Delphi Septuagint

Home > Other > Delphi Septuagint > Page 876
Delphi Septuagint Page 876

by Lancelot C L Brenton (ed)


  [4] Remember, my son, that she saw many dangers for thee, when thou wast in her womb: and when she is dead, bury her by me in one grave.

  [5] πάσας τὰς ἡμέρας, παιδίον, κυρίου τοῦ θεοῦ ἡμῶν μνημόνευε καὶ μὴ θελήσῃς ἁμαρτάνειν καὶ παραβῆναι τὰς ἐντολὰς αὐτοῦ· δικαιοσύνην ποίει πάσας τὰς ἡμέρας τῆς ζωῆς σου καὶ μὴ πορευθῇς ταῖς ὁδοῖς τῆς ἀδικίας·

  [5] My son, be mindful of the Lord our God all thy days, and let not thy will be set to sin, or to transgress his commandments: do uprightly all thy life long, and follow not the ways of unrighteousness.

  [6] διότι ποιοῦντός σου τὴν ἀλήθειαν εὐοδίαι ἔσονται ἐν τοῖς ἔργοις σου.

  [6] For if thou deal truly, thy doings shall prosperously succeed to thee, and to all them that live justly.

  [7] καὶ πᾶσι τοῖς ποιοῦσι τὴν δικαιοσύνην ἐκ τῶν ὑπαρχόντων σοι ποίει ἐλεημοσύνην, καὶ μὴ φθονεσάτω σου ὁ ὀφθαλμὸς ἐν τῷ ποιεῖν σε ἐλεημοσύνην· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπὸ παντὸς πτωχοῦ, καὶ ἀπὸ σοῦ οὐ μὴ ἀποστραφῇ τὸ πρόσωπον τοῦ θεοῦ.

  [7] Give alms of thy substance; and when thou givest alms, let not thine eye be envious, neither turn thy face from any poor, and the face of God shall not be turned away from thee.

  [8] ὡς σοὶ ὑπάρχει, κατὰ τὸ πλῆθος ποίησον ἐξ αὐτῶν ἐλεημοσύνην· ἐὰν ὀλίγον σοι ὑπάρχῃ, κατὰ τὸ ὀλίγον μὴ φοβοῦ ποιεῖν ἐλεημοσύνην·

  [8] If thou hast abundance give alms accordingly: if thou have but a little, be not afraid to give according to that little:

  [9] θέμα γὰρ ἀγαθὸν θησαυρίζεις σεαυτῷ εἰς ἡμέραν ἀνάγκης·

  [9] For thou layest up a good treasure for thyself against the day of necessity.

  [10] διότι ἐλεημοσύνη ἐκ θανάτου ῥύεται καὶ οὐκ ἐᾷ εἰσελθεῖν εἰς τὸ σκότος·

  [10] Because that alms do deliver from death, and suffereth not to come into darkness.

  [11] δῶρον γὰρ ἀγαθόν ἐστιν ἐλεημοσύνη πᾶσι τοῖς ποιοῦσιν αὐτὴν ἐνώπιον τοῦ ὑψίστου.

  [11] For alms is a good gift unto all that give it in the sight of the most High.

  [12] πρόσεχε σεαυτῷ, παιδίον, ἀπὸ πάσης πορνείας καὶ γυναῖκα πρῶτον λαβὲ ἀπὸ τοῦ σπέρματος τῶν πατέρων σου· μὴ λάβῃς γυναῖκα ἀλλοτρίαν, ἣ οὐκ ἔστιν ἐκ τῆς φυλῆς τοῦ πατρός σου, διότι υἱοὶ προφητῶν ἐσμεν. Νωε, Αβρααμ, Ισαακ, Ιακωβ οἱ πατέρες ἡμῶν ἀπὸ τοῦ αἰῶνος μνήσθητι, παιδίον, ὅτι οὗτοι πάντες ἔλαβον γυναῖκας ἐκ τῶν ἀδελφῶν αὐτῶν καὶ εὐλογήθησαν ἐν τοῖς τέκνοις αὐτῶν, καὶ τὸ σπέρμα αὐτῶν κληρονομήσει γῆν.

  [12] Beware of all whoredom, my son, and chiefly take a wife of the seed of thy fathers, and take not a strange woman to wife, which is not of thy father’s tribe: for we are the children of the prophets, Noe, Abraham, Isaac, and Jacob: remember, my son, that our fathers from the beginning, even that they all married wives of their own kindred, and were blessed in their children, and their seed shall inherit the land.

  [13] καὶ νῦν, παιδίον, ἀγάπα τοὺς ἀδελφούς σου καὶ μὴ ὑπερηφανεύου τῇ καρδίᾳ σου ἀπὸ τῶν ἀδελφῶν σου καὶ τῶν υἱῶν καὶ θυγατέρων τοῦ λαοῦ σου λαβεῖν σεαυτῷ ἐξ αὐτῶν γυναῖκα, διότι ἐν τῇ ὑπερηφανίᾳ ἀπώλεια καὶ ἀκαταστασία πολλή, καὶ ἐν τῇ ἀχρειότητι ἐλάττωσις καὶ ἔνδεια μεγάλη· ἡ γὰρ ἀχρειότης μήτηρ ἐστὶν τοῦ λιμοῦ.

  [13] Now therefore, my son, love thy brethren, and despise not in thy heart thy brethren, the sons and daughters of thy people, in not taking a wife of them: for in pride is destruction and much trouble, and in lewdness is decay and great want: for lewdness is the mother of famine.

  [14] μισθὸς παντὸς ἀνθρώπου, ὃς ἐὰν ἐργάσηται, παρὰ σοὶ μὴ αὐλισθήτω, ἀλλὰ ἀπόδος αὐτῷ παραυτίκα, καὶ ἐὰν δουλεύσῃς τῷ θεῷ, ἀποδοθήσεταί σοι. πρόσεχε σεαυτῷ, παιδίον, ἐν πᾶσι τοῖς ἔργοις σου καὶ ἴσθι πεπαιδευμένος ἐν πάσῃ ἀναστροφῇ σου.

  [14] Let not the wages of any man, which hath wrought for thee, tarry with thee, but give him it out of hand: for if thou serve God, he will also repay thee: be circumspect my son, in all things thou doest, and be wise in all thy conversation.

  [15] καὶ ὃ μισεῖς, μηδενὶ ποιήσῃς. οἶνον εἰς μέθην μὴ πίῃς, καὶ μὴ πορευθήτω μετὰ σοῦ μέθη ἐν τῇ ὁδῷ σου.

  [15] Do that to no man which thou hatest: drink not wine to make thee drunken: neither let drunkenness go with thee in thy journey.

  [16] ἐκ τοῦ ἄρτου σου δίδου πεινῶντι καὶ ἐκ τῶν ἱματίων σου τοῖς γυμνοῖς· πᾶν, ὃ ἐὰν περισσεύσῃ σοι, ποίει ἐλεημοσύνην, καὶ μὴ φθονεσάτω σου ὁ ὀφθαλμὸς ἐν τῷ ποιεῖν σε ἐλεημοσύνην.

  [16] Give of thy bread to the hungry, and of thy garments to them that are naked; and according to thine abundance give alms: and let not thine eye be envious, when thou givest alms.

  [17] ἔκχεον τοὺς ἄρτους σου ἐπὶ τὸν τάφον τῶν δικαίων καὶ μὴ δῷς τοῖς ἁμαρτωλοῖς.

  [17] Pour out thy bread on the burial of the just, but give nothing to the wicked.

  [18] συμβουλίαν παρὰ παντὸς φρονίμου ζήτησον καὶ μὴ καταφρονήσῃς ἐπὶ πάσης συμβουλίας χρησίμης.

  [18] Ask counsel of all that are wise, and despise not any counsel that is profitable.

  [19] καὶ ἐν παντὶ καιρῷ εὐλόγει κύριον τὸν θεὸν καὶ παρ’ αὐτοῦ αἴτησον ὅπως αἱ ὁδοί σου εὐθεῖαι γένωνται, καὶ πᾶσαι αἱ τρίβοι καὶ βουλαὶ εὐοδωθῶσιν· διότι πᾶν ἔθνος οὐκ ἔχει βουλήν, ἀλλὰ αὐτὸς ὁ κύριος δίδωσιν πάντα τὰ ἀγαθὰ καὶ ὃν ἐὰν θέλῃ, ταπεινοῖ, καθὼς βούλεται. καὶ νῦν, παιδίον, μνημόνευε τῶν ἐντολῶν μου, καὶ μὴ ἐξαλειφθήτωσαν ἐκ τῆς καρδίας σου.

  [19] Bless the Lord thy God alway, and desire of him that thy ways may be directed, and that all thy paths and counsels may prosper: for every nation hath not counsel; but the Lord himself giveth all good things, and he humbleth whom he will, as he will; now therefore, my son, remember my commandments, neither let them be put out of thy mind.

  [20] καὶ νῦν ὑποδεικνύω σοι τὰ δέκα τάλαντα τοῦ ἀργυρίου, ἃ παρεθέμην Γαβαήλῳ τῷ τοῦ Γαβρια ἐν Ῥάγοις τῆς Μηδίας.

  [20] And now I signify this to they that I committed ten talents to Gabael the son of Gabrias at Rages in Media.

  [21] καὶ μὴ φοβοῦ, παιδίον, ὅτι ἐπτωχεύσαμεν· ὑπ�
�ρχει σοι πολλά, ἐὰν φοβηθῇς τὸν θεὸν καὶ ἀποστῇς ἀπὸ πάσης ἁμαρτίας καὶ ποιήσῃς τὸ ἀρεστὸν ἐνώπιον αὐτοῦ.

  [21] And fear not, my son, that we are made poor: for thou hast much wealth, if thou fear God, and depart from all sin, and do that which is pleasing in his sight.

  CHAPTER 5

  ΚΑΙ ἀποκριθεὶς Τωβίας εἶπεν αὐτῷ· πάτερ, ποιήσω πάντα, ὅσα ἐντέταλσαί μοι·

  [1] Tobias then answered and said, Father, I will do all things which thou hast commanded me:

  [2] ἀλλὰ πῶς δυνήσομαι λαβεῖν τὸ ἀργύριον καὶ οὐ γινώσκω αὐτόν;

  [2] But how can I receive the money, seeing I know him not?

  [3] καὶ ἔδωκεν αὐτῷ τὸ χειρόγραφον καὶ εἶπεν αὐτῷ· ζήτησον σεαυτῷ ἄνθρωπον, ὃς συμπορεύσεταί σοι, καὶ δώσω αὐτῷ μισθὸν ἕως ζῶ· καὶ λαβὲ πορευθεὶς τὸ ἀργύριον.

  [3] Then he gave him the handwriting, and said unto him, Seek thee a man which may go with thee, whiles I yet live, and I will give him wages: and go and receive the money.

  [4] καὶ ἐπορεύθη ζητῆσαι ἄνθρωπον καὶ εὗρε τὸν Ραφαήλ, ὃς ἦν ἄγγελος, καὶ οὐκ ᾔδει·

  [4] Therefore when he went to seek a man, he found Raphael that was an angel.

  [5] καὶ εἶπεν αὐτῷ· εἰ δύναμαι πορευθῆναι μετὰ σοῦ ἐν Ράγοις τῆς Μηδίας, καὶ εἰ ἔμπειρος εἶ τῶν τόπων;

  [5] But he knew not; and he said unto him, Canst thou go with me to Rages? and knowest thou those places well?

  [6] καὶ εἶπεν αὐτῷ ὁ ἄγγελος· πορεύσομαι μετὰ σοῦ καὶ τῆς ὁδοῦ ἐμπειρῶ καὶ παρὰ Γαβαὴλ τὸν ἀδελφὸν ἡμῶν ηὐλίσθην.

  [6] To whom the angel said, I will go with thee, and I know the way well: for I have lodged with our brother Gabael.

  [7] καὶ εἶπεν αὐτῷ Τωβίας· ὑπόμεινόν με, καὶ ἐρῶ τῷ πατρί.

  [7] Then Tobias said unto him, Tarry for me, till I tell my father.

  [8] καὶ εἶπεν αὐτῷ· πορεύου καὶ μὴ χρονίσῃς.

  [8] Then he said unto him, Go and tarry not. So he went in and said to his father, Behold, I have found one which will go with me. Then he said, Call him unto me, that I may know of what tribe he is, and whether he be a trusty man to go with thee.

  [9] καὶ εἰσελθὼν εἶπε τῷ πατρί· ἰδοὺ εὕρηκα ὃς συμπορεύσεταί μοι. ὁ δὲ εἶπε· φώνησον αὐτὸν πρός με, ἵνα ἐπιγνῶ ποίας φυλῆς ἐστι καὶ εἰ πιστὸς τοῦ πορευθῆναι μετὰ σοῦ.

  [9] So he called him, and he came in, and they saluted one another.

  [10] καὶ ἐκάλεσεν αὐτόν, καὶ εἰσῆλθε, καὶ ἠσπάσαντο ἀλλήλους.

  [10] Then Tobit said unto him, Brother, shew me of what tribe and family thou art.

  [11] καὶ εἶπεν αὐτῷ Τωβίτ· ἀδελφέ, ἐκ ποίας φυλῆς καὶ ἐκ ποίας πατριᾶς εἶ σύ; ὑπόδειξόν μοι.

  [11] To whom he said, Dost thou seek for a tribe or family, or an hired man to go with thy son? Then Tobit said unto him, I would know, brother, thy kindred and name.

  [12] καὶ εἶπεν αὐτῷ· φυλὴν καὶ πατριὰν σὺ ζητεῖς ἢ μίσθιον, ὃς συμπορεύσεται μετὰ τοῦ υἱοῦ σου; καὶ εἶπεν αὐτῷ Τωβίτ· βούλομαι, ἀδελφέ, ἐπιγνῶναι τὸ γένος σου καὶ τὸ ὄνομα.

  [12] Then he said, I am Azarias, the son of Ananias the great, and of thy brethren.

  [13] ὃς δὲ εἶπεν· ἐγὼ ᾿Αζαρίας ᾿Ανανίου τοῦ μεγάλου, τῶν ἀδελφῶν σου.

  [13] Then Tobit said, Thou art welcome, brother; be not now angry with me, because I have enquired to know thy tribe and thy family; for thou art my brother, of an honest and good stock: for I know Ananias and Jonathas, sons of that great Samaias, as we went together to Jerusalem to worship, and offered the firstborn, and the tenths of the fruits; and they were not seduced with the error of our brethren: my brother, thou art of a good stock.

  [14] καὶ εἶπεν αὐτῷ· ὑγιαίνων ἔλθοις, ἀδελφέ, καὶ μή μοι ὀργισθῇς, ὅτι ἐζήτησα τὴν φυλήν σου καὶ τὴν πατριάν σου ἐπιγνῶναι. καὶ σὺ τυγχάνεις ἀδελφός μου ἐκ τῆς καλῆς καὶ ἀγαθῆς γενεᾶς· ἐπεγίνωσκον γὰρ ἐγὼ ᾿Ανανίαν καὶ ᾿Ιωνάθαν τοὺς υἱοὺς Σεμεΐ τοῦ μεγάλου, ὡς ἐπορευόμεθα κοινῶς εἰς ῾Ιεροσόλυμα προσκυνεῖν, ἀναφέροντες τὰ πρωτότοκα καὶ τὰς δεκάτας τῶν γεννημάτων, καὶ οὐκ ἐπλανήθησαν ἐν τῇ πλάνῃ τῶν ἀδελφῶν ἡμῶν. ἐκ ρίζης καλῆς εἶ, ἀδελφέ,

  [14] But tell me, what wages shall I give thee? wilt thou a drachm a day, and things necessary, as to mine own son?

  [15] ἀλλὰ εἰπόν μοι τίνα σοι ἔσομαι μισθὸν διδόναι· δραχμὴν τῆς ἡμέρας καὶ τὰ δέοντά σοι ὡς καὶ τῷ υἱῷ μου.

  [15] Yea, moreover, if ye return safe, I will add something to thy wages.

  [16] καὶ ἔτι προσθήσω σοι ἐπὶ τὸν μισθόν, ἐὰν ὑγιαίνοντες ἐπιστρέψητε.

  [16] So they were well pleased. Then said he to Tobias, Prepare thyself for the journey, and God send you a good journey. And when his son had prepared all things far the journey, his father said, Go thou with this man, and God, which dwelleth in heaven, prosper your journey, and the angel of God keep you company. So they went forth both, and the young man’s dog with them.

  [17] καὶ εὐδόκησαν οὕτως. καὶ εἶπε πρὸς Τωβίαν· ἕτοιμος γίνου πρὸς τὴν ὁδόν· καὶ εὐοδωθείητε. καὶ ἡτοίμασεν ὁ υἱὸς αὐτοῦ τὰ πρὸς τὴν ὁδόν. καὶ εἶπεν αὐτῷ ὁ πατὴρ αὐτοῦ· πορεύου μετὰ τοῦ ἀνθρώπου τούτου, ὁ δὲ ἐν τῷ οὐρανῷ οἰκῶν Θεὸς εὐοδώσει τὴν ὁδὸν ὑμῶν, καὶ ὁ ἄγγελος αὐτοῦ συμπορευθήτω ὑμῖν. καὶ ἐξῆλθαν ἀμφότεροι ἀπελθεῖν καὶ ὁ κύων τοῦ παιδαρίου μετ᾿ αὐτῶν.

  [17] But Anna his mother wept, and said to Tobit, Why hast thou sent away our son? is he not the staff of our hand, in going in and out before us?

  [18] ἔκλαυσε δὲ ῎Αννα ἡ μήτηρ αὐτοῦ καὶ εἶπε πρὸς Τωβίτ· τί ἐξαπέστειλας τὸ παιδίον ἡμῶν; ἢ οὐχὶ ἡ ράβδος τῆς χειρὸς ἡμῶν ἐστιν ἐν τῷ εἰσπορεύεσθαι αὐτὸν καὶ ἐκπορεύεσθαι ἐνώπιον ἡμῶν;

  [18] Be not greedy to add money to money: but let it be as refuse in respect of our child.

  [19] ἀργύριον τῷ ἀργυρίῳ μὴ φθάσαι, ἀλλὰ περίψημα τοῦ παιδίου ἡμῶν γένοιτο·

  [19] For that which the Lord hath given us to live with doth suffice us.

  [20] ὡς γὰρ δέδοται ἡμῖν ζῆν παρὰ τοῦ Κυρίου, τοῦτο ἱκανὸν ἡμῖν ὑπάρχει.

  [20] Then sa
id Tobit to her, Take no care, my sister; he shall return in safety, and thine eyes shall see him.

  [21] καὶ εἶπεν αὐτῇ Τωβίτ· μὴ λόγον ἔχε, ἀδελφή· ὑγιαίνων ἐλεύσεται, καὶ οἱ ὀφθαλμοί σου ὄψονται αὐτόν·

  [21] For the good angel will keep him company, and his journey shall be prosperous, and he shall return safe.

  [22] ἄγγελος γὰρ ἀγαθὸς συμπορεύσεται αὐτῷ, καὶ εὐοδωθήσεται ἡ ὁδὸς αὐτοῦ, καὶ ὑποστρέψει ὑγιαίνων. καὶ ἐπαύσατο κλαίουσα.

  [22] Then she made an end of weeping.

  CHAPTER 6

  [1] Οἱ δὲ πορευόμενοι τὴν ὁδὸν ἦλθον ἑσπέρας ἐπὶ τὸν Τίγριν ποταμὸν καὶ ηὐλίζοντο ἐκεῖ.

  And as they went on their journey, they came in the evening to the river Tigris, and they lodged there.

  [2] τὸ δὲ παιδάριον κατέβη περικλύσασθαι, καὶ ἀνεπήδησεν ἰχθὺς ἀπὸ τοῦ ποταμοῦ καὶ ἐβουλήθη καταπιεῖν τὸ παιδάριον.

  [2] And when the young man went down to wash himself, a fish leaped out of the river, and would have devoured him.

  [3] ὁ δὲ ἄγγελος εἶπεν αὐτῷ Ἐπιλαβοῦ τοῦ ἰχθύος. καὶ ἐκράτησεν τὸν ἰχθὺν τὸ παιδάριον καὶ ἀνέβαλεν αὐτὸν ἐπὶ τὴν γῆν.

  [3] Then the angel said unto him, Take the fish. And the young man laid hold of the fish, and drew it to land.

  [4] καὶ εἶπεν αὐτῷ ὁ ἄγγελος Ἀνάτεμε τὸν ἰχθὺν καὶ λαβὼν τὴν καρδίαν καὶ τὸ ἧπαρ καὶ τὴν χολὴν θὲς ἀσφαλῶς.

  [4] To whom the angel said, Open the fish, and take the heart and the liver and the gall, and put them up safely.

 

‹ Prev