[23] As concerning the rest of the acts of John, and his wars, and worthy deeds which he did, and the building of the walls which he made, and his doings,
[24] ἰδοὺ ταῦτα γέγραπται ἐπὶ βιβλίῳ ἡμερῶν ἀρχιερωσύνης αὐτοῦ, ἀφ’ οὗ ἐγενήθη ἀρχιερεὺς μετὰ τὸν πατέρα αὐτοῦ.
[24] Behold, these are written in the chronicles of his priesthood, from the time he was made high priest after his father.
II Maccabees
II Maccabees
CHAPTER 1
[1] Τοῖς ἀδελφοῖς τοῖς κατ’ Αἴγυπτον Ιουδαίοις χαίρειν οἱ ἀδελφοὶ οἱ ἐν Ιεροσολύμοις Ιουδαῖοι καὶ οἱ ἐν τῇ χώρᾳ τῆς Ιουδαίας εἰρήνην ἀγαθήν·
[1] The brethren, the Jews that be at Jerusalem and in the land of Judea, wish unto the brethren, the Jews that are throughout Egypt health and peace:
[2] καὶ ἀγαθοποιήσαι ὑμῖν ὁ θεὸς καὶ μνησθείη τῆς διαθήκης αὐτοῦ τῆς πρὸς Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ τῶν δούλων αὐτοῦ τῶν πιστῶν·
[2] God be gracious unto you, and remember his covenant that he made with Abraham, Isaac, and Jacob, his faithful servants;
[3] καὶ δῴη ὑμῖν καρδίαν πᾶσιν εἰς τὸ σέβεσθαι αὐτὸν καὶ ποιεῖν αὐτοῦ τὰ θελήματα καρδίᾳ μεγάλῃ καὶ ψυχῇ βουλομένῃ·
[3] And give you all an heart to serve him, and to do his will, with a good courage and a willing mind;
[4] καὶ διανοίξαι τὴν καρδίαν ὑμῶν ἐν τῷ νόμῳ αὐτοῦ καὶ ἐν τοῖς προστάγμασιν καὶ εἰρήνην ποιήσαι
[4] And open your hearts in his law and commandments, and send you peace,
[5] καὶ ἐπακούσαι ὑμῶν τῶν δεήσεων καὶ καταλλαγείη ὑμῖν καὶ μὴ ὑμᾶς ἐγκαταλίποι ἐν καιρῷ πονηρῷ.
[5] And hear your prayers, and be at one with you, and never forsake you in time of trouble.
[6] καὶ νῦν ὧδέ ἐσμεν προσευχόμενοι περὶ ὑμῶν.
[6] And now we be here praying for you.
[7] βασιλεύοντος Δημητρίου ἔτους ἑκατοστοῦ ἑξηκοστοῦ ἐνάτου ἡμεῖς οἱ Ιουδαῖοι γεγράφαμεν ὑμῖν ἐν τῇ θλίψει καὶ ἐν τῇ ἀκμῇ τῇ ἐπελθούσῃ ἡμῖν ἐν τοῖς ἔτεσιν τούτοις ἀφ’ οὗ ἀπέστη Ἰάσων καὶ οἱ μετ’ αὐτοῦ ἀπὸ τῆς ἁγίας γῆς καὶ τῆς βασιλείας
[7] What time as Demetrius reigned, in the hundred threescore and ninth year, we the Jews wrote unto you in the extremity of trouble that came upon us in those years, from the time that Jason and his company revolted from the holy land and kingdom,
[8] καὶ ἐνεπύρισαν τὸν πυλῶνα καὶ ἐξέχεαν αἷμα ἀθῶον· καὶ ἐδεήθημεν τοῦ κυρίου καὶ εἰσηκούσθημεν καὶ προσηνέγκαμεν θυσίαν καὶ σεμίδαλιν καὶ ἐξήψαμεν τοὺς λύχνους καὶ προεθήκαμεν τοὺς ἄρτους.
[8] And burned the porch, and shed innocent blood: then we prayed unto the Lord, and were heard; we offered also sacrifices and fine flour, and lighted the lamps, and set forth the loaves.
[9] καὶ νῦν ἵνα ἄγητε τὰς ἡμέρας τῆς σκηνοπηγίας τοῦ Χασελευ μηνός. ἔτους ἑκατοστοῦ ὀγδοηκοστοῦ καὶ ὀγδόου.
[9] And now see that ye keep the feast of tabernacles in the month Casleu.
[10] Οἱ ἐν Ιεροσολύμοις καὶ οἱ ἐν τῇ Ιουδαίᾳ καὶ ἡ γερουσία καὶ Ιουδας Ἀριστοβούλῳ διδασκάλῳ Πτολεμαίου τοῦ βασιλέως, ὄντι δὲ ἀπὸ τοῦ τῶν χριστῶν ἱερέων γένους, καὶ τοῖς ἐν Αἰγύπτῳ Ιουδαίοις χαίρειν καὶ ὑγιαίνειν.
[10] In the hundred fourscore and eighth year, the people that were at Jerusalem and in Judea, and the council, and Judas, sent greeting and health unto Aristobulus, king Ptolemeus’ master, who was of the stock of the anointed priests, and to the Jews that were in Egypt:
[11] ἐκ μεγάλων κινδύνων ὑπὸ τοῦ θεοῦ σεσῳσμένοι μεγάλως εὐχαριστοῦμεν αὐτῷ ὡς ἂν πρὸς βασιλέα παρατασσόμενοι·
[11] Insomuch as God hath delivered us from great perils, we thank him highly, as having been in battle against a king.
[12] αὐτὸς γὰρ ἐξέβρασεν τοὺς παραταξαμένους ἐν τῇ ἁγίᾳ πόλει.
[12] For he cast them out that fought within the holy city.
[13] εἰς τὴν Περσίδα γενόμενος γὰρ ὁ ἡγεμὼν καὶ ἡ περὶ αὐτὸν ἀνυπόστατος δοκοῦσα εἶναι δύναμις κατεκόπησαν ἐν τῷ τῆς Ναναίας ἱερῷ, παραλογισμῷ χρησαμένων τῶν περὶ τὴν Ναναίαν ἱερέων.
[13] For when the leader was come into Persia, and the army with him that seemed invincible, they were slain in the temple of Nanea by the deceit of Nanea’s priests.
[14] ὡς γὰρ συνοικήσων αὐτῇ παρεγένετο εἰς τὸν τόπον ὅ τε Ἀντίοχος καὶ οἱ σὺν αὐτῷ φίλοι χάριν τοῦ λαβεῖν τὰ χρήματα πλείονα εἰς φερνῆς λόγον
[14] For Antiochus, as though he would marry her, came into the place, and his friends that were with him, to receive money in name of a dowry.
[15] καὶ προθέντων αὐτὰ τῶν ἱερέων τοῦ Ναναίου κἀκείνου προσελθόντος μετ’ ὀλίγων εἰς τὸν περίβολον τοῦ τεμένους, συγκλείσαντες τὸ ἱερόν, ὡς εἰσῆλθεν Ἀντίοχος,
[15] Which when the priests of Nanea had set forth, and he was entered with a small company into the compass of the temple, they shut the temple as soon as Antiochus was come in:
[16] ἀνοίξαντες τὴν τοῦ φατνώματος κρυπτὴν θύραν βάλλοντες πέτρους συνεκεραύνωσαν τὸν ἡγεμόνα καὶ μέλη ποιήσαντες καὶ τὰς κεφαλὰς ἀφελόντες τοῖς ἔξω παρέρριψαν.
[16] And opening a privy door of the roof, they threw stones like thunderbolts, and struck down the captain, hewed them in pieces, smote off their heads and cast them to those that were without.
[17] κατὰ πάντα εὐλογητὸς ἡμῶν ὁ θεός, ὃς παρέδωκεν τοὺς ἀσεβήσαντας.
[17] Blessed be our God in all things, who hath delivered up the ungodly.
[18] μέλλοντες ἄγειν ἐν τῷ Χασελευ πέμπτῃ καὶ εἰκάδι τὸν καθαρισμὸν τοῦ ἱεροῦ δέον ἡγησάμεθα διασαφῆσαι ὑμῖν, ἵνα καὶ αὐτοὶ ἄγητε σκηνοπηγίας καὶ τοῦ πυρός, ὅτε Νεεμιας ὁ οἰκοδομήσας τό τε ἱερὸν καὶ τὸ θυσιαστήριον ἀνήνεγκεν θυσίας.
[18] Therefore whereas we are now purposed to keep the purification of the temple upon the five and twentieth day of the month Casleu, we thought it necessary to certify you thereof, that ye also might keep it, as the feast of the tabernacles, and of the fire, which was given us when Neemias offered sacrifice, after that he had builded the temple and the altar.
[19] καὶ γὰρ ὅτε εἰς τὴν Περσικὴν ἤγοντο ἡμῶν οἱ πατέρες, ο�
� τότε εὐσεβεῖς ἱερεῖς λαβόντες ἀπὸ τοῦ πυρὸς τοῦ θυσιαστηρίου λαθραίως κατέκρυψαν ἐν κοιλώματι φρέατος τάξιν ἔχοντος ἄνυδρον, ἐν ᾧ κατησφαλίσαντο ὥστε πᾶσιν ἄγνωστον εἶναι τὸν τόπον.
[19] For when our fathers were led into Persia, the priests that were then devout took the fire of the altar privily, and hid it in an hollow place of a pit without water, where they kept it sure, so that the place was unknown to all men.
[20] διελθόντων δὲ ἐτῶν ἱκανῶν, ὅτε ἔδοξεν τῷ θεῷ, ἀποσταλεὶς Νεεμιας ὑπὸ τοῦ βασιλέως τῆς Περσίδος τοὺς ἐκγόνους τῶν ἱερέων τῶν ἀποκρυψάντων ἔπεμψεν ἐπὶ τὸ πῦρ· ὡς δὲ διεσάφησαν ἡμῖν μὴ εὑρηκέναι πῦρ, ἀλλὰ ὕδωρ παχύ, ἐκέλευσεν αὐτοὺς ἀποβάψαντας φέρειν.
[20] Now after many years, when it pleased God, Neemias, being sent from the king of Persia, did send of the posterity of those priests that had hid it to the fire: but when they told us they found no fire, but thick water;
[21] ὡς δὲ ἀνηνέχθη τὰ τῶν θυσιῶν, ἐκέλευσεν τοὺς ἱερεῖς Νεεμιας ἐπιρρᾶναι τῷ ὕδατι τά τε ξύλα καὶ τὰ ἐπικείμενα.
[21] Then commanded he them to draw it up, and to bring it; and when the sacrifices were laid on, Neemias commanded the priests to sprinkle the wood and the things laid thereupon with the water.
[22] ὡς δὲ ἐγένετο τοῦτο καὶ χρόνος διῆλθεν ὅ τε ἥλιος ἀνέλαμψεν πρότερον ἐπινεφὴς ὤν, ἀνήφθη πυρὰ μεγάλη ὥστε θαυμάσαι πάντας.
[22] When this was done, and the time came that the sun shone, which afore was hid in the cloud, there was a great fire kindled, so that every man marvelled.
[23] προσευχὴν δὲ ἐποιήσαντο οἱ ἱερεῖς δαπανωμένης τῆς θυσίας, οἵ τε ἱερεῖς καὶ πάντες, καταρχομένου Ιωναθου, τῶν δὲ λοιπῶν ἐπιφωνούντων ὡς Νεεμιου·
[23] And the priests made a prayer whilst the sacrifice was consuming, I say, both the priests, and all the rest, Jonathan beginning, and the rest answering thereunto, as Neemias did.
[24] ἦν δὲ ἡ προσευχὴ τὸν τρόπον ἔχουσα τοῦτον Κύριε κύριε ὁ θεός, ὁ πάντων κτίστης, ὁ φοβερὸς καὶ ἰσχυρὸς καὶ δίκαιος καὶ ἐλεήμων, ὁ μόνος βασιλεὺς καὶ χρηστός,
[24] And the prayer was after this manner; O Lord, Lord God, Creator of all things, who art fearful and strong, and righteous, and merciful, and the only and gracious King,
[25] ὁ μόνος χορηγός, ὁ μόνος δίκαιος καὶ παντοκράτωρ καὶ αἰώνιος, ὁ διασῴζων τὸν Ισραηλ ἐκ παντὸς κακοῦ, ὁ ποιήσας τοὺς πατέρας ἐκλεκτοὺς καὶ ἁγιάσας αὐτούς,
[25] The only giver of all things, the only just, almighty, and everlasting, thou that deliverest Israel from all trouble, and didst choose the fathers, and sanctify them:
[26] πρόσδεξαι τὴν θυσίαν ὑπὲρ παντὸς τοῦ λαοῦ σου Ισραηλ καὶ διαφύλαξον τὴν μερίδα σου καὶ καθαγίασον.
[26] Receive the sacrifice for thy whole people Israel, and preserve thine own portion, and sanctify it.
[27] ἐπισυνάγαγε τὴν διασπορὰν ἡμῶν, ἐλευθέρωσον τοὺς δουλεύοντας ἐν τοῖς ἔθνεσιν, τοὺς ἐξουθενημένους καὶ βδελυκτοὺς ἔπιδε, καὶ γνώτωσαν τὰ ἔθνη ὅτι σὺ εἶ ὁ θεὸς ἡμῶν.
[27] Gather those together that are scattered from us, deliver them that serve among the heathen, look upon them that are despised and abhorred, and let the heathen know that thou art our God.
[28] βασάνισον τοὺς καταδυναστεύοντας καὶ ἐξυβρίζοντας ἐν ὑπερηφανίᾳ.
[28] Punish them that oppress us, and with pride do us wrong.
[29] καταφύτευσον τὸν λαόν σου εἰς τὸν τόπον τὸν ἅγιόν σου, καθὼς εἶπεν Μωϋσῆς.
[29] Plant thy people again in thy holy place, as Moses hath spoken.
[30] Οἱ δὲ ἱερεῖς ἐπέψαλλον τοὺς ὕμνους.
[30] And the priests sung psalms of thanksgiving.
[31] καθὼς δὲ ἀνηλώθη τὰ τῆς θυσίας, καὶ τὸ περιλειπόμενον ὕδωρ ὁ Νεεμιας ἐκέλευσεν λίθους μείζονας καταχεῖν.
[31] Now when the sacrifice was consumed, Neemias commanded the water that was left to be poured on the great stones.
[32] ὡς δὲ τοῦτο ἐγενήθη, φλὸξ ἀνήφθη· τοῦ δὲ ἀπὸ τοῦ θυσιαστηρίου ἀντιλάμψαντος φωτὸς ἐδαπανήθη.
[32] When this was done, there was kindled a flame: but it was consumed by the light that shined from the altar.
[33] ὡς δὲ φανερὸν ἐγενήθη τὸ πρᾶγμα, καὶ διηγγέλη τῷ βασιλεῖ τῶν Περσῶν ὅτι εἰς τὸν τόπον, οὗ τὸ πῦρ ἔκρυψαν οἱ μεταχθέντες ἱερεῖς, τὸ ὕδωρ ἐφάνη, ἀφ’ οὗ καὶ οἱ περὶ τὸν Νεεμιαν ἥγνισαν τὰ τῆς θυσίας,
[33] So when this matter was known, it was told the king of Persia, that in the place, where the priests that were led away had hid the fire, there appeared water, and that Neemias had purified the sacrifices therewith.
[34] περιφράξας δὲ ὁ βασιλεὺς ἱερὸν ἐποίησεν δοκιμάσας τὸ πρᾶγμα.
[34] Then the king, inclosing the place, made it holy, after he had tried the matter.
[35] καὶ οἷς ἐχαρίζετο ὁ βασιλεύς, πολλὰ διάφορα ἐλάμβανεν καὶ μετεδίδου.
[35] And the king took many gifts, and bestowed thereof on those whom he would gratify.
[36] προσηγόρευσαν δὲ οἱ περὶ τὸν Νεεμιαν τοῦτο νεφθαρ, ὃ διερμηνεύεται καθαρισμός· καλεῖται δὲ παρὰ τοῖς πολλοῖς νεφθαι.
[36] And Neemias called this thing Naphthar, which is as much as to say, a cleansing: but many men call it Nephi.
CHAPTER 2
[1] Εὑρίσκεται δὲ ἐν ταῖς ἀπογραφαῖς Ιερεμιας ὁ προφήτης ὅτι ἐκέλευσεν τοῦ πυρὸς λαβεῖν τοὺς μεταγενομένους, ὡς σεσήμανται,
[1] It is also found in the records, that Jeremy the prophet commanded them that were carried away to take of the fire, as it hath been signified:
[2] καὶ ὡς ἐνετείλατο τοῖς μεταγενομένοις ὁ προφήτης δοὺς αὐτοῖς τὸν νόμον, ἵνα μὴ ἐπιλάθωνται τῶν προσταγμάτων τοῦ κυρίου, καὶ ἵνα μὴ ἀποπλανηθῶσιν ταῖς διανοίαις βλέποντες ἀγάλματα χρυσᾶ καὶ ἀργυρᾶ καὶ τὸν περὶ αὐτὰ κόσμον·
[2] And how that the prophet, having given them the law, charged them not to forget the commandments of the Lord, and that they should not err in their minds, when they see images of silver and gold, with their ornaments.
[3] καὶ ἕτερα τοιαῦτα λέγων παρεκάλει μὴ ἀποστῆναι τὸν νόμον ἀπὸ τῆς καρδίας αὐτῶν.
[3] And with other such speeches exhor
ted he them, that the law should not depart from their hearts.
[4] ἦν δὲ ἐν τῇ γραφῇ ὡς τὴν σκηνὴν καὶ τὴν κιβωτὸν ἐκέλευσεν ὁ προφήτης χρηματισμοῦ γενηθέντος αὐτῷ συνακολουθεῖν· ὡς δὲ ἐξῆλθεν εἰς τὸ ὄρος, οὗ ὁ Μωϋσῆς ἀναβὰς ἐθεάσατο τὴν τοῦ θεοῦ κληρονομίαν.
[4] It was also contained in the same writing, that the prophet, being warned of God, commanded the tabernacle and the ark to go with him, as he went forth into the mountain, where Moses climbed up, and saw the heritage of God.
[5] καὶ ἐλθὼν ὁ Ιερεμιας εὗρεν οἶκον ἀντρώδη καὶ τὴν σκηνὴν καὶ τὴν κιβωτὸν καὶ τὸ θυσιαστήριον τοῦ θυμιάματος εἰσήνεγκεν ἐκεῖ καὶ τὴν θύραν ἐνέφραξεν.
[5] And when Jeremy came thither, he found an hollow cave, wherein he laid the tabernacle, and the ark, and the altar of incense, and so stopped the door.
[6] καὶ προσελθόντες τινὲς τῶν συνακολουθούντων ὥστε ἐπισημάνασθαι τὴν ὁδὸν καὶ οὐκ ἐδυνήθησαν εὑρεῖν.
[6] And some of those that followed him came to mark the way, but they could not find it.
[7] ὡς δὲ ὁ Ιερεμιας ἔγνω, μεμψάμενος αὐτοῖς εἶπεν ὅτι Καὶ ἄγνωστος ὁ τόπος ἔσται, ἕως ἂν συναγάγῃ ὁ θεὸς ἐπισυναγωγὴν τοῦ λαοῦ καὶ ἵλεως γένηται·
[7] Which when Jeremy perceived, he blamed them, saying, As for that place, it shall be unknown until the time that God gather his people again together, and receive them unto mercy.
[8] καὶ τότε ὁ κύριος ἀναδείξει ταῦτα, καὶ ὀφθήσεται ἡ δόξα τοῦ κυρίου καὶ ἡ νεφέλη, ὡς ἐπὶ Μωυσῇ ἐδηλοῦτο, ὡς καὶ ὁ Σαλωμων ἠξίωσεν ἵνα ὁ τόπος καθαγιασθῇ μεγάλως.
Delphi Septuagint Page 915