[8] καὶ πονηρόν μοι ἐφάνη σφόδρα, καὶ ἔρριψα πάντα τὰ σκεύη οἴκου Τωβια ἔξω ἀπὸ τοῦ γαζοφυλακίου·
[8] And it appeared very evil to me: so I cast forth all the furniture of the house of Tobias from the treasury.
[9] καὶ εἶπα καὶ ἐκαθάρισαν τὰ γαζοφυλάκια, καὶ ἐπέστρεψα ἐκεῖ σκεύη οἴκου τοῦ θεοῦ, τὴν μαναα καὶ τὸν λίβανον.
[9] And I gave orders, and they purified the treasuries: and I restored thither the vessels of the house of God, and the offerings, and the frankincense.
[10] Καὶ ἔγνων ὅτι μερίδες τῶν Λευιτῶν οὐκ ἐδόθησαν, καὶ ἐφύγοσαν ἀνὴρ εἰς ἀγρὸν αὐτοῦ οἱ Λευῖται καὶ οἱ ᾄδοντες ποιοῦντες τὸ ἔργον.
[10] And I understood that the portion of the Levites had not been given: and they had fled every one to his field, the Levites and the singers doing the work.
[11] καὶ ἐμαχεσάμην τοῖς στρατηγοῖς καὶ εἶπα Διὰ τί ἐγκατελείφθη ὁ οἶκος τοῦ θεοῦ; καὶ συνήγαγον αὐτοὺς καὶ ἔστησα αὐτοὺς ἐπὶ τῇ στάσει αὐτῶν.
[11] And I strove with the commanders, and said, Wherefore has the house of God been abandoned? and I assembled them, and set them in their place.
[12] καὶ πᾶς Ιουδα ἤνεγκαν δεκάτην τοῦ πυροῦ καὶ τοῦ οἴνου καὶ τοῦ ἐλαίου εἰς τοὺς θησαυροὺς
[12] And all Juda brought a tithe of the wheat and the wine and the oil into the treasuries,
[13] ἐπὶ χεῖρα Σελεμια τοῦ ἱερέως καὶ Σαδδουκ τοῦ γραμματέως καὶ Φαδαια ἀπὸ τῶν Λευιτῶν, καὶ ἐπὶ χεῖρα αὐτῶν Αναν υἱὸς Ζακχουρ υἱὸς Μαθανια, ὅτι πιστοὶ ἐλογίσθησαν ἐπ’ αὐτοὺς μερίζειν τοῖς ἀδελφοῖς αὐτῶν.
[13] to the charge of Selemia the priest, and Sadoc the scribe, and Phadaea of the Levites: and next to them was Anan the son of Zacchur, son of Matthanias; for they were accounted faithful: it was their office to distribute to their brethren.
[14] μνήσθητί μου, ὁ θεός, ἐν ταύτῃ, καὶ μὴ ἐξαλειφθήτω ἔλεός μου, ὃ ἐποίησα ἐν οἴκῳ κυρίου τοῦ θεοῦ.
[14] Remember me, O God, in this, and let not my kindness be forgotten which I have wrought in regard to the house of the Lord God.
[15] Ἐν ταῖς ἡμέραις ἐκείναις εἶδον ἐν Ιουδα πατοῦντας ληνοὺς ἐν τῷ σαββάτῳ καὶ φέροντας δράγματα καὶ ἐπιγεμίζοντας ἐπὶ τοὺς ὄνους καὶ οἶνον καὶ σταφυλὴν καὶ σῦκα καὶ πᾶν βάσταγμα καὶ φέροντας εἰς Ιερουσαλημ ἐν ἡμέρᾳ τοῦ σαββάτου· καὶ ἐπεμαρτυράμην ἐν ἡμέρᾳ πράσεως αὐτῶν.
[15] In those days I saw in Juda men treading wine-presses on the sabbath, and carrying sheaves, and loading asses with both wine, and grapes, and figs, and every kind of burden, and bringing them into Jerusalem on the sabbath-day: and I testified in the day of their sale.
[16] καὶ ἐκάθισαν ἐν αὐτῇ φέροντες ἰχθὺν καὶ πᾶσαν πρᾶσιν πωλοῦντες ἐν τῷ σαββάτῳ τοῖς υἱοῖς Ιουδα καὶ ἐν Ιερουσαλημ.
[16] Also their dwelt in it men bringing fish, and selling every kind of merchandise to the children of Juda and in Jerusalem on the sabbath.
[17] καὶ ἐμαχεσάμην τοῖς υἱοῖς Ιουδα τοῖς ἐλευθέροις καὶ εἶπα αὐτοῖς Τίς ὁ λόγος οὗτος ὁ πονηρός, ὃν ὑμεῖς ποιεῖτε καὶ βεβηλοῦτε τὴν ἡμέραν τοῦ σαββάτου;
[17] And I strove with the free children of Juda, and said to them, What is this evil thing which ye do, and profane the sabbath-day?
[18] οὐχὶ οὕτως ἐποίησαν οἱ πατέρες ὑμῶν; καὶ ἤνεγκεν ἐπ’ αὐτοὺς ὁ θεὸς ἡμῶν καὶ ἐφ’ ἡμᾶς πάντα τὰ κακὰ ταῦτα καὶ ἐπὶ τὴν πόλιν ταύτην· καὶ ὑμεῖς προστίθετε ὀργὴν ἐπὶ Ισραηλ βεβηλῶσαι τὸ σάββατον.
[18] Did not your fathers thus, and our God brought upon them and upon us and upon this city all these evils? and do ye bring additional wrath upon Israel by profaning the sabbath?
[19] καὶ ἐγένετο ἡνίκα κατέστησαν πύλαι Ιερουσαλημ πρὸ τοῦ σαββάτου, καὶ εἶπα καὶ ἔκλεισαν τὰς πύλας, καὶ εἶπα ὥστε μὴ ἀνοιγῆναι αὐτὰς ἕως ὀπίσω τοῦ σαββάτου· καὶ ἐκ τῶν παιδαρίων μου ἔστησα ἐπὶ τὰς πύλας ὥστε μὴ αἴρειν βαστάγματα ἐν ἡμέρᾳ τοῦ σαββάτου.
[19] And it came to pass, when the gates were set up in Jerusalem, before the sabbath, that I spoke, and they shut the gates; and I gave orders that they should not be opened till after the sabbath: and I set some of my servants at the gates, that none should bring in burdens on the sabbath-day.
[20] καὶ ηὐλίσθησαν πάντες καὶ ἐποίησαν πρᾶσιν ἔξω Ιερουσαλημ ἅπαξ καὶ δίς.
[20] So all the merchants lodged, and carried on traffic without Jerusalem once or twice.
[21] καὶ διεμαρτυράμην ἐν αὐτοῖς καὶ εἶπα πρὸς αὐτούς Διὰ τί ὑμεῖς αὐλίζεσθε ἀπέναντι τοῦ τείχους; ἐὰν δευτερώσητε, ἐκτενῶ τὴν χεῖρά μου ἐν ὑμῖν. ἀπὸ τοῦ καιροῦ ἐκείνου οὐκ ἤλθοσαν ἐν σαββάτῳ.
[21] Then I testified against them, and said to them, Why do ye lodge in front of the wall? if ye do so again, I will stretch out my hand upon you. From that time they came not on the sabbath.
[22] καὶ εἶπα τοῖς Λευίταις, οἳ ἦσαν καθαριζόμενοι καὶ ἐρχόμενοι φυλάσσοντες τὰς πύλας, ἁγιάζειν τὴν ἡμέραν τοῦ σαββάτου. πρὸς ταῦτα μνήσθητί μου, ὁ θεός, καὶ φεῖσαί μου κατὰ τὸ πλῆθος τοῦ ἐλέους σου.
[22] and I told the Levites who were purifying themselves, and came and kept the gates, that they should sanctify the sabbath-day. Remember me, O God, for these things, and spare me according to the abundance of thy mercy.
[23] Καὶ ἐν ταῖς ἡμέραις ἐκείναις εἶδον τοὺς Ιουδαίους, οἳ ἐκάθισαν γυναῖκας Ἀζωτίας, Αμμανίτιδας, Μωαβίτιδας
[23] And in those days I saw the Jews who had married women of Ashdod, of Ammon, and of Moab:
[24] καὶ οἱ υἱοὶ αὐτῶν ἥμισυ λαλοῦντες Ἀζωτιστὶ καὶ οὔκ εἰσιν ἐπιγινώσκοντες λαλεῖν Ιουδαιστί,
[24] and their children spoke half in the language of Ashdod, and did not know how to speak in the Jewish language.
[25] καὶ ἐμαχεσάμην μετ’ αὐτῶν καὶ κατηρασάμην αὐτοὺς καὶ ἐπάταξα ἐν αὐτοῖς ἄνδρας καὶ ἐμαδάρωσα αὐτοὺς καὶ ὥρκισα αὐτοὺς ἐν τῷ θεῷ Ἐὰν δῶτε τὰς θυγετέρας ὑμῶν τοῖς υἱοῖς αὐτῶν, καὶ ἐὰν λάβητε ἀπὸ τῶν θυγατέρων αὐτῶν τοῖς υἱοῖς ὑμῶν.
[25] And I strove with them and cursed them; and I smote some of them, and plucked off their hair,
and made them swear by God, saying,Ye shall not give your daughters to their sons, and ye shall not take of their daughters to your sons.
[26] οὐχ οὕτως ἥμαρτεν Σαλωμων βασιλεὺς Ισραηλ; καὶ ἐν ἔθνεσιν πολλοῖς οὐκ ἦν βασιλεὺς ὅμοιος αὐτῷ· καὶ ἀγαπώμενος τῷ θεῷ ἦν, καὶ ἔδωκεν αὐτὸν ὁ θεὸς εἰς βασιλέα ἐπὶ πάντα Ισραηλ. καὶ τοῦτον ἐξέκλιναν αἱ γυναῖκες αἱ ἀλλότριαι.
[26] Did not Solomon king of Israel sin thus? though there was no king like him among many nations, and he was beloved of God, and God made him king over all Israel; yet strange women turned him aside.
[27] καὶ ὑμῶν μὴ ἀκουσόμεθα ποιῆσαι τὴν πᾶσαν πονηρίαν ταύτην ἀσυνθετῆσαι ἐν τῷ θεῷ ἡμῶν καθίσαι γυναῖκας ἀλλοτρίας; –
[27] So we will not hearken to you to do all this evil, to break covenant with our God, — to marry strange wives.
[28] καὶ ἀπὸ υἱῶν Ιωαδα τοῦ Ελισουβ τοῦ ἱερέως τοῦ μεγάλου νυμφίου τοῦ Σαναβαλλατ τοῦ Ωρωνίτου καὶ ἐξέβρασα αὐτὸν ἀπ’ ἐμοῦ.
[28] and Elisub the high priest, one of the sons of Joada, being son-in-law of Sanaballat the Uranite, I chased him away from me.
[29] μνήσθητι αὐτοῖς, ὁ θεός, ἐπὶ ἀγχιστείᾳ τῆς ἱερατείας καὶ διαθήκης τῆς ἱερατείας καὶ τοὺς Λευίτας. –
[29] Remember them, O God, for their false connection with the priesthood, and the breaking the covenant of the priesthood, and for defiling the Levites.
[30] καὶ ἐκαθάρισα αὐτοὺς ἀπὸ πάσης ἀλλοτριώσεως καὶ ἔστησα ἐφημερίας τοῖς ἱερεῦσιν καὶ τοῖς Λευίταις, ἀνὴρ ὡς τὸ ἔργον αὐτοῦ,
[30] So I purged them from all foreign connection, and established courses for the priests and the Levites, every man according to his work.
[31] καὶ τὸ δῶρον τῶν ξυλοφόρων ἐν καιροῖς ἀπὸ χρόνων καὶ ἐν τοῖς βακχουρίοις. μνήσθητί μου, ὁ θεὸς ἡμῶν, εἰς ἀγαθωσύνην.
[31] And the offering of the wood-bearers was at certain set times, and in the times of the first-fruits. Remember me, O our God, for good.
Tobit
Tobit
CHAPTER 1
[1] Βίβλος λόγων Τωβιτ τοῦ Τωβιηλ τοῦ Ανανιηλ τοῦ Αδουηλ τοῦ Γαβαηλ ἐκ τοῦ σπέρματος Ασιηλ ἐκ τῆς φυλῆς Νεφθαλιμ,
[1] The book of the words of Tobit, son of Tobiel, the son of Ananiel, the son of Aduel, the son of Gabael, of the seed of Asael, of the tribe of Nephthali;
[2] ὃς ᾐχμαλωτεύθη ἐν ἡμέραις Ενεμεσσαρου τοῦ βασιλέως Ἀσσυρίων ἐκ Θισβης, ἥ ἐστιν ἐκ δεξιῶν Κυδιως τῆς Νεφθαλιμ ἐν τῇ Γαλιλαίᾳ ὑπεράνω Ασηρ.
[2] Who in the time of Enemessar king of the Assyrians was led captive out of Thisbe, which is at the right hand of that city, which is called properly Nephthali in Galilee above Aser.
[3] Ἐγὼ Τωβιτ ὁδοῖς ἀληθείας ἐπορευόμην καὶ δικαιοσύνης πάσας τὰς ἡμέρας τῆς ζωῆς μου καὶ ἐλεημοσύνας πολλὰς ἐποίησα τοῖς ἀδελφοῖς μου καὶ τῷ ἔθνει τοῖς συμπορευθεῖσιν μετ’ ἐμοῦ εἰς χώραν Ἀσσυρίων εἰς Νινευη.
[3] I Tobit have walked all the days of my life in the ways of truth and justice, and I did many almsdeeds to my brethren, and my nation, who came with me to Nineve, into the land of the Assyrians.
[4] καὶ ὅτε ἤμην ἐν τῇ χώρᾳ μου ἐν τῇ γῇ Ισραηλ, νεωτέρου μου ὄντος, πᾶσα φυλὴ τοῦ Νεφθαλιμ τοῦ πατρός μου ἀπέστη ἀπὸ τοῦ οἴκου Ιεροσολύμων τῆς ἐκλεγείσης ἀπὸ πασῶν τῶν φυλῶν Ισραηλ εἰς τὸ θυσιάζειν πάσας τὰς φυλάς· καὶ ἡγιάσθη ὁ ναὸς τῆς κατασκηνώσεως τοῦ ὑψίστου καὶ ᾠκοδομήθη εἰς πάσας τὰς γενεὰς τοῦ αἰῶνος.
[4] And when I was in mine own country, in the land of Israel being but young, all the tribe of Nephthali my father fell from the house of Jerusalem, which was chosen out of all the tribes of Israel, that all the tribes should sacrifice there, where the temple of the habitation of the most High was consecrated and built for all ages.
[5] καὶ πᾶσαι αἱ φυλαὶ αἱ συναποστᾶσαι ἔθυον τῇ Βααλ τῇ δαμάλει καὶ ὁ οἶκος Νεφθαλιμ τοῦ πατρός μου.
[5] Now all the tribes which together revolted, and the house of my father Nephthali, sacrificed unto the heifer Baal.
[6] κἀγὼ μόνος ἐπορευόμην πλεονάκις εἰς Ιεροσόλυμα ἐν ταῖς ἑορταῖς, καθὼς γέγραπται παντὶ τῷ Ισραηλ ἐν προστάγματι αἰωνίῳ, τὰς ἀπαρχὰς καὶ τὰς δεκάτας τῶν γενημάτων καὶ τὰς πρωτοκουρίας ἔχων·
[6] But I alone went often to Jerusalem at the feasts, as it was ordained unto all the people of Israel by an everlasting decree, having the firstfruits and tenths of increase, with that which was first shorn; and them gave I at the altar to the priests the children of Aaron.
[7] καὶ ἐδίδουν αὐτὰς τοῖς ἱερεῦσιν τοῖς υἱοῖς Ααρων πρὸς τὸ θυσιαστήριον πάντων τῶν γενημάτων· τὴν δεκάτην ἐδίδουν τοῖς υἱοῖς Λευι τοῖς θεραπεύουσιν ἐν Ιερουσαλημ. καὶ τὴν δευτέραν δεκάτην ἀπεπρατιζόμην καὶ ἐπορευόμην καὶ ἐδαπάνων αὐτὰ ἐν Ιεροσολύμοις καθ’ ἕκαστον ἐνιαυτόν.
[7] The first tenth part of all increase I gave to the sons of Aaron, who ministered at Jerusalem: another tenth part I sold away, and went, and spent it every year at Jerusalem:
[8] καὶ τὴν τρίτην ἐδίδουν οἷς καθήκει, καθὼς ἐνετείλατο Δεββωρα ἡ μήτηρ τοῦ πατρός μου, διότι ὀρφανὸς κατελείφθην ὑπὸ τοῦ πατρός μου.
[8] And the third I gave unto them to whom it was meet, as Debora my father’s mother had commanded me, because I was left an orphan by my father.
[9] καὶ ὅτε ἐγενόμην ἀνήρ, ἔλαβον Ανναν γυναῖκα ἐκ τοῦ σπέρματος τῆς πατριᾶς ἡμῶν καὶ ἐγέννησα ἐξ αὐτῆς Τωβιαν.
[9] Furthermore, when I was come to the age of a man, I married Anna of mine own kindred, and of her I begat Tobias.
[10] καὶ ὅτε ᾐχμαλωτίσθην εἰς Νινευη, πάντες οἱ ἀδελφοί μου καὶ οἱ ἐκ τοῦ γένους μου ἤσθιον ἐκ τῶν ἄρτων τῶν ἐθνῶν·
[10] And when we were carried away captives to Nineve, all my brethren and those that were of my kindred did eat of the bread of the Gentiles.
[11] ἐγὼ δὲ συνετήρησα τὴν ψυχήν μου μὴ φαγεῖν,
[11] But I kept myself from eating;
[12] καθότι ἐμεμνήμην τοῦ θεοῦ ἐν ὅλῃ τῇ ψυχῇ μου.
[12] Because I remembered God with all my heart.
[13] καὶ ἔδωκεν ὁ ὕψιστος χάριν καὶ μορφὴν ἐνώπιον Ενεμεσσαρου, καὶ ἤμην αὐτοῦ ἀγοραστής
·
[13] And the most High gave me grace and favour before Enemessar, so that I was his purveyor.
[14] καὶ ἐπορευόμην εἰς τὴν Μηδίαν καὶ παρεθέμην Γαβαήλῳ τῷ ἀδελφῷ Γαβρια ἐν Ραγοις τῆς Μηδίας ἀργυρίου τάλαντα δέκα.
[14] And I went into Media, and left in trust with Gabael, the brother of Gabrias, at Rages a city of Media ten talents of silver.
[15] Καὶ ὅτε ἀπέθανεν Ενεμεσσαρος, ἐβασίλευσεν Σενναχηριμ ὁ υἱὸς αὐτοῦ ἀντ αὐτοῦ, καὶ αἱ ὁδοὶ αὐτοῦ ἠκαταστάτησαν, καὶ οὐκέτι ἠδυνάσθην πορευθῆναι εἰς τὴν Μηδίαν.
[15] Now when Enemessar was dead, Sennacherib his son reigned in his stead; whose estate was troubled, that I could not go into Media.
[16] καὶ ἐν ταῖς ἡμέραις Ενεμεσσαρου ἐλεημοσύνας πολλὰς ἐποίουν τοῖς ἀδελφοῖς μου·
[16] And in the time of Enemessar I gave many alms to my brethren, and gave my bread to the hungry,
[17] τοὺς ἄρτους μου ἐδίδουν τοῖς πεινῶσιν καὶ τὰ ἱμάτιά μου τοῖς γυμνοῖς, καὶ εἴ τινα ἐκ τοῦ γένους μου ἐθεώρουν τεθνηκότα καὶ ἐρριμμένον ὀπίσω τοῦ τείχους Νινευη, ἔθαπτον αὐτόν.
[17] And my clothes to the naked: and if I saw any of my nation dead, or cast about the walls of Nineve, I buried him.
[18] καὶ εἴ τινα ἀπέκτεινεν Σενναχηριμ ὁ βασιλεύς, ὅτε ἦλθεν φεύγων ἐκ τῆς Ιουδαίας, ἔθαψα αὐτοὺς κλέπτων· πολλοὺς γὰρ ἀπέκτεινεν ἐν τῷ θυμῷ αὐτοῦ· καὶ ἐζητήθη ὑπὸ τοῦ βασιλέως τὰ σώματα, καὶ οὐχ εὑρέθη.
Delphi Septuagint Page 874