[22] For they became the atnipoised to the sin of the nation; and the Divine Providence saved Israel, aforetime afflicted, by the blood of those pious ones, and the propitiatory death.
[23] Πρὸς γὰρ τὴν ἀνδρείαν αὐτῶν τῆς ἀρετῆς καὶ τὴν ἐπὶ ταῖς βασάνοις αὐτῶν ὑπομονὴν ὁ τύραννος ἀπιδὼν ἀνεκήρυξεν ὁ Ἀντίοχος τοῖς στρατιώταις αὐτοῦ εἰς ὑπόδειγμα τὴν ἐκείνων ὑπομονὴν
[23] For the tyrant Antiochus, looking to their manly virtue, and to their endurance in torture, proclaimed that endurance as an example to his soldiers.
[24] ἔσχεν τε αὐτοὺς γενναίους καὶ ἀνδρείους εἰς πεζομαχίαν καὶ πολιορκίαν καὶ ἐκπορθήσας ἐνίκησεν πάντας τοὺς πολεμίους.
[24] And they proved to be to him noble and brave for land battles and for sieges; and he conquered and stormed the towns of all his enemies.
CHAPTER 18
[1] Ὦ τῶν Αβραμιαίων σπερμάτων ἀπόγονοι παῖδες Ισραηλῖται, πείθεσθε τῷ νόμῳ τούτῳ καὶ πάντα τρόπον εὐσεβεῖτε
[1] O Israelitish children, descendants of the seed of Abraham, obey this law, and in every way be religious.
[2] γινώσκοντες ὅτι τῶν παθῶν ἐστιν δεσπότης ὁ εὐσεβὴς λογισμὸς καὶ οὐ μόνον τῶν ἔνδοθεν, ἀλλὰ καὶ τῶν ἔξωθεν πόνων.
[2] Knowing that religious reasoning is lord of the passions, and those not only inward but outward.
[3] Ἀνθ ὧν διὰ τὴν εὐσέβειαν προέμενοι τὰ σώματα τοῖς πόνοις ἐκεῖνοι οὐ μόνον ὑπὸ τῶν ἀνθρώπων ἐθαυμάσθησαν, ἀλλὰ καὶ θείας μερίδος κατηξιώθησαν.
[3] When those persons giving up their bodies to pains for the sake of religion, were not only admired by men, but were deemed worthy of a divine portion.
[4] Καὶ δι’ αὐτοὺς εἰρήνευσεν τὸ ἔθνος, καὶ τὴν εὐνομίαν τὴν ἐπὶ τῆς πατρίδος ἀνανεωσάμενοι ἐκπεπόρθηκαν τοὺς πολεμίους.
[4] And the nation through them obtained peace, and having renewed the observance of the law in their country, drove the enemy out of the land.
[5] καὶ ὁ τύραννος Ἀντίοχος καὶ ἐπὶ γῆς τετιμώρηται καὶ ἀποθανὼν κολάζεται· ὡς γὰρ οὐδὲν οὐδαμῶς ἴσχυσεν ἀναγκάσαι τοὺς Ιεροσολυμίτας ἀλλοφυλῆσαι καὶ τῶν πατρίων ἐθῶν ἐκδιαιτηθῆναι, τότε ἀπάρας ἀπὸ τῶν Ιεροσολύμων ἐστράτευσεν ἐπὶ Πέρσας.
[5] And the tyrant Antiochus was both punished upon earth, and is punished now he is dead; for when he was quite unable to compel the Israelites to adopt foreign customs, and to desert the manner of life of their fathers,
[6] Ἔλεγεν δὲ ἡ μήτηρ τῶν ἑπτὰ παίδων καὶ ταῦτα τὰ δικαιώματα τοῖς τέκνοις
[6] then, departing from Jerusalem, he made war against the Persians.
[7] ὅτι Ἐγὼ ἐγενήθην παρθένος ἁγνὴ οὐδὲ ὑπερέβην πατρικὸν οἶκον, ἐφύλασσον δὲ τὴν ᾠκοδομημένην πλευράν.
[7] And the righteous mother of the seven children spake also as follows to her offspring: I was a pure virgin, and went not beyond my father’s house; but I took care of the built-up rib.
[8] οὐδὲ ἔφθειρέν με λυμεὼν ἐρημίας φθορεὺς ἐν πεδίῳ, οὐδὲ ἐλυμήνατό μου τὰ ἁγνὰ τῆς παρθενίας λυμεὼν ἀπάτης ὄφις.
[8] No destroyer of the desert, or ravisher of the plain, injured me; nor did the destructive, deceitful snake, make spoil of my chaste virginity; and I remained with my husband during the period of my prime.
[9] ἔμεινα δὲ χρόνον ἀκμῆς σὺν ἀνδρί· τούτων δὲ ἐνηλίκων γενομένων ἐτελεύτησεν ὁ πατὴρ αὐτῶν, μακάριος μὲν ἐκεῖνος, τὸν γὰρ τῆς εὐτεκνίας βίον ἐπιζήσας τὸν τῆς ἀτεκνίας οὐκ ὠδυνήθη καιρόν.
[9] And these my children, having arrive at maturity, their father died: blessed was he! for having sought out a life of fertility in children, he was not grieved with a period of loss of children.
[10] ὃς ἐδίδασκεν ὑμᾶς ἔτι ὢν σὺν ὑμῖν τὸν νόμον καὶ τοὺς προφήτας.
[10] And he used to teach you, when yet with you, the law and the prophets.
[11] τὸν ἀναιρεθέντα Αβελ ὑπὸ Καιν ἀνεγίνωσκέν τε ὑμῖν καὶ τὸν ὁλοκαρπούμενον Ισαακ καὶ τὸν ἐν φυλακῇ Ιωσηφ.
[11] He used to read to you the slaying of Abel by Cain, and the offering up of Isaac, and the imprisonment of Joseph.
[12] ἔλεγεν δὲ ὑμῖν τὸν ζηλωτὴν Φινεες, ἐδίδασκέν τε ὑμᾶς τοὺς ἐν πυρὶ Ανανιαν καὶ Αζαριαν καὶ Μισαηλ.
[12] And he used to tell you of the zealous Phinehas; and informed you of Ananias and Azarias, and Misael in the fire.
[13] ἐδόξαζεν δὲ καὶ τὸν ἐν λάκκῳ λεόντων Δανιηλ, ὃν ἐμακάριζεν.
[13] And he used to glorify Daniel, who was in the den of lions, and pronounce him blessed.
[14] ὑπεμίμνῃσκεν δὲ ὑμᾶς καὶ τὴν Ησαιου γραφὴν τὴν λέγουσαν Κἂν διὰ πυρὸς διέλθῃς, φλὸξ οὐ κατακαύσει σε.
[14] And he used to put you in mind of the scripture of Esaias, which saith, Even if thou pass through the fire, it shall not burn thee.
[15] τὸν ὑμνογράφον ἐμελῴδει ὑμῖν Δαυιδ λέγοντα Πολλαὶ αἱ θλίψεις τῶν δικαίων.
[15] He chanted to you David, the hymn-writer, who saith, Many are the afflictions of the just.
[16] τὸν Σαλωμῶντα ἐπαροιμίαζεν ὑμῖν λέγοντα Ξύλον ζωῆς ἐστιν τοῖς ποιοῦσιν αὐτοῦ τὸ θέλημα.
[16] He declared the proverbs of Solomon, who saith, He is a tree of life to all those who do His will.
[17] τὸν Ιεζεκιηλ ἐπιστοποίει τὸν λέγοντα Εἰ ζήσεται τὰ ὀστᾶ τὰ ξηρὰ ταῦτα;
[17] He used to verify Ezekiel, who said, Shall these dry bones live?
[18] ᾠδὴν μὲν γάρ, ἣν ἐδίδαξεν Μωϋσῆς, οὐκ ἐπελάθετο διδάσκων τὴν λέγουσαν
[18] For he did not forget the song which Moses taught, proclaiming, I will kill, and I will make to live.
[19] Ἐγὼ ἀποκτενῶ καὶ ζῆν ποιήσω· αὕτη ἡ ζωὴ ὑμῶν καὶ ἡ μακρότης τῶν ἡμερῶν.
[19] This is our life, and the length of our days.
[20] Ὦ πικρᾶς τῆς τότε ἡμέρας καὶ οὐ πικρᾶς, ὅτε ὁ πικρὸς Ἑλλήνων τύραννος πῦρ πυρὶ σβέσας λέβησιν ὠμοῖς καὶ ζέουσι θυμοῖς ἀγαγὼν ἐπὶ τὸν καταπέλτην καὶ πάλιν τὰς βασάνους αὐτοῦ τοὺς ἑπτὰ παῖδας τῆς Αβρααμίτιδος
[20] O that bitter, and yet not bitter, day when the bitter tyrant of the Greeks, quenching fire with fire in his cruel caldrons, brought with boiling rage the seven sons of the daughter of Abraham to the catapelt, and to all his torments!
[21]
τὰς τῶν ὀμμάτων κόρας ἐπήρωσεν καὶ γλώσσας ἐξέτεμεν καὶ βασάνοις ποικίλαις ἀπέκτεινεν.
[21] He pierced the balls of their eyes, and cut out their tongues, and put them to death with varied tortures.
[22] ὑπὲρ ὧν ἡ θεία δίκη μετῆλθεν καὶ μετελεύσεται τὸν ἀλάστορα τύραννον.
[22] Wherefore divine retribution pursued and will pursue the pestilent wretch.
[23] οἱ δὲ Αβραμιαῖοι παῖδες σὺν τῇ ἀθλοφόρῳ μητρὶ εἰς πατέρων χορὸν συναγελάζονται ψυχὰς ἁγνὰς καὶ ἀθανάτους ἀπειληφότες παρὰ τοῦ θεοῦ.
[23] But the children of Abraham, with their victorious mother, are assembled together to the choir of their fathers; having received pure and immortal souls from God.
[24] ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων· αμην.
[24] To whom be glory for ever and ever. Amen.
Job
CHAPTER 1
[1] Ἄνθρωπός τις ἦν ἐν χώρᾳ τῇ Αυσίτιδι, ᾧ ὄνομα Ιωβ, καὶ ἦν ὁ ἄνθρωπος ἐκεῖνος ἀληθινός, ἄμεμπτος, δίκαιος, θεοσεβής, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος.
[1] There was a certain man in the land of Ausis, whose name was Job; and than man was true, blameless, righteous, and godly, abstaining from everything evil.
[2] ἐγένοντο δὲ αὐτῷ υἱοὶ ἑπτὰ καὶ θυγατέρες τρεῖς.
[2] And he had seven sons and three daughters.
[3] καὶ ἦν τὰ κτήνη αὐτοῦ πρόβατα ἑπτακισχίλια, κάμηλοι τρισχίλιαι, ζεύγη βοῶν πεντακόσια, ὄνοι θήλειαι νομάδες πεντακόσιαι, καὶ ὑπηρεσία πολλὴ σφόδρα καὶ ἔργα μεγάλα ἦν αὐτῷ ἐπὶ τῆς γῆς· καὶ ἦν ὁ ἄνθρωπος ἐκεῖνος εὐγενὴς τῶν ἀφ’ ἡλίου ἀνατολῶν.
[3] And his cattle consisted of seven thousand sheep, three thousand camels, five hundred yoke of oxen, five hundred she-asses in the pastures, and a very great household, and he had a great husbandry on the earth; and that man was most noble of the men of the east.
[4] συμπορευόμενοι δὲ οἱ υἱοὶ αὐτοῦ πρὸς ἀλλήλους ἐποιοῦσαν πότον καθ’ ἑκάστην ἡμέραν συμπαραλαμβάνοντες ἅμα καὶ τὰς τρεῖς ἀδελφὰς αὐτῶν ἐσθίειν καὶ πίνειν μετ’ αὐτῶν.
[4] And his sons visiting one another prepared a banquet every day, taking with them also their three sisters to eat and drink with them.
[5] καὶ ὡς ἂν συνετελέσθησαν αἱ ἡμέραι τοῦ πότου, ἀπέστελλεν Ιωβ καὶ ἐκαθάριζεν αὐτοὺς ἀνιστάμενος τὸ πρωῒ καὶ προσέφερεν περὶ αὐτῶν θυσίας κατὰ τὸν ἀριθμὸν αὐτῶν καὶ μόσχον ἕνα περὶ ἁμαρτίας περὶ τῶν ψυχῶν αὐτῶν· ἔλεγεν γὰρ Ιωβ Μήποτε οἱ υἱοί μου ἐν τῇ διανοίᾳ αὐτῶν κα κὰ ἐνενόησαν πρὸς θεόν. οὕτως οὖν ἐποίει Ιωβ πάσας τὰς ἡμέρας.
[5] And when the days of the banquet were completed, Job sent and purified them, having risen up in the morning, and offered sacrifices for them, according to their number, and one calf for a sin-offering for their souls: for Job said, Lest peradventure my sons have thought evil in their minds against God. Thus, then Job did continually.
[6] Καὶ ὡς ἐγένετο ἡ ἡμέρα αὕτη, καὶ ἰδοὺ ἦλθον οἱ ἄγγελοι τοῦ θεοῦ παραστῆναι ἐνώπιον τοῦ κυρίου, καὶ ὁ διάβολος ἦλθεν μετ’ αὐτῶν.
[6] And it came to pass on a day, that behold, the angels of God came to stand before the Lord, and the devil came with them.
[7] καὶ εἶπεν ὁ κύριος τῷ διαβόλῳ Πόθεν παραγέγονας; καὶ ἀποκριθεὶς ὁ διάβολος τῷ κυρίῳ εἶπεν Περιελθὼν τὴν γῆν καὶ ἐμπεριπατήσας τὴν ὑπ’ οὐρανὸν πάρειμι.
[7] And the Lord said to the devil, Whence art thou come? And the devil answered the Lord, and said, I am come from compassing the earth, and walking up and down in the world.
[8] καὶ εἶπεν αὐτῷ ὁ κύριος Προσέσχες τῇ διανοίᾳ σου κατὰ τοῦ παιδός μου Ιωβ, ὅτι οὐκ ἔστιν κατ’ αὐτὸν τῶν ἐπὶ τῆς γῆς ἄνθρωπος ἄμεμπτος, ἀληθινός, θεοσεβής, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος;
[8] And the Lord said to him, Hast thou diligently considered my servant Job, that there is none like him on the earth, a man blameless, true, godly, abstaining from everything evil?
[9] ἀπεκρίθη δὲ ὁ διάβολος καὶ εἶπεν ἐναντίον τοῦ κυρίου Μὴ δωρεὰν σέβεται Ιωβ τὸν θεόν;
[9] Then the devil answered, and said before the Lord, Does Job worship the Lord for nothing?
[10] οὐ σὺ περιέφραξας τὰ ἔξω αὐτοῦ καὶ τὰ ἔσω τῆς οἰκίας αὐτοῦ καὶ τὰ ἔξω πάντων τῶν ὄντων αὐτῷ κύκλῳ; τὰ ἔργα τῶν χειρῶν αὐτοῦ εὐλόγησας καὶ τὰ κτήνη αὐτοῦ πολλὰ ἐποίησας ἐπὶ τῆς γῆς.
[10] Hast thou not made a hedge about him, and about his household, and all his possessions round about? and hast thou not blessed the works of his hands, and multiplied his cattle upon the land?
[11] ἀλλὰ ἀπόστειλον τὴν χεῖρά σου καὶ ἅψαι πάντων, ὧν ἔχει· εἰ μὴν εἰς πρόσωπόν σε εὐλογήσει.
[11] But put forth thine hand, and touch all that he has: verily he will bless thee to thy face.
[12] τότε εἶπεν ὁ κύριος τῷ διαβόλῳ Ἰδοὺ πάντα, ὅσα ἔστιν αὐτῷ, δίδωμι ἐν τῇ χειρί σου, ἀλλὰ αὐτοῦ μὴ ἅψῃ. καὶ ἐξῆλθεν ὁ διάβολος παρὰ τοῦ κυρίου.
[12] Then the Lord said to the devil, Behold, I give into thine hand all that he has, but touch not himself. So the devil went out from the presence of the Lord.
[13] Καὶ ἦν ὡς ἡ ἡμέρα αὕτη, οἱ υἱοὶ Ιωβ καὶ αἱ θυγατέρες αὐτοῦ ἔπινον οἶνον ἐν τῇ οἰκίᾳ τοῦ ἀδελφοῦ αὐτῶν τοῦ πρεσβυτέρου.
[13] And it came to pass on a certain day, that Job’s sons and his daughters were drinking wine in the house of their elder brother.
[14] καὶ ἰδοὺ ἄγγελος ἦλθεν πρὸς Ιωβ καὶ εἶπεν αὐτῷ Τὰ ζεύγη τῶν βοῶν ἠροτρία, καὶ αἱ θήλειαι ὄνοι ἐβόσκοντο ἐχόμεναι αὐτῶν·
[14] And, behold, there came a messenger to Job, and said to him, The yokes of oxen were ploughing, and the she-asses were feeding near them;
[15] καὶ ἐλθόντες οἱ αἰχμαλωτεύοντες ᾐχμαλώτευσαν αὐτὰς καὶ τοὺς παῖδας ἀπέκτειναν ἐν μαχαίραις· σωθεὶς δὲ ἐγὼ μόνος ἦλθον τοῦ ἀπαγγεῖλαί σοι.
[15] and the spoilers came and took them for a prey, and slew the servants with the sword; and I having escaped alone am come to tell thee.
[16] Ἔτι τούτου λαλοῦντος ἦλθεν ἕτερος ἄγγελος καὶ εἶπεν πρὸς Ιωβ Πῦρ ἔπεσεν ἐκ τοῦ οὐρα
νοῦ καὶ κατέκαυσεν τὰ πρόβατα καὶ τοὺς ποιμένας κατέφαγεν ὁμοίως· καὶ σωθεὶς ἐγὼ μόνος ἦλθον τοῦ ἀπαγγεῖλαί σοι.
[16] While he was yet speaking, there came another messenger, and said to Job, Fire has fallen from heaven, and burnt up the sheep, and devoured the shepherds like wise; and I having escaped alone am come to tell thee.
[17] Ἔτι τούτου λαλοῦντος ἦλθεν ἕτερος ἄγγελος καὶ εἶπεν πρὸς Ιωβ Οἱ ἱππεῖς ἐποίησαν ἡμῖν κεφαλὰς τρεῖς καὶ ἐκύκλωσαν τὰς καμήλους καὶ ᾐχμαλώτευσαν αὐτὰς καὶ τοὺς παῖδας ἀπέκτειναν ἐν μαχαίραις· ἐσώθην δὲ ἐγὼ μόνος καὶ ἦλθον τοῦ ἀπαγγεῖλαί σοι.
[17] While he was yet speaking, there came another messenger, and said to Job, The horsemen formed three companies against us, and surrounded the camels, and took them for a prey, and slew the servants with the sword; and I only escaped, and am come to tell thee.
[18] Ἔτι τούτου λαλοῦντος ἄλλος ἄγγελος ἔρχεται λέγων τῷ Ιωβ Τῶν υἱῶν σου καὶ τῶν θυγατέρων σου ἐσθιόντων καὶ πινόν των παρὰ τῷ ἀδελφῷ αὐτῶν τῶν πρεσβυτέρῳ
[18] While he is yet speaking, another messenger comes, saying to Job, While thy sons and thy daughters were eating and drinking with their elder brother,
[19] ἐξαίφνης πνεῦμα μέγα ἐπῆλθεν ἐκ τῆς ἐρήμου καὶ ἥψατο τῶν τεσσάρων γωνιῶν τῆς οἰκίας, καὶ ἔπεσεν ἡ οἰκία ἐπὶ τὰ παιδία σου, καὶ ἐτελεύτησαν· ἐσώθην δὲ ἐγὼ μόνος καὶ ἦλθον τοῦ ἀπαγγεῖλαί σοι.
Delphi Septuagint Page 943