[13] καὶ ἀντὶ τῆς στοιβῆς ἀναβήσεται κυπάρισσος, ἀντὶ δὲ τῆς κονύζης ἀναβήσεται μυρσίνη· καὶ ἔσται κύριος εἰς ὄνομα καὶ εἰς σημεῖον αἰώνιον καὶ οὐκ ἐκλείψει.
[13] And instead of the bramble shall come up the cypress, and instead of the nettle shall come up the myrtle: and the Lord shall be for a name, and for an everlasting sign, and shall not fail.
CHAPTER 56
[1] Τάδε λέγει κύριος Φυλάσσεσθε κρίσιν, ποιήσατε δικαιοσύνην· ἤγγισεν γὰρ τὸ σωτήριόν μου παραγίνεσθαι καὶ τὸ ἔλεός μου ἀποκαλυφθῆναι.
[1] Thus saith the Lord, Keep ye judgment, and do justice: for my salvation is near to come, and my mercy to be revealed.
[2] μακάριος ἀνὴρ ὁ ποιῶν ταῦτα καὶ ἄνθρωπος ὁ ἀντεχόμενος αὐτῶν καὶ φυλάσσων τὰ σάββατα μὴ βεβηλοῦν καὶ διατηρῶν τὰς χεῖρας αὐτοῦ μὴ ποιεῖν ἀδίκημα.
[2] Blessed is the man that does these things, and the man that holds by them, and keeps the sabbaths from profaning them, and keeps his hands from doing unrighteousness.
[3] μὴ λεγέτω ὁ ἀλλογενὴς ὁ προσκείμενος πρὸς κύριον Ἀφοριεῖ με ἄρα κύριος ἀπὸ τοῦ λαοῦ αὐτοῦ· καὶ μὴ λεγέτω ὁ εὐνοῦχος ὅτι Ἐγώ εἰμι ξύλον ξηρόν.
[3] Let not the stranger who attaches himself to the Lord, say, Surely the Lord will separate me from his people: and let not the eunuch say, I am a dry tree.
[4] τάδε λέγει κύριος Τοῖς εὐνούχοις, ὅσοι ἂν φυλάξωνται τὰ σάββατά μου καὶ ἐκλέξωνται ἃ ἐγὼ θέλω καὶ ἀντέχωνται τῆς διαθήκης μου,
[4] Thus saith the Lord to the eunuchs, as many as shall keep my sabbaths, and choose the things which I take pleasure in, and take hold of my covenant;
[5] δώσω αὐτοῖς ἐν τῷ οἴκῳ μου καὶ ἐν τῷ τείχει μου τόπον ὀνομαστὸν κρείττω υἱῶν καὶ θυγατέρων, ὄνομα αἰώνιον δώσω αὐτοῖς καὶ οὐκ ἐκλείψει.
[5] I will give to them in my house and within my walls an honourable place, better than sons and daughters: I will give them an everlasting name, and it shall not fail.
[6] καὶ τοῖς ἀλλογενέσι τοῖς προσκειμένοις κυρίῳ δουλεύειν αὐτῷ καὶ ἀγαπᾶν τὸ ὄνομα κυρίου τοῦ εἶναι αὐτῷ εἰς δούλους καὶ δούλας καὶ πάντας τοὺς φυλασσομένους τὰ σάββατά μου μὴ βεβηλοῦν καὶ ἀντεχομένους τῆς διαθήκης μου,
[6] And I will give it to the strangers that attach themselves to the Lord, to serve him, and to love the name of the Lord, to be to him servants and handmaids; and as for all that keep my sabbaths from profaning them, and that take hold of my covenant;
[7] εἰσάξω αὐτοὺς εἰς τὸ ὄρος τὸ ἅγιόν μου καὶ εὐφρανῶ αὐτοὺς ἐν τῷ οἴκῳ τῆς προσευχῆς μου· τὰ ὁλοκαυτώματα αὐτῶν καὶ αἱ θυσίαι αὐτῶν ἔσονται δεκταὶ ἐπὶ τοῦ θυσιαστηρίου μου· ὁ γὰρ οἶκός μου οἶκος προσευχῆς κληθήσεται πᾶσιν τοῖς ἔθνεσιν,
[7] I will bring them to my holy mountain, and gladden them in my house of prayer: their whole-burnt-offerings and their sacrifices shall be acceptable upon mine altar; for my house shall be called a house of prayer for all nations,
[8] εἶπεν κύριος ὁ συνάγων τοὺς διεσπαρμένους Ισραηλ, ὅτι συνάξω ἐπ’ αὐτὸν συναγωγήν.
[8] saith the Lord that gathers the dispersed of Israel; for I will gather to him a congregation.
[9] Πάντα τὰ θηρία τὰ ἄγρια, δεῦτε φάγετε, πάντα τὰ θηρία τοῦ δρυμοῦ.
[9] All ye beasts of the field, come, devour, all ye beasts of the forest.
[10] ἴδετε ὅτι πάντες ἐκτετύφλωνται, οὐκ ἔγνωσαν φρονῆσαι, πάντες κύνες ἐνεοί, οὐ δυνήσονται ὑλακτεῖν, ἐνυπνιαζόμενοι κοίτην, φιλοῦντες νυστάξαι.
[10] See how they are all blinded: they have not known; they are dumb dogs that will not bark; dreaming of rest, loving to slumber.
[11] καὶ οἱ κύνες ἀναιδεῖς τῇ ψυχῇ, οὐκ εἰδότες πλησμονήν· καί εἰσιν πονηροὶ οὐκ εἰδότες σύνεσιν, πάντες ἐν ταῖς ὁδοῖς αὐτῶν ἐξηκολούθησαν, ἕκαστος κατὰ τὸ ἑαυτοῦ.
[11] Yea, they are insatiable dogs, that known not what it is to be filled, and they are wicked, having no understanding: all have followed their own ways, each according to his will.
CHAPTER 57
[1] Ἴδετε ὡς ὁ δίκαιος ἀπώλετο, καὶ οὐδεὶς ἐκδέχεται τῇ καρδίᾳ, καὶ ἄνδρες δίκαιοι αἴρονται, καὶ οὐδεὶς κατανοεῖ. ἀπὸ γὰρ προσώπου ἀδικίας ἦρται ὁ δίκαιος·
[1] See how the just man has perished, and no one lays it to heart: and righteous men are taken away, and no one considers: for the righteous has been removed out of the way of injustice.
[2] ἔσται ἐν εἰρήνῃ ἡ ταφὴ αὐτοῦ, ἦρται ἐκ τοῦ μέσου.
[2] His burial shall be in peace: he has been removed out of the way.
[3] ὑμεῖς δὲ προσαγάγετε ὧδε, υἱοὶ ἄνομοι, σπέρμα μοιχῶν καὶ πόρνης·
[3] But draw ye near hither, ye lawless children, the seed of adulterers and the harlot.
[4] ἐν τίνι ἐνετρυφήσατε; καὶ ἐπὶ τίνα ἠνοίξατε τὸ στόμα ὑμῶν; καὶ ἐπὶ τίνα ἐχαλάσατε τὴν γλῶσσαν ὑμῶν; οὐχ ὑμεῖς ἐστε τέκνα ἀπωλείας, σπέρμα ἄνομον;
[4] Wherein have ye been rioting? and against whom have ye opened your mouth, and against whom have ye loosed your tongue? are ye not children of perdition? a lawless seed?
[5] οἱ παρακαλοῦντες ἐπὶ τὰ εἴδωλα ὑπὸ δένδρα δασέα, σφάζοντες τὰ τέκνα αὐτῶν ἐν ταῖς φάραγξιν ἀνὰ μέσον τῶν πετρῶν.
[5] who call upon idols under the leafy trees, slaying your children in the valleys among the rocks?
[6] ἐκείνη σου ἡ μερίς, οὗτός σου ὁ κλῆρος, κἀκείνοις ἐξέχεας σπονδὰς κἀκείνοις ἀνήνεγκας θυσίας· ἐπὶ τούτοις οὖν οὐκ ὀργισθήσομαι;
[6] That is thy portion, this is thy lot: and to them hast thou poured forth drink-offerings, and to these hast thou offered meat-offerings. Shall I not therefore be angry for these things?
[7] ἐπ’ ὄρος ὑψηλὸν καὶ μετέωρον, ἐκεῖ σου ἡ κοίτη, κἀκεῖ ἀνεβίβασας θυσίας.
[7] On a lofty and high mountain, there is thy bed, and thither thou carriedst up thy meat-offerings:
[8] καὶ ὀπίσω τῶν σταθμῶν τῆς θύρας σου ἔθηκας μνημόσυνά σου· ᾤου ὅτι ἐὰν ἀπ’ ἐμοῦ ἀποστῇς, πλεῖόν τι ἕξεις· ἠγάπησας τοὺς κοιμωμένους μετὰ σοῦ
[8] and behind the posts of thy door thou didst place thy memorials. Didst thou think that if thou shouldest depart from me, thou wouldest gai
n? thou hast loved those that lay with thee;
[9] καὶ ἐπλήθυνας τὴν πορνείαν σου μετ’ αὐτῶν καὶ πολλοὺς ἐποίησας τοὺς μακρὰν ἀπὸ σοῦ καὶ ἀπέστειλας πρέσβεις ὑπὲρ τὰ ὅριά σου καὶ ἀπέστρεψας καὶ ἐταπεινώθης ἕως ᾅδου.
[9] and thou hast multiplied thy whoredom with them, and thou hast increased the number of them that are far from thee, and hast sent ambassadors beyond thy borders, and hast been debased even to hell.
[10] ταῖς πολυοδίαις σου ἐκοπίασας καὶ οὐκ εἶπας Παύσομαι ἐνισχύουσα ὅτι ἔπραξας ταῦτα, διὰ τοῦτο οὐ κατεδεήθης μου
[10] Thou hast wearied thyself with thy many ways; yet thou saidst not, I will cease to strengthen myself: for thou has done these things; therefore thou has not supplicated me.
[11] σύ. τίνα εὐλαβηθεῖσα ἐφοβήθης καὶ ἐψεύσω με καὶ οὐκ ἐμνήσθης μου οὐδὲ ἔλαβές με εἰς τὴν διάνοιαν οὐδὲ εἰς τὴν καρδίαν σου; κἀγώ σε ἰδὼν παρορῶ, καὶ ἐμὲ οὐκ ἐφοβήθης.
[11] Through dread of whom hast thou feared, and lied against me, and has not remembered, nor considered me, nor regarded me, yea, though when I see thee I pass they by, yet thou hast not feared me.
[12] κἀγὼ ἀπαγγελῶ τὴν δικαιοσύνην μου καὶ τὰ κακά σου, ἃ οὐκ ὠφελήσουσίν σε.
[12] And I will declare thy righteousness, and thy sins, which shall not profit thee.
[13] ὅταν ἀναβοήσῃς, ἐξελέσθωσάν σε ἐν τῇ θλίψει σου· τούτους γὰρ πάντας ἄνεμος λήμψεται καὶ ἀποίσει καταιγίς. οἱ δὲ ἀντεχόμενοί μου κτήσονται γῆν καὶ κληρονομήσουσιν τὸ ὄρος τὸ ἅγιόν μου.
[13] When thou criest out, let them deliver thee in thine affliction: for all these the wind shall take, and the tempest shall carry them away: but they that cleave to me shall possess the land, and shall inherit my holy mountain.
[14] καὶ ἐροῦσιν Καθαρίσατε ἀπὸ προσώπου αὐτοῦ ὁδοὺς καὶ ἄρατε σκῶλα ἀπὸ τῆς ὁδοῦ τοῦ λαοῦ μου.
[14] And they shall say, Clear the ways before him, and take up the stumbling-blocks out of the way of my people.
[15] Τάδε λέγει κύριος ὁ ὕψιστος ὁ ἐν ὑψηλοῖς κατοικῶν τὸν αἰῶνα, ἅγιος ἐν ἁγίοις ὄνομα αὐτῷ, κύριος ὕψιστος ἐν ἁγίοις ἀναπαυόμενος καὶ ὀλιγοψύχοις διδοὺς μακροθυμίαν καὶ διδοὺς ζωὴν τοῖς συντετριμμένοις τὴν καρδίαν
[15] Thus saith the Most High, who dwells on high for ever, Holy in the holies, is his name, the Most High resting in the holies, and giving patience to the faint-hearted, and giving life to the broken-hearted:
[16] Οὐκ εἰς τὸν αἰῶνα ἐκδικήσω ὑμᾶς οὐδὲ διὰ παντὸς ὀργισθήσομαι ὑμῖν· πνεῦμα γὰρ παρ’ ἐμοῦ ἐξελεύσεται, καὶ πνοὴν πᾶσαν ἐγὼ ἐποίησα.
[16] I will not take vengeance on you for ever, neither will I be always angry with you: for my Spirit shall go forth from me, and I have created all breath.
[17] δι’ ἁμαρτίαν βραχύ τι ἐλύπησα αὐτὸν καὶ ἐπάταξα αὐτὸν καὶ ἀπέστρεψα τὸ πρόσωπόν μου ἀπ’ αὐτοῦ, καὶ ἐλυπήθη καὶ ἐπορεύθη στυγνὸς ἐν ταῖς ὁδοῖς αὐτοῦ.
[17] On account of sin for a little while I grieved him, and smote him, and turned away my face from him; and he was grieved, and he went on sorrowful in his ways.
[18] τὰς ὁδοὺς αὐτοῦ ἑώρακα καὶ ἰασάμην αὐτὸν καὶ παρεκάλεσα αὐτὸν καὶ ἔδωκα αὐτῷ παράκλησιν ἀληθινήν,
[18] I have seen his ways, and healed him, and comforted him, and given him true comfort;
[19] εἰρήνην ἐπ’ εἰρήνην τοῖς μακρὰν καὶ τοῖς ἐγγὺς οὖσιν· καὶ εἶπεν κύριος Ἰάσομαι αὐτούς.
[19] peace upon peace to them that are far off, and to them that are nigh: and the Lord has said, I will heal them.
[20] οἱ δὲ ἄδικοι οὕτως κλυδωνισθήσονται καὶ ἀναπαύσασθαι οὐ δυνήσονται.
[20] But the unrighteous shall be tossed as troubled waves, and shall not be able to rest.
[21] οὐκ ἔστιν χαίρειν τοῖς ἀσεβέσιν, εἶπεν κύριος ὁ θεός.
[21] There is no joy to the ungodly, said God.
CHAPTER 58
[1] Ἀναβόησον ἐν ἰσχύι καὶ μὴ φείσῃ, ὡς σάλπιγγα ὕψωσον τὴν φωνήν σου καὶ ἀνάγγειλον τῷ λαῷ μου τὰ ἁμαρτήματα αὐτῶν καὶ τῷ οἴκῳ Ιακωβ τὰς ἀνομίας αὐτῶν.
[1] Cry aloud, and spare not; lift up thy voice as with a trumpet, and declare to my people their sins, and to the house of Jacob their iniquities.
[2] ἐμὲ ἡμέραν ἐξ ἡμέρας ζητοῦσιν καὶ γνῶναί μου τὰς ὁδοὺς ἐπιθυμοῦσιν· ὡς λαὸς δικαιοσύνην πεποιηκὼς καὶ κρίσιν θεοῦ αὐτοῦ μὴ ἐγκαταλελοιπὼς αἰτοῦσίν με νῦν κρίσιν δικαίαν καὶ ἐγγίζειν θεῷ ἐπιθυμοῦσιν
[2] They seek me day by day, and desire to know my ways, as a people that had done righteousness, and had not forsaken the judgment of their God: they now ask of me righteous judgment, and desire to draw nigh to God,
[3] λέγοντες Τί ὅτι ἐνηστεύσαμεν καὶ οὐκ εἶδες; ἐταπεινώσαμεν τὰς ψυχὰς ἡμῶν καὶ οὐκ ἔγνως; ἐν γὰρ ταῖς ἡμέραις τῶν νηστειῶν ὑμῶν εὑρίσκετε τὰ θελήματα ὑμῶν καὶ πάντας τοὺς ὑποχειρίους ὑμῶν ὑπονύσσετε.
[3] saying, Why have we fasted, and thou regardest not? why have we afflicted our souls, and thou didst not know it?
Nay, in the days of your fasts ye find your pleasures, and all them that are under your power ye wound.
[4] εἰ εἰς κρίσεις καὶ μάχας νηστεύετε καὶ τύπτετε πυγμαῖς ταπεινόν, ἵνα τί μοι νηστεύετε ὡς σήμερον ἀκουσθῆναι ἐν κραυγῇ τὴν φωνὴν ὑμῶν;
[4] If ye fast for quarrels and strifes, and smite the lowly with your fists, wherefore do ye fast to me as ye do this day, so that your voice may be heard in crying?
[5] οὐ ταύτην τὴν νηστείαν ἐξελεξάμην καὶ ἡμέραν ταπεινοῦν ἄνθρωπον τὴν ψυχὴν αὐτοῦ· οὐδ’ ἂν κάμψῃς ὡς κρίκον τὸν τράχηλόν σου καὶ σάκκον καὶ σποδὸν ὑποστρώσῃ, οὐδ’ οὕτως καλέσετε νηστείαν δεκτήν.
[5] I have not chosen this fast, nor such a day for a man to afflict his soul; neither though thou shouldest bend down thy neck as a ring, and spread under thee sackcloth and ashes, neither thus shall ye call a fast acceptable.
[6] οὐχὶ τοιαύτην νηστείαν ἐγὼ ἐξελεξάμην, λέγει κύριος, ἀλλὰ λῦε πάντα σύνδεσμον ἀδικίας, διάλυε στραγγαλιὰς βιαίων συναλλαγμάτων, ἀπόστελλε τεθραυσμένους ἐν ἀφέσει καὶ πᾶσαν συγγραφὴν ἄδικον διάσπα·
/> [6] I have not chosen such a fast, saith the Lord; but do thou loose every burden of iniquity, do thou untie the knots of hard bargains, set the bruised free, and cancel every unjust account.
[7] διάθρυπτε πεινῶντι τὸν ἄρτον σου καὶ πτωχοὺς ἀστέγους εἴσαγε εἰς τὸν οἶκόν σου· ἐὰν ἴδῃς γυμνόν, περίβαλε, καὶ ἀπὸ τῶν οἰκείων τοῦ σπέρματός σου οὐχ ὑπερόψῃ.
[7] Break thy bread to the hungry, and lead the unsheltered poor to thy house: if thou seest one naked, clothe him, and thou shalt not disregard the relations of thine own seed.
[8] τότε ῥαγήσεται πρόιμον τὸ φῶς σου, καὶ τὰ ἰάματά σου ταχὺ ἀνατελεῖ, καὶ προπορεύσεται ἔμπροσθέν σου ἡ δικαιοσύνη σου, καὶ ἡ δόξα τοῦ θεοῦ περιστελεῖ σε·
[8] Then shall thy light break forth as the morning, and thy health shall speedily spring forth: and thy righteousness shall go before thee, and the glory of God shall compass thee.
[9] τότε βοήσῃ, καὶ ὁ θεὸς εἰσακούσεταί σου· ἔτι λαλοῦντός σου ἐρεῖ Ἰδοὺ πάρειμι. ἐὰν ἀφέλῃς ἀπὸ σοῦ σύνδεσμον καὶ χειροτονίαν καὶ ῥῆμα γογγυσμοῦ
[9] Then shalt thou cry, and God shall hearken to thee; while thou art yet speaking he will say, Behold, I am here. If thou remove from thee the band, and the stretching forth of the hands, and murmuring speech;
[10] καὶ δῷς πεινῶντι τὸν ἄρτον ἐκ ψυχῆς σου καὶ ψυχὴν τεταπεινωμένην ἐμπλήσῃς, τότε ἀνατελεῖ ἐν τῷ σκότει τὸ φῶς σου, καὶ τὸ σκότος σου ὡς μεσημβρία.
[10] and if thou give bread to the hungry from thy heart, and satisfy the afflicted soul; then shall thy light spring up in darkness, and thy darkness shall be as noon-day:
Delphi Septuagint Page 1073