed the passover on the fourteenth day of the first month.
[2] καὶ ἔστησε τοὺς ἱερεῖς ἐπὶ τὰς φυλακὰς αὐτῶν καὶ κατίσχυσεν αὐτοὺς εἰς τὰ ἔργα οἴκου Κυρίου.
[2] And he appointed the priests at their charges, and encouraged them for the services of the house of the Lord.
[3] καὶ εἶπε τοῖς Λευίταις τοῖς δυνατοῖς ἐν παντὶ ᾿Ισραὴλ τοῦ ἁγιασθῆναι αὐτοὺς τῷ Κυρίῳ, καὶ ἔθηκαν τὴν κιβωτὸν τὴν ἁγίαν εἰς τὸν οἶκον, ὃν ᾠκοδόμησε Σαλωμὼν υἱὸς Δαυὶδ τοῦ βασιλέως ᾿Ισραήλ. καὶ εἶπεν ὁ βασιλεύς· οὐκ ἔστιν ὑμῖν ἐπ’ ὤμων ἆραι οὐδέν· νῦν οὖν λειτουργήσατε τῷ Κυρίῳ Θεῷ ὑμῶν καὶ τῷ λαῷ αὐτοῦ ᾿Ισραὴλ
[3] And he told the Levites that were able to act in all Israel, that they should consecrate themselves to the Lord: and they put the holy ark in the house which Solomon the son of David king of Israel built: and the king said, Ye must not carry anything on your shoulders: now then minister to the Lord your God, and to his people Israel.
[4] καὶ ἑτοιμάσθητε κατ’ οἴκους πατριῶν ὑμῶν καὶ κατὰ τὰς ἐφημερίας ὑμῶν κατὰ τὴν γραφὴν Δαυὶδ βασιλέως ᾿Ισραὴλ καὶ διὰ χειρὸς Σαλωμὼν υἱοῦ αὐτοῦ
[4] And prepare yourselves according to the houses of your families, and according to your daily courses, according to the writing of David king of Israel, and the order by the hand of his son Solomon.
[5] καὶ στῆτε ἐν τῷ οἴκῳ κατὰ τὰς διαιρέσεις οἴκων πατριῶν ὑμῶν τοῖς ἀδελφοῖς ὑμῶν υἱοῖς τοῦ λαοῦ, καὶ μερὶς οἴκου πατριᾶς τοῖς Λευίταις,
[5] And stand ye in the house according to the divisions of the houses of your families for your brethren the sons of the people; so also let there be for the Levites a division of the house of their family.
[6] καὶ θύσατε τὸ φασὲκ καὶ ἑτοιμάσατε τοῖς ἀδελφοῖς ὑμῶν τοῦ ποιῆσαι κατὰ τὸν λόγον Κυρίου διὰ χειρὸς Μωυσῆ.
[6] And kill ye the passover, and prepare it for your brethren, to do according to the word of the Lord, by the hand of Moses.
[7] καὶ ἀπήρξατο ᾿Ιωσίας τοῖς υἱοῖς τοῦ λαοῦ πρόβατα καὶ ἀμνοὺς καὶ ἐρίφους ἀπὸ τῶν τέκνων τῶν αἰγῶν, πάντα εἰς τὸ φασέκ, καὶ πάντας τοὺς εὑρεθέντας εἰς ἀριθμὸν τριάκοντα χιλιάδας καὶ μόσχων τρεῖς χιλιάδας· ταῦτα ἀπὸ τῆς ὑπάρξεως τοῦ βασιλέως.
[7] And Josias gave as an offering to the children of the people, sheep, and lambs, and kids of the young of the goats, all for the passover, even for all that were found, in number amounting to thirty thousand, and three thousand calves, these were of the substance of the king.
[8] καὶ οἱ ἄρχοντες αὐτοῦ ἀπήρξαντο τῷ λαῷ καὶ τοῖς ἱερεῦσι καὶ τοῖς Λευίταις· ἔδωκε δὲ Χελκίας καὶ Ζαχαρίας καὶ ᾿Ιιὴλ οἱ ἄρχοντες τοῖς ἱερεῦσιν οἴκου Θεοῦ καὶ ἔδωκεν εἰς τὸ φασὲκ πρόβατα καὶ ἀμνοὺς καὶ ἐρίφους δισχίλια ἑξακόσια καὶ μόσχους τριακοσίους.
[8] And his princes gave an offering to the people, and to the priests, and to the Levites: and Chelcias and Zacharias and Jeiel the chief men gave to the priests of the house of God, they even gave for the passover sheep, and lambs, and kids, two thousand six hundred, and three hundred calves.
[9] καὶ Χωνενίας καὶ Βαναίας καὶ Σαμαίας καὶ Ναθαναὴλ ἀδελφὸς αὐτοῦ καὶ ᾿Ασαβίας καὶ ᾿Ιιὴλ καὶ ᾿Ιωζαβὰδ ἄρχοντες τῶν Λευιτῶν ἀπήρξαντο τοῖς Λευίταις εἰς τὸ φασὲκ πρόβατα πεντακισχίλια καὶ μόσχους πεντακοσίους.
[9] And Chonenias, and Banaeas, and Samaeas, and Nathanael his brother, and Asabias, and Jeiel, and Jozabad, heads of the Levites, gave an offering to the Levites for the passover, of five thousand sheep and five hundred calves.
[10] καὶ κατωρθώθη ἡ λειτουργία, καὶ ἔστησαν οἱ ἱερεῖς ἐπὶ τὴν στάσιν αὐτῶν καὶ οἱ Λευῖται ἐπὶ τὰς διαιρέσεις αὐτῶν κατὰ τὴν ἐντολὴν τοῦ βασιλέως
[10] And the service was duly ordered, and the priests stood in their place, and the Levites in their divisions, according to the command of the king.
[11] καὶ ἔθυσαν τὸ φασέκ, καὶ προσέχεαν οἱ ἱερεῖς τὸ αἷμα ἐκ χειρὸς αὐτῶν, καὶ οἱ Λευῖται ἐξέδειραν.
[11] And they slew the passover, and the priests sprinkled the blood from their hand, and the Levites flayed the victims.
[12] καὶ ἡτοίμασαν τὴν ὁλοκαύτωσιν παραδοῦναι αὐτοῖς κατὰ τὴν διαίρεσιν κατ’ οἴκους πατριῶν τοῖς υἱοῖς τοῦ λαοῦ τοῦ προσάγειν τῷ Κυρίῳ, ὡς γέγραπται ἐν βίβλῳ Μωυσῆ, καὶ οὕτως εἰς τὸ πρωΐ.
[12] And they prepared the whole-burnt-offering to give to them, according to the division by the houses of families, even to the sons of the people, to offer to the Lord, as it is written in the book of Moses. And thus they did till the morning.
[13] καὶ ὤπτησαν τὸ φασὲκ ἐν πυρὶ κατὰ τὴν κρίσιν καὶ τὰ ἅγια ὕψησαν ἐν τοῖς χαλκείοις καὶ ἐν τοῖς λέβησι· καὶ εὐωδώθη, καὶ ἔδραμον πρὸς πάντας τοὺς υἱοὺς τοῦ λαοῦ.
[13] And they roasted the passover with fire according to the ordinance; and boiled the holy pieces in copper vessels and caldrons, and the feast went on well, and they quickly served all the children of the people.
[14] καὶ μετὰ τὸ ἑτοιμάσαι αὐτοῖς καὶ τοῖς ἱερεῦσιν, ὅτι οἱ ἱερεῖς ἐν τῷ ἀναφέρειν τὰ ὁλοκαυτώματα καὶ τὰ στέατα ἕως νυκτός, καὶ οἱ Λευῖται ἡτοίμασαν αὐτοῖς καὶ τοῖς ἀδελφοῖς αὐτῶν υἱοῖς ᾿Ααρών.
[14] And after they had prepared for themselves and for the priests, for the priests were engaged in offering the whole-burnt-offerings and the fat until night, then the Levites prepared for themselves, and for their brethren the sons of Aaron.
[15] καὶ οἱ ψαλτῳδοὶ υἱοὶ ᾿Ασὰφ ἐπὶ τῆς στάσεως αὐτῶν κατὰ τὰς ἐντολὰς Δαυὶδ καὶ ᾿Ασὰφ καὶ Αἰμὰν καὶ ᾿Ιδιθὼμ οἱ προφῆται τοῦ βασιλέως καὶ οἱ ἄρχοντες καὶ οἱ πυλωροὶ πύλης καὶ πύλης, οὐκ ἦν αὐτοῖς κινεῖσθαι ἀπὸ τῆς λειτουργίας τῶν ἁγίων, ὅτι ἀδελφοὶ αὐτῶν οἱ Λευῖται ἡτοίμασαν αὐτοῖς.
[15] And the sons of Asaph the psalm-singers were at their post
according to the commands of David, and Asaph, and Æman, and Idithom, the prophets of the king: also, the chiefs and the porters of the several gates; — it was not for them to stir from the service of the holy things, for their brethren the Levites prepared for them.
[16] καὶ κατωρθώθη καὶ ἡτοιμάσθη πᾶσα ἡ λειτουργία Κυρίου ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τοῦ ποιῆσαι τὸ φασὲκ καὶ ἐνεγκεῖν τὰ ὁλοκαυτώματα ἐπὶ τὸ θυσιαστήριον Κυρίου κατὰ τὴν ἐντολὴν τοῦ βασιλέως ᾿Ιωσίου.
[16] So all the service of the Lord was duly ordered and prepared in that day, for keeping the passover, and offering the whole-burnt-sacrifices on the altar of the Lord, according to the command of king Josias.
[17] καὶ ἐποίησαν οἱ υἱοὶ ᾿Ισραὴλ οἱ εὑρεθέντες τὸ φασὲκ ἐν τῷ καιρῷ ἐκείνῳ καὶ τὴν ἑορτὴν τῶν ἀζύμων ἑπτὰ ἡμέρας.
[17] And the children of Israel that were present kept the passover at that time, and the feast of unleavened bread seven days.
[18] καὶ οὐκ ἐγένετο φασὲκ ὅμοιον αὐτῷ ἐν ᾿Ισραὴλ ἀπὸ ἡμερῶν Σαμουὴλ τοῦ προφήτου καὶ παντὸς βασιλέως ᾿Ισραὴλ οὐκ ἐποίησαν τὸ φασέκ, ὃ ἐποίησεν ᾿Ιωσίας καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ πᾶς ᾿Ιούδα καὶ ᾿Ισραὴλ ὁ εὑρεθεὶς καὶ οἱ κατοικοῦντες ἐν ῾Ιερουσαλὴμ τῷ Κυρίῳ.
[18] And there was no passover like it in Israel from the days of Samuel the prophet, or any king of Israel: they kept not such a passover as Josias, and the priests, and the Levites, and all Juda and Israel that were present, and the dwellers in Jerusalem, kept to the Lord.
[19] τῷ ὀκτωκαιδεκάτῳ ἔτει τῆς βασιλείας ᾿Ιωσίου ἐποιήθη τὸ φασὲκ τοῦτο.
[19] In the eighteenth year of the reign of Josias this passover was kept,
[19]α καὶ τοὺς ἐγγαστριμύθους καὶ τοὺς γνώστας καὶ τὰ θεραφὶν καὶ τὰ εἴδωλα καὶ τὰ καρησίμ, ἃ ἦν ἐν γῇ ᾿Ιούδα καὶ ἐν ῾Ιερουσαλὴμ ἐνεπύρισεν ὁ βασιλεὺς ᾿Ιωσίας, ἵνα στήσῃ τοὺς λόγους τοῦ νόμου τοὺς γεγραμμένους ἐπὶ τοῦ βιβλίου, οὗ εὗρε Χελκίας ὁ ἱερεὺς ἐν τῷ οἴκῳ Κυρίου.
[19a] And those who had in them a divining spirit, and the wizards, and the images, and the idols, and the sodomites which were in the land of Juda and in Jerusalem, that he might confirm the words of the law that were written in the book which Chelcias the priest found in the house of the Lord.
[19]β ὅμοιος αὐτῷ οὐκ ἐγενήθη ἔμπροσθεν αὐτοῦ, ὃς ἐπέστρεψε πρὸς Κύριον ἐν ὅλῃ καρδίᾳ αὐτοῦ καὶ ἐν ὅλῃ ψυχῇ αὐτοῦ καὶ ἐν ὅλῃ τῇ ἰσχύϊ αὐτοῦ κατὰ πάντα τὸν νόμον Μωυσῆ, καὶ μετ’ αὐτὸν οὐκ ἀνέστη ὅμοιος αὐτῷ·
[19b] There was no king like him before him, who turned to the Lord with all his heart, and all his soul, and all his strength, according to all the law of Moses, and after him there rose up none like him.
[19]γ πλὴν οὐκ ἀπεστράφη Κύριος ἀπὸ ὀργῆς θυμοῦ αὐτοῦ τοῦ μεγάλου, οὗ ὠργίσθη θυμῷ Κύριος ἐν τῷ ᾿Ιούδᾳ, ἐπὶ πάντα τὰ παροργίσματα αὐτοῦ, ἃ παρώργισε Μανασσῆς.
[19c] Nevertheless the Lord turned not from the anger of his fierce wrath, wherewith the Lord was greatly angry against Juda, for all the provocations wherewith Manasses provoked him:
[19]δ καὶ εἶπε Κύριος· καί γε τὸν ᾿Ιούδαν ἀποστήσω ἀπὸ προσώπου μου, καθὼς ἀπέστησα τὸν ᾿Ισραήλ, καὶ ἀπωσάμην τὴν πόλιν, ἣν ἐξελεξάμην τὴν ῾Ιερουσαλήμ, καὶ τὸν οἶκον ὃν εἶπα· ἔσται τὸ ὄνομά μου ἐκεῖ.
[19d] and the Lord said, I will even remove Juda also from my presence, as I have removed Israel, and I have rejected the city which I chose, even Jerusalem, and thehouse of which I said, My name shall be there.
[20] Καὶ ἀνέβη φαραὼ Νεχαὼ βασιλεὺς Αἰγύπτου ἐπὶ τὸν βασιλέα ᾿Ασσυρίων ἐπὶ τὸν ποταμὸν Εὐφράτην, καὶ ἐπορεύθη βασιλεὺς ᾿Ιωσίας εἰς συνάντησιν αὐτῷ.
[20] And Pharao Nechao king of Egypt went up against the king of the Assyrians to the river Euphrates, and king Josias went to meet him.
[21] καὶ ἀπέστειλε πρὸς αὐτὸν ἀγγέλους λέγων· τί ἐμοὶ καὶ σοί, βασιλεῦ ᾿Ιούδα; οὐκ ἐπὶ σὲ ἥκω σήμερον πόλεμον πολεμῆσαι, καὶ ὁ Θεὸς εἶπε τοῦ κατασπεῦσαί με· πρόσεχε ἀπὸ τοῦ Θεοῦ τοῦ μετ’ ἐμοῦ μὴ καταφθείρῃ σε.
[21] And he sent messengers to him, saying, What have I to do with thee, O king of Juda? I am not come to-day to war against thee; and God has told me to hasten: beware of the God that is with me, lest he destroy thee.
[22] καὶ οὐκ ἀπέστρεψεν ᾿Ιωσίας τὸ πρόσωπον αὐτοῦ ἀπ’ αὐτοῦ, ἀλλ’ ἢ πολεμεῖν αὐτὸν ἐκραταιώθη καὶ οὐκ ἤκουσε τῶν λόγων Νεχαὼ διά στόματος Θεοῦ καὶ ἦλθε τοῦ πολεμῆσαι ἐν τῷ πεδίῳ Μαγεδδώ.
[22] However, Josias turned not his face from him, but strengthened himself to fight against him, and hearkened not to the words of Nechao by the mouth of God, and he came to fight in the plain of Mageddo.
[23] καὶ ἐτόξευσαν οἱ τοξόται ἐπὶ βασιλέα ᾿Ιωσίαν· καὶ εἶπεν ὁ βασιλεὺς τοῖς παισὶν αὐτοῦ· ἐξαγάγετέ με, ὅτι ἐπόνεσα σφόδρα.
[23] And the archers shot at king Josias; and the king said to his servants, Take me away, for I am severely wounded.
[24] καὶ ἐξήγαγον αὐτὸν οἱ παῖδες αὐτοῦ ἀπὸ τοῦ ἅρματος καὶ ἀνεβίβασαν αὐτὸν ἐπὶ τὸ ἅρμα τὸ δευτεραῖον, ὃ ἦν αὐτῷ, καὶ ἤγαγον αὐτὸν εἰς ῾Ιερουσαλήμ· καὶ ἀπέθανε καὶ ἐτάφη μετὰ τῶν πατέρων αὐτοῦ. καὶ πᾶς ᾿Ιούδα καὶ ῾Ιερουσαλὴμ ἐπένθησαν ἐπὶ ᾿Ιωσίαν,
[24] And his servants lifted him out of the chariot, and put him in the second chariot which he had, and brought him to Jerusalem; and he died, and was buried with his fathers: and all Juda and Jerusalem lamented over Josias.
[25] καὶ ἐθρήνησεν ῾Ιερεμίας ἐπὶ ᾿Ιωσίαν, καὶ εἶπαν πάντες οἱ ἄρχοντες καὶ αἱ ἄρχουσαι θρῆνον ἐπὶ ᾿Ιωσίαν ἕως τῆς σήμερον· καὶ ἔδωκαν αὐτὸν εἰς πρόσταγμα ἐπὶ ᾿Ισραήλ, καὶ ἰδοὺ γέγραπται ἐπὶ τῶν θρήνων.
[25] And Jeremias mourned over Josias, and all the chief men and chief women uttered a lamentation over Josias until this day: and they made it an ordinance for Israel, and, behold, it is written in the lamentations.
[26] καὶ ἦσαν οἱ λοιποὶ λόγοι ᾿Ιωσίου καὶ ἡ ἐλπὶς αὐτοῦ γεγραμμένα ἐν νόμῳ Κυρίου·
[26] And the rest of the acts of Josias,
and his hope, are written in the law of the Lord.
[27] καὶ οἱ λόγοι αὐτοῦ οἱ πρῶτοι καὶ οἱ ἔσχατοι ἰδοὺ γεγραμμένοι ἐπὶ βιβλίῳ βασιλέων ᾿Ισραὴλ καὶ ᾿Ιούδα.
[27] And his acts, the first and the last, behold, they are written in the book of the kings of Israel and Judah.
CHAPTER 36
ΚΑΙ ἔλαβεν ὁ λαὸς τῆς γῆς τὸν ᾿Ιωάχαζ υἱὸν ᾿Ιωσίου καὶ ἔχρισαν αὐτόν, καὶ κατέστησαν αὐτὸν ἀντὶ τοῦ πατρὸς αὐτοῦ εἰς βασιλέα ἐπὶ ᾿Ιερουσαλήμ.
And the people of the land took Joachaz the son of Josias, and anointed him, and made him king over Jerusalem in the room of his father.
[2] υἱὸς εἴκοσι καὶ τριῶν ἐτῶν ᾿Ιωάχαζ ἐν τῷ βασιλεύειν αὐτὸν καὶ τρίμηνον ἐβασίλευσεν ἐν ῾Ιερουσαλήμ,
[2] Joachaz was twenty-three years old when he began to reign, and he reigned three months in Jerusalem:
[2]α καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ ᾿Αμιτὰλ θυγάτηρ ῾Ιερεμίου ἐκ Λοβενά.
[2a] and his mother’s name was Amital, daughter of Jeremias of Lobna.
[2]β καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου κατὰ πάντα, ἃ ἐποίησαν οἱ πατέρες αὐτοῦ.
[2b] And he did that which was evil in the sight of the Lord, according to all that his fathers had done.
[2]γ καὶ ἔδησεν αὐτὸν φαραὼ Νεχαὼ ἐν Δεβλαθὰ ἐν γῇ Αἰμάθ, τοῦ μὴ βασιλεύειν αὐτὸν ἐν ῾Ιερουσαλήμ,
[2c] And Pharao Nechao bound him in Deblatha in the land of Æmath, that he might not reign in Jerusalem.
Delphi Septuagint Page 849