Delphi Septuagint

Home > Other > Delphi Septuagint > Page 1079
Delphi Septuagint Page 1079

by Lancelot C L Brenton (ed)


  [10] καὶ ἐν πᾶσιν τούτοις οὐκ ἐπεστράφη πρός με ἡ ἀσύνθετος Ιουδα ἐξ ὅλης τῆς καρδίας αὐτῆς, ἀλλ’ ἐπὶ ψεύδει.

  [10] And for all these things faithless Juda turned not to me with all her heart, but falsely.

  [11] καὶ εἶπεν κύριος πρός με Ἐδικαίωσεν τὴν ψυχὴν αὐτοῦ Ισραηλ ἀπὸ τῆς ἀσυνθέτου Ιουδα.

  [11] And the Lord said to me, Israel has justified himself more than faithless Juda.

  [12] πορεύου καὶ ἀνάγνωθι τοὺς λόγους τούτους πρὸς βορρᾶν καὶ ἐρεῖς Ἐπιστράφητι πρός με, ἡ κατοικία τοῦ Ισραηλ, λέγει κύριος, καὶ οὐ στηριῶ τὸ πρόσωπόν μου ἐφ’ ὑμᾶς· ὅτι ἐλεήμων ἐγώ εἰμι, λέγει κύριος, καὶ οὐ μηνιῶ ὑμῖν εἰς τὸν αἰῶνα.

  [12] Go and read these words toward the north, and thou shalt say, Return to me, O house of Israel, saith the Lord; and I will not set my face against you: for I am merciful, saith the Lord, and I will not be angry with you for ever.

  [13] πλὴν γνῶθι τὴν ἀδικίαν σου, ὅτι εἰς κύριον τὸν θεόν σου ἠσέβησας καὶ διέχεας τὰς ὁδούς σου εἰς ἀλλοτρίους ὑποκάτω παντὸς ξύλου ἀλσώδους, τῆς δὲ φωνῆς μου οὐχ ὑπήκουσας, λέγει κύριος.

  [13] Nevertheless, know thine iniquity, that thou hast sinned against the Lord thy God, and hast scattered thy ways to strangers under every shady tree, but thou didst not hearken to my voice, saith the Lord.

  [14] ἐπιστράφητε, υἱοὶ ἀφεστηκότες, λέγει κύριος, διότι ἐγὼ κατακυριεύσω ὑμῶν καὶ λήμψομαι ὑμᾶς ἕνα ἐκ πόλεως καὶ δύο ἐκ πατριᾶς καὶ εἰσάξω ὑμᾶς εἰς Σιων

  [14] Turn, ye children that have revolted, saith the Lord; for I will rule over you: and I will take you one of a city, and two of a family, and I will bring you in to Sion:

  [15] καὶ δώσω ὑμῖν ποιμένας κατὰ τὴν καρδίαν μου, καὶ ποιμανοῦσιν ὑμᾶς ποιμαίνοντες μετ’ ἐπιστήμης.

  [15] and I will give you shepherds after my heart, and they shall certainly tend you with knowledge.

  [16] καὶ ἔσται ἐὰν πληθυνθῆτε καὶ αὐξηθῆτε ἐπὶ τῆς γῆς ἐν ταῖς ἡμέραις ἐκείναις, λέγει κύριος, οὐκ ἐροῦσιν ἔτι Κιβωτὸς διαθήκης ἁγίου Ισραηλ, οὐκ ἀναβήσεται ἐπὶ καρδίαν, οὐκ ὀνομασθήσεται οὐδὲ ἐπισκεφθήσεται καὶ οὐ ποιηθήσεται ἔτι·

  [16] And it shall come to pass that when ye are multiplied and increased upon the land, saith the Lord, in those days they shall say no more, The ark of the covenant of the Holy One of Israel: it shall not come to mind; it shall not be named; neither shall it be visited; nor shall this be done any more.

  [17] ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἐν τῷ καιρῷ ἐκείνῳ καλέσουσιν τὴν Ιερουσαλημ Θρόνος κυρίου, καὶ συναχθήσονται εἰς αὐτὴν πάντα τὰ ἔθνη καὶ οὐ πορεύσονται ἔτι ὀπίσω τῶν ἐνθυμημάτων τῆς καρδίας αὐτῶν τῆς πονηρᾶς.

  [17] In those days and at that time they shall call Jerusalem the throne of the Lord; and all the nations shall be gathered to it: and they shall not walk any more after the imaginations of their evil heart.

  [18] ἐν ταῖς ἡμέραις ἐκείναις συνελεύσονται οἶκος Ιουδα ἐπὶ τὸν οἶκον τοῦ Ισραηλ, καὶ ἥξουσιν ἐπὶ τὸ αὐτὸ ἀπὸ γῆς βορρᾶ καὶ ἀπὸ πασῶν τῶν χωρῶν ἐπὶ τὴν γῆν, ἣν κατεκληρονόμησα τοὺς πατέρας αὐτῶν.

  [18] In those days the house of Juda, shall come together to the house of Israel, and they shall come, together, from the land of the north, and from all the countries, to the land, which I caused their fathers to inherit.

  [19] καὶ ἐγὼ εἶπα Γένοιτο, κύριε· ὅτι τάξω σε εἰς τέκνα καὶ δώσω σοι γῆν ἐκλεκτὴν κληρονομίαν θεοῦ παντοκράτορος ἐθνῶν· καὶ εἶπα Πατέρα καλέσετέ με καὶ ἀπ’ ἐμοῦ οὐκ ἀποστραφήσεσθε.

  [19] And I said, So be it, Lord, for thou saidst I will set thee among children, and will give thee a choice land, the inheritance of the Almighty God of the Gentiles: and I said, Ye shall call me Father; and ye shall not turn away from me.

  [20] πλὴν ὡς ἀθετεῖ γυνὴ εἰς τὸν συνόντα αὐτῇ, οὕτως ἠθέτησεν εἰς ἐμὲ οἶκος Ισραηλ, λέγει κύριος.

  [20] But as a wife acts treacherously against her husband, so has the house of Israel dealt treacherously against me, saith the Lord.

  [21] φωνὴ ἐκ χειλέων ἠκούσθη κλαυθμοῦ καὶ δεήσεως υἱῶν Ισραηλ, ὅτι ἠδίκησαν ἐν ταῖς ὁδοῖς αὐτῶν, ἐπελάθοντο θεοῦ ἁγίου αὐτῶν.

  [21] A voice from the lips was heard, even of weeping and supplication of the children of Israel: for they have dealt unrighteously in their ways, they have forgotten God their Holy One.

  [22] ἐπιστράφητε, υἱοὶ ἐπιστρέφοντες, καὶ ἰάσομαι τὰ συντρίμματα ὑμῶν. ἰδοὺ δοῦλοι ἡμεῖς ἐσόμεθά σοι, ὅτι σὺ κύριος ὁ θεὸς ἡμῶν εἶ.

  [22] Turn, ye children that are given to turning, and I will heal your bruises.

  Behold, we will be thy servants; for thou art the Lord our God.

  [23] ὄντως εἰς ψεῦδος ἦσαν οἱ βουνοὶ καὶ ἡ δύναμις τῶν ὀρέων, πλὴν διὰ κυρίου θεοῦ ἡμῶν ἡ σωτηρία τοῦ Ισραηλ.

  [23] Truly the hills and the strength of the mountains were a lying refuge: but by the Lord our God is the salvation of Israel.

  [24] ἡ δὲ αἰσχύνη κατανάλωσεν τοὺς μόχθους τῶν πατέρων ἡμῶν ἀπὸ νεότητος ἡμῶν, τὰ πρόβατα αὐτῶν καὶ τοὺς μόσχους αὐτῶν καὶ τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν.

  [24] But shame has consumed the labours of our fathers from our youth; their sheep and their calves, and their sons and their daughters.

  [25] ἐκοιμήθημεν ἐν τῇ αἰσχύνῃ ἡμῶν, καὶ ἐπεκάλυψεν ἡμᾶς ἡ ἀτιμία ἡμῶν, διότι ἔναντι τοῦ θεοῦ ἡμῶν ἡμάρτομεν ἡμεῖς καὶ οἱ πατέρες ἡμῶν ἀπὸ νεότητος ἡμῶν ἕως τῆς ἡμέρας ταύτης καὶ οὐχ ὑπηκούσαμεν τῆς φωνῆς κυρίου τοῦ θεοῦ ἡμῶν.

  [25] We have lain down in our shame, and our disgrace has covered us: because we and our fathers have sinned before our God, from our youth until this day; and we have not hearkened to the voice of the Lord our God.

  CHAPTER 4

  [1] Ἐὰν ἐπιστραφῇ Ισραηλ, λέγει κύριος, πρός με ἐπιστραφήσεται· ἐὰν περιέλῃ τὰ βδελύγματα αὐτοῦ ἐκ στόματος αὐτοῦ καὶ ἀπὸ τοῦ προσώπου μου εὐλαβηθῇ

  [1] If Israel will return to me, saith the Lord, he shall return: and if he will remove his abominations out of his mouth, and fear before me, and swear,

  [2] καὶ ὀμόσῃ Ζῇ κύριος μετὰ ἀληθείας κ�
�ὶ ἐν κρίσει καὶ ἐν δικαιοσύνῃ, καὶ εὐλογήσουσιν ἐν αὐτῇ ἔθνη καὶ ἐν αὐτῷ αἰνέσουσιν τῷ θεῷ ἐν Ιερουσαλημ.

  [2] The Lord lives, with truth, in judgment and righteousness, then shall nations bless by him, and by him they shall praise God in Jerusalem.

  [3] ὅτι τάδε λέγει κύριος τοῖς ἀνδράσιν Ιουδα καὶ τοῖς κατοικοῦσιν Ιερουσαλημ Νεώσατε ἑαυτοῖς νεώματα καὶ μὴ σπείρητε ἐπ’ ἀκάνθαις.

  [3] For thus saith the Lord to the men of Juda, and to the inhabitants of Jerusalem, Break up fresh ground for yourselves, and sow not among thorns.

  [4] περιτμήθητε τῷ θεῷ ὑμῶν καὶ περιτέμεσθε τὴν σκληροκαρδίαν ὑμῶν, ἄνδρες Ιουδα καὶ οἱ κατοικοῦντες Ιερουσαλημ, μὴ ἐξέλθῃ ὡς πῦρ ὁ θυμός μου καὶ ἐκκαυθήσεται, καὶ οὐκ ἔσται ὁ σβέσων ἀπὸ προσώπου πονηρίας ἐπιτηδευμάτων ὑμῶν.

  [4] Circumcise yourselves to your God, and circumcise your hardness of heart, ye men of Juda, and inhabitants of Jerusalem: lest my wrath go forth as fire, and burn, and there be none to quench it, because of the evil of your devices.

  [5] Ἀναγγείλατε ἐν τῷ Ιουδα, καὶ ἀκουσθήτω ἐν Ιερουσαλημ· εἴπατε Σημάνατε ἐπὶ τῆς γῆς σάλπιγγι καὶ κεκράξατε μέγα· εἴπατε Συνάχθητε καὶ εἰσέλθωμεν εἰς τὰς πόλεις τὰς τειχήρεις.

  [5] Declare ye in Juda, and let it be heard in Jerusalem: say ye, Sound the trumpet in the land; cry ye aloud: say ye, Gather yourselves together, and let us enter into the fortified cities.

  [6] ἀναλαβόντες φεύγετε εἰς Σιων· σπεύσατε μὴ στῆτε, ὅτι κακὰ ἐγὼ ἐπάγω ἀπὸ βορρᾶ καὶ συντριβὴν μεγάλην.

  [6] Gather up your wares and flee to Sion: hasten, stay not: for I will bring evils from the north, an great destruction.

  [7] ἀνέβη λέων ἐκ τῆς μάνδρας αὐτοῦ, ἐξολεθρεύων ἔθνη ἐξῆρεν καὶ ἐξῆλθεν ἐκ τοῦ τόπου αὐτοῦ τοῦ θεῖναι τὴν γῆν εἰς ἐρήμωσιν, καὶ πόλεις καθαιρεθήσονται παρὰ τὸ μὴ κατοικεῖσθαι αὐτάς.

  [7] The lion is gone up from his lair, he has roused himself to the destruction of the nations, and has gone forth out of his place, to make the land desolate; and the cities shall be destroyed, so as to be without inhabitant.

  [8] ἐπὶ τούτοις περιζώσασθε σάκκους καὶ κόπτεσθε καὶ ἀλαλάξατε, διότι οὐκ ἀπεστράφη ὁ θυμὸς κυρίου ἀφ’ ὑμῶν.

  [8] For these things gird yourselves with sackclothes, and lament, and howl: for the anger of the Lord is not turned away from you.

  [9] καὶ ἔσται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, λέγει κύριος, ἀπολεῖται ἡ καρδία τοῦ βασιλέως καὶ ἡ καρδία τῶν ἀρχόντων, καὶ οἱ ἱερεῖς ἐκστήσονται, καὶ οἱ προφῆται θαυμάσονται.

  [9] And it shall come to pass in that day, saith the Lord, that the heart of the king shall perish, and the heart of the princes; and the priests shall be amazed, and the prophets shall wonder.

  [10] καὶ εἶπα Ὦ δέσποτα κύριε, ἄρα γε ἀπατῶν ἠπάτησας τὸν λαὸν τοῦτον καὶ τὴν Ιερουσαλημ λέγων Εἰρήνη ἔσται ὑμῖν, καὶ ἰδοὺ ἥψατο ἡ μάχαιρα ἕως τῆς ψυχῆς αὐτῶν.

  [10] And I said, O sovereign Lord, verily thou hast deceived this people and Jerusalem, saying, There shall be peace; whereas behold, the sword has reached even to their soul.

  [11] ἐν τῷ καιρῷ ἐκείνῳ ἐροῦσιν τῷ λαῷ τούτῳ καὶ τῇ Ιερουσαλημ Πνεῦμα πλανήσεως ἐν τῇ ἐρήμῳ, ὁδὸς τῆς θυγατρὸς τοῦ λαοῦ μου οὐκ εἰς καθαρὸν οὐδ’ εἰς ἅγιον.

  [11] At that time they shall say to this people and to Jerusalem, There is a spirit of error in the wilderness: the way of the daughter of my people is not to purity, nor to holiness.

  [12] πνεῦμα πληρώσεως ἥξει μοι· νῦν δὲ ἐγὼ λαλῶ κρίματα πρὸς αὐτούς.

  [12] But a spirit of full vengeance shall come upon me; and now I declare my judgments against them.

  [13] ἰδοὺ ὡς νεφέλη ἀναβήσεται, καὶ ὡς καταιγὶς τὰ ἅρματα αὐτοῦ, κουφότεροι ἀετῶν οἱ ἵπποι αὐτοῦ· οὐαὶ ἡμῖν, ὅτι ταλαιπωροῦμεν.

  [13] Behold, he shall come up as a cloud, and his chariots as a tempest: his horses are swifter than eagles. Woe unto us! for we are in misery.

  [14] ἀπόπλυνε ἀπὸ κακίας τὴν καρδίαν σου, Ιερουσαλημ, ἵνα σωθῇς· ἕως πότε ὑπάρξουσιν ἐν σοὶ διαλογισμοὶ πόνων σου;

  [14] Cleanse thine heart from wickedness, O Jerusalem, that thou mayest be saved: how long will thy grievous thoughts be within thee?

  [15] διότι φωνὴ ἀναγγέλλοντος ἐκ Δαν ἥξει, καὶ ἀκουσθήσεται πόνος ἐξ ὄρους Εφραιμ.

  [15] For a voice of one publishing from Dan shall come, and trouble out of mount Ephraim shall be heard of.

  [16] ἀναμνήσατε ἔθνη Ἰδοὺ ἥκασιν· ἀναγγείλατε ἐν Ιερουσαλημ Συστροφαὶ ἔρχονται ἐκ γῆς μακρόθεν καὶ ἔδωκαν ἐπὶ τὰς πόλεις Ιουδα φωνὴν αὐτῶν.

  [16] Remind ye the nations; behold, they are come: proclaim it in Jerusalem, that bands are approaching from a land afar off, and have uttered their voice against the cities of Juda.

  [17] ὡς φυλάσσοντες ἀγρὸν ἐγένοντο ἐπ’ αὐτὴν κύκλῳ, ὅτι ἐμοῦ ἠμέλησας, λέγει κύριος.

  [17] As keepers of a field, they have surrounded her; because thou, saith the Lord, has neglected me.

  [18] αἱ ὁδοί σου καὶ τὰ ἐπιτηδεύματά σου ἐποίησαν ταῦτά σοι· αὕτη ἡ κακία σου, ὅτι πικρά, ὅτι ἥψατο ἕως τῆς καρδίας σου.

  [18] Thy ways and thy devices have brought these things upon thee; this is thy wickedness, for it is bitter, for it has reached to thy heart.

  [19] τὴν κοιλίαν μου τὴν κοιλίαν μου ἀλγῶ, καὶ τὰ αἰσθητήρια τῆς καρδίας μου· μαιμάσσει ἡ ψυχή μου, σπαράσσεται ἡ καρδία μου, οὐ σιωπήσομαι, ὅτι φωνὴν σάλπιγγος ἤκουσεν ἡ ψυχή μου, κραυγὴν πολέμου.

  [19] I am pained in my bowels, my bowels, and the sensitive powers of my heart; my soul is in great commotion, my heart is torn: I will not be silent, for my soul has heard the sound of a trumpet, the cry of war, and of distress: it calls on destruction;

  [20] καὶ ταλαιπωρίαν συντριμμὸν ἐπικαλεῖται, ὅτι τεταλαιπώρηκεν πᾶσα ἡ γῆ· ἄφνω τεταλαιπώρηκεν ἡ σκηνή, διεσπάσθησαν αἱ δέρρεις μου.

  [20] for all the land is distressed: suddenly my tabernacle is distressed, my curtains have been rent asunder.

  [21] ἕως πότε ὄψομαι φεύγοντας ἀκούων φωνὴν σαλπίγγων;

  [21] How long shall I see fugitives, and hear the sound of the trumpet?

  [22] διότι οἱ ἡγούμενοι τοῦ λαο�
�� μου ἐμὲ οὐκ ᾔδεισαν, υἱοὶ ἄφρονές εἰσιν καὶ οὐ συνετοί· σοφοί εἰσιν τοῦ κακοποιῆσαι, τὸ δὲ καλῶς ποιῆσαι οὐκ ἐπέγνωσαν.

  [22] For the princes of my people have not known me, they are foolish and unwise children: they are wise to do evil, but how to do good they have not known.

  [23] ἐπέβλεψα ἐπὶ τὴν γῆν, καὶ ἰδοὺ οὐθέν, καὶ εἰς τὸν οὐρανόν, καὶ οὐκ ἦν τὰ φῶτα αὐτοῦ·

  [23] I looked upon the earth, and, behold, it was not; and to the sky, an there was no light in it.

  [24] εἶδον τὰ ὄρη, καὶ ἦν τρέμοντα, καὶ πάντας τοὺς βουνοὺς ταρασσομένους·

  [24] I beheld the mountains, and they trembled, and I saw all the hills in commotion.

  [25] ἐπέβλεψα, καὶ ἰδοὺ οὐκ ἦν ἄνθρωπος, καὶ πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ ἐπτοεῖτο·

  [25] I looked, and behold, there was no man, and all the birds of the sky were scared.

  [26] εἶδον, καὶ ἰδοὺ ὁ Κάρμηλος ἔρημος, καὶ πᾶσαι αἱ πόλεις ἐμπεπυρισμέναι πυρὶ ἀπὸ προσώπου κυρίου, καὶ ἀπὸ προσώπου ὀργῆς θυμοῦ αὐτοῦ ἠφανίσθησαν.

  [26] I saw, and, behold, Carmel was desert, and all the cities were burnt with fire at the presence of the Lord, and at the presence of his fierce anger they were utterly destroyed.

  [27] τάδε λέγει κύριος Ἔρημος ἔσται πᾶσα ἡ γῆ, συντέλειαν δὲ οὐ μὴ ποιήσω.

  [27] Thus saith the Lord, The whole land shall be desolate; but I will not make a full end.

  [28] ἐπὶ τούτοις πενθείτω ἡ γῆ, καὶ συσκοτασάτω ὁ οὐρανὸς ἄνωθεν, διότι ἐλάλησα καὶ οὐ μετανοήσω, ὥρμησα καὶ οὐκ ἀποστρέψω ἀπ’ αὐτῆς.

 

‹ Prev