Delphi Septuagint

Home > Other > Delphi Septuagint > Page 1081
Delphi Septuagint Page 1081

by Lancelot C L Brenton (ed)


  [11] καὶ τὸν θυμόν μου ἔπλησα καὶ ἐπέσχον καὶ οὐ συνετέλεσα αὐτούς· ἐκχεῶ ἐπὶ νήπια ἔξωθεν καὶ ἐπὶ συναγωγὴν νεανίσκων ἅμα, ὅτι ἀνὴρ καὶ γυνὴ συλλημφθήσονται, πρεσβύτερος μετὰ πλήρους ἡμερῶν·

  [11] And I allowed my wrath to come to full, yet I kept it in, and did not utterly destroy them: I will pour it out on the children without, and on the assembly of young men together: for man and woman shall be taken together, the old man with him that is full of days.

  [12] καὶ μεταστραφήσονται αἱ οἰκίαι αὐτῶν εἰς ἑτέρους, ἀγροὶ καὶ αἱ γυναῖκες αὐτῶν ἐπὶ τὸ αὐτό, ὅτι ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ τοὺς κατοικοῦντας τὴν γῆν ταύτην, λέγει κύριος.

  [12] And their houses shall be turned to others, with their fields and their wives together: for I will stretch out my hand upon the inhabitants of this land, saith the Lord.

  [13] ὅτι ἀπὸ μικροῦ αὐτῶν καὶ ἕως μεγάλου πάντες συνετελέσαντο ἄνομα, ἀπὸ ἱερέως καὶ ἕως ψευδοπροφήτου πάντες ἐποίησαν ψευδῆ.

  [13] For from the least of them even to the greatest they have all committed iniquity; from the priest even to the false prophet they have all wrought falsely.

  [14] καὶ ἰῶντο τὸ σύντριμμα τοῦ λαοῦ μου ἐξουθενοῦντες καὶ λέγοντες Εἰρήνη εἰρήνη· καὶ ποῦ ἐστιν εἰρήνη;

  [14] And they healed the breach of my people imperfectly, making light of it, and saying, Peace, peace, and where is peace?

  [15] κατῃσχύνθησαν, ὅτι ἐξελίποσαν· καὶ οὐδ’ ὧς καταισχυνόμενοι κατῃσχύνθησαν καὶ τὴν ἀτιμίαν αὐτῶν οὐκ ἔγνωσαν. διὰ τοῦτο πεσοῦνται ἐν τῇ πτώσει αὐτῶν καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀπολοῦνται, εἶπεν κύριος.

  [15] They were ashamed because they failed; yet they were not ashamed as those who are truly ashamed, and they knew not their own disgrace: therefore shall they utterly fall when they do fall, and in the time of visitation shall they perish, said the Lord.

  [16] τάδε λέγει κύριος Στῆτε ἐπὶ ταῖς ὁδοῖς καὶ ἴδετε, καὶ ἐρωτήσατε τρίβους κυρίου αἰωνίους καὶ ἴδετε, ποία ἐστὶν ἡ ὁδὸς ἡ ἀγαθή, καὶ βαδίζετε ἐν αὐτῇ, καὶ εὑρήσετε ἁγνισμὸν ταῖς ψυχαῖς ὑμῶν· καὶ εἶπαν Οὐ πορευσόμεθα.

  [16] Thus saith the Lord, Stand ye in the ways, and see, and ask for the old paths of the Lord; and see what is the good way, and walk in it, and ye shall find purification for your souls. But they said, We will not walk in them.

  [17] κατέστακα ἐφ’ ὑμᾶς σκοπούς, ἀκούσατε τῆς φωνῆς τῆς σάλπιγγος· καὶ εἶπαν Οὐκ ἀκουσόμεθα.

  [17] I have set watchmen over you, saying, Hear ye the sound of the trumpet. But they said, We will not hear it.

  [18] διὰ τοῦτο ἤκουσαν τὰ ἔθνη καὶ οἱ ποιμαίνοντες τὰ ποίμνια αὐτῶν.

  [18] Therefore have the nations heard, and they that feed their flocks.

  [19] ἄκουε, γῆ· ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ τὸν λαὸν τοῦτον κακά, τὸν καρπὸν ἀποστροφῆς αὐτῶν· ὅτι τῶν λόγων μου οὐ προσέσχον καὶ τὸν νόμον μου ἀπώσαντο.

  [19] Hear, O earth: behold, I will bring evils upon this people, even the fruit of their rebellions; for they have not heeded my words, and they have rejected my law.

  [20] ἵνα τί μοι λίβανον ἐκ Σαβα φέρετε καὶ κιννάμωμον ἐκ γῆς μακρόθεν; τὰ ὁλοκαυτώματα ὑμῶν οὔκ εἰσιν δεκτά, καὶ αἱ θυσίαι ὑμῶν οὐχ ἥδυνάν μοι.

  [20] Wherefore do ye bring me frankincense from Saba, and cinnamon from a land afar off? your whole-burnt-offerings are not acceptable, and your sacrifices have not been pleasant to me.

  [21] διὰ τοῦτο τάδε λέγει κύριος Ἰδοὺ ἐγὼ δίδωμι ἐπὶ τὸν λαὸν τοῦτον ἀσθένειαν, καὶ ἀσθενήσουσιν ἐν αὐτῇ πατέρες καὶ υἱοὶ ἅμα, γείτων καὶ ὁ πλησίον αὐτοῦ ἀπολοῦνται.

  [21] Therefore thus saith the Lord, Behold, I will bring weakness upon this people, and the fathers and sons shall be weak together; the neighbour and his friend shall perish.

  [22] τάδε λέγει κύριος Ἰδοὺ λαὸς ἔρχεται ἀπὸ βορρᾶ, καὶ ἔθνη ἐξεγερθήσεται ἀπ’ ἐσχάτου τῆς γῆς·

  [22] Thus saith the Lord, Behold, a people comes from the north, and nations shall be stirred up from the end of the earth.

  [23] τόξον καὶ ζιβύνην κρατήσουσιν, ἰταμός ἐστιν καὶ οὐκ ἐλεήσει, φωνὴ αὐτοῦ ὡς θάλασσα κυμαίνουσα, ἐφ’ ἵπποις καὶ ἅρμασιν παρατάξεται ὡς πῦρ εἰς πόλεμον πρὸς σέ, θύγατερ Σιων.

  [23] They shall lay hold on bow and spear; the people is fierce, and will have no mercy; their voice is as the roaring sea; they shall array themselves for war against thee as fire on horses and chariots, O daughter of Sion.

  [24] ἠκούσαμεν τὴν ἀκοὴν αὐτῶν, παρελύθησαν αἱ χεῖρες ἡμῶν, θλῖψις κατέσχεν ἡμᾶς, ὠδῖνες ὡς τικτούσης.

  [24] We have heard the report of them: our hands are weakened: anguish has seized us, the pangs as of a woman in travail.

  [25] μὴ ἐκπορεύεσθε εἰς ἀγρὸν καὶ ἐν ταῖς ὁδοῖς μὴ βαδίζετε, ὅτι ῥομφαία τῶν ἐχθρῶν παροικεῖ κυκλόθεν.

  [25] Go not forth into the field, and walk not in the ways; for the sword of the enemy lingers round about.

  [26] θύγατερ λαοῦ μου, περίζωσαι σάκκον, κατάπασαι ἐν σποδῷ, πένθος ἀγαπητοῦ ποίησαι σεαυτῇ, κοπετὸν οἰκτρόν, ὅτι ἐξαίφνης ἥξει ταλαιπωρία ἐφ’ ὑμᾶς.

  [26] O daughter of my people, gird thyself with sackcloth: sprinkle thyself with ashes; make for thyself pitiable lamentation, as the mourning for a beloved son: for misery will come suddenly upon you.

  [27] δοκιμαστὴν δέδωκά σε ἐν λαοῖς δεδοκιμασμένοις, καὶ γνώσῃ με ἐν τῷ δοκιμάσαι με τὴν ὁδὸν αὐτῶν·

  [27] I have caused thee to be tried among tried nations, and thou shalt know me when I have tried their way.

  [28] πάντες ἀνήκοοι, πορευόμενοι σκολιῶς, χαλκὸς καὶ σίδηρος, πάντες διεφθαρμένοι εἰσίν.

  [28] They are all disobedient, walking perversely: they are brass and iron; they are all corrupted.

  [29] ἐξέλιπεν φυσητὴρ ἀπὸ πυρός, ἐξέλιπεν μόλιβος· εἰς κενὸν ἀργυροκόπος ἀργυροκοπεῖ, πονηρία αὐτῶν οὐκ ἐτάκη.

  [29] The bellows have failed from the fire, the lead has failed: the silversmith works at his trade in vain; their wickedness is not consumed.

  [30] ἀργύριον ἀποδεδοκιμασμένον καλέσατε αὐτούς, ὅτι ἀπεδοκίμασεν αὐτοὺς κύριος.

  [30] Call ye them reprobate silver, because the Lord has rejected them.<
br />
  CHAPTER 7

  [2] Ἀκούσατε λόγον κυρίου, πᾶσα ἡ Ιουδαία·

  [2] Hear ye the word of the Lord, all Judea.

  [3] τάδε λέγει κύριος ὁ θεὸς Ισραηλ Διορθώσατε τὰς ὁδοὺς ὑμῶν καὶ τὰ ἐπιτηδεύματα ὑμῶν, καὶ κατοικιῶ ὑμᾶς ἐν τῷ τόπῳ τούτῳ.

  [3] Thus saith the Lord God of Israel, Correct your ways and your devices, and I will cause you to dwell in this place.

  [4] μὴ πεποίθατε ἐφ’ ἑαυτοῖς ἐπὶ λόγοις ψευδέσιν, ὅτι τὸ παράπαν οὐκ ὠφελήσουσιν ὑμᾶς λέγοντες Ναὸς κυρίου ναὸς κυρίου ἐστίν.

  [4] Trust not in yourselves with lying words, for they shall not profit you at all, saying, It is the temple of the Lord, the temple of the Lord.

  [5] ὅτι ἐὰν διορθοῦντες διορθώσητε τὰς ὁδοὺς ὑμῶν καὶ τὰ ἐπιτηδεύματα ὑμῶν καὶ ποιοῦντες ποιήσητε κρίσιν ἀνὰ μέσον ἀνδρὸς καὶ ἀνὰ μέσον τοῦ πλησίον αὐτοῦ

  [5] For if ye thoroughly correct your ways and your practices, and do indeed execute judgment between a man and his neighbour;

  [6] καὶ προσήλυτον καὶ ὀρφανὸν καὶ χήραν μὴ καταδυναστεύσητε καὶ αἷμα ἀθῷον μὴ ἐκχέητε ἐν τῷ τόπῳ τούτῳ καὶ ὀπίσω θεῶν ἀλλοτρίων μὴ πορεύησθε εἰς κακὸν ὑμῖν,

  [6] and oppress not the stranger, and the orphan, and the widow, and shed not innocent blood in this place, and go not after strange gods to your hurt:

  [7] καὶ κατοικιῶ ὑμᾶς ἐν τῷ τόπῳ τούτῳ ἐν γῇ, ᾗ ἔδωκα τοῖς πατράσιν ὑμῶν ἐξ αἰῶνος καὶ ἕως αἰῶνος.

  [7] then will I cause you to dwell in this place, in the land which I gave to your fathers of old and for ever.

  [8] εἰ δὲ ὑμεῖς πεποίθατε ἐπὶ λόγοις ψευδέσιν, ὅθεν οὐκ ὠφεληθήσεσθε,

  [8] But whereas ye have trusted in lying words, whereby ye shall not be profited;

  [9] καὶ φονεύετε καὶ μοιχᾶσθε καὶ κλέπτετε καὶ ὀμνύετε ἐπ’ ἀδίκῳ καὶ ἐθυμιᾶτε τῇ Βααλ καὶ ἐπορεύεσθε ὀπίσω θεῶν ἀλλοτρίων, ὧν οὐκ οἴδατε, τοῦ κακῶς εἶναι ὑμῖν

  [9] and ye murder, and commit adultery, and steal, and swear falsely, and burn incense to Baal, and are gone after strange gods whom ye know not,

  [10] καὶ ἤλθετε καὶ ἔστητε ἐνώπιον ἐμοῦ ἐν τῷ οἴκῳ, οὗ ἐπικέκληται τὸ ὄνομά μου ἐπ’ αὐτῷ, καὶ εἴπατε Ἀπεσχήμεθα τοῦ μὴ ποιεῖν πάντα τὰ βδελύγματα ταῦτα,

  [10] so that it is evil with you; yet have ye come, and stood before me in the house, whereon my name is called, and ye have said, We have refrained from doing all these abominations.

  [11] μὴ σπήλαιον λῃστῶν ὁ οἶκός μου, οὗ ἐπικέκληται τὸ ὄνομά μου ἐπ’ αὐτῷ ἐκεῖ, ἐνώπιον ὑμῶν; καὶ ἐγὼ ἰδοὺ ἑώρακα, λέγει κύριος.

  [11] Is my house, whereon my name is called, a den of robbers in your eyes? And, behold, I have seen it, saith the Lord.

  [12] ὅτι πορεύθητε εἰς τὸν τόπον μου τὸν ἐν Σηλωμ, οὗ κατεσκήνωσα τὸ ὄνομά μου ἐκεῖ ἔμπροσθεν, καὶ ἴδετε ἃ ἐποίησα αὐτῷ ἀπὸ προσώπου κακίας λαοῦ μου Ισραηλ.

  [12] For go ye to my place with is in Selo, where I caused my name to dwell before, and see what I did to it because of the wickedness of my people Israel.

  [13] καὶ νῦν ἀνθ’ ὧν ἐποιήσατε πάντα τὰ ἔργα ταῦτα, καὶ ἐλάλησα πρὸς ὑμᾶς καὶ οὐκ ἠκούσατέ μου, καὶ ἐκάλεσα ὑμᾶς καὶ οὐκ ἀπεκρίθητε,

  [13] And now, because ye have done all these deeds, and I spoke to you, but ye hearkened not to me; and I called you, but ye answered not;

  [14] καὶ ποιήσω τῷ οἴκῳ τούτῳ, ᾧ ἐπικέκληται τὸ ὄνομά μου ἐπ’ αὐτῷ, ἐφ’ ᾧ ὑμεῖς πεποίθατε ἐπ’ αὐτῷ, καὶ τῷ τόπῳ, ᾧ ἔδωκα ὑμῖν καὶ τοῖς πατράσιν ὑμῶν, καθὼς ἐποίησα τῇ Σηλωμ.

  [14] therefore I also will do to the house whereon my name is called, wherein ye trust, and to the place which I gave to you and to your fathers, as I did to Selo.

  [15] καὶ ἀπορρίψω ὑμᾶς ἀπὸ προσώπου μου, καθὼς ἀπέρριψα τοὺς ἀδελφοὺς ὑμῶν πᾶν τὸ σπέρμα Εφραιμ.

  [15] And I will cast you out of my sight, as I cast away your brethren, all the seed of Ephraim.

  [16] καὶ σὺ μὴ προσεύχου περὶ τοῦ λαοῦ τούτου καὶ μὴ ἀξίου τοῦ ἐλεηθῆναι αὐτοὺς καὶ μὴ εὔχου καὶ μὴ προσέλθῃς μοι περὶ αὐτῶν, ὅτι οὐκ εἰσακούσομαι.

  [16] Therefore pray not thou for this people, and intercede not for them to be pitied, yea, pray not, and approach me not for them: for I will not hearken unto thee.

  [17] ἦ οὐχ ὁρᾷς τί αὐτοὶ ποιοῦσιν ἐν ταῖς πόλεσιν Ιουδα καὶ ἐν ταῖς ὁδοῖς Ιερουσαλημ;

  [17] Seest thou not what they do in the cities of Juda, and in the streets of Jerusalem?

  [18] οἱ υἱοὶ αὐτῶν συλλέγουσιν ξύλα, καὶ οἱ πατέρες αὐτῶν καίουσι πῦρ, καὶ αἱ γυναῖκες αὐτῶν τρίβουσιν σταῖς τοῦ ποιῆσαι χαυῶνας τῇ στρατιᾷ τοῦ οὐρανοῦ καὶ ἔσπεισαν σπονδὰς θεοῖς ἀλλοτρίοις, ἵνα παροργίσωσίν με.

  [18] Their children gather wood, and their fathers kindle a fire, and their women knead dough, to make cakes to the host of heaven; and they have poured out drink-offerings to strange gods, that they might provoke me to anger.

  [19] μὴ ἐμὲ αὐτοὶ παροργίζουσιν; λέγει κύριος· οὐχὶ ἑαυτούς, ὅπως καταισχυνθῇ τὰ πρόσωπα αὐτῶν;

  [19] Do they provoke me to anger? saith the Lord: do they not provoke themselves, that their faces may be ashamed?

  [20] διὰ τοῦτο τάδε λέγει κύριος Ἰδοὺ ὀργὴ καὶ θυμός μου χεῖται ἐπὶ τὸν τόπον τοῦτον καὶ ἐπὶ τοὺς ἀνθρώπους καὶ ἐπὶ τὰ κτήνη καὶ ἐπὶ πᾶν ξύλον τοῦ ἀγροῦ αὐτῶν καὶ ἐπὶ πάντα τὰ γενήματα τῆς γῆς, καὶ καυθήσεται καὶ οὐ σβεσθήσεται.

  [20] Therefore thus saith the Lord; Behold, my anger and wrath shall be poured out upon this place, and upon the men, and upon the cattle, and upon every tree of their field, and upon the fruits of the land; and it shall burn, and not be quenched.

  [21] τάδε λέγει κύριος Τὰ ὁλοκαυτώματα ὑμῶν συναγάγετε μετὰ τῶν θυσιῶν ὑμῶν καὶ φάγετε κρέα.

  [21] Thus saith the Lord, Gather your whole-burnt-offerings with your meat-offerings, and eat flesh.

  [22] ὅτι οὐκ ἐλάλησα πρὸς τοὺς πατέρας ὑμῶν καὶ οὐκ ἐνετειλάμην αὐτοῖς ἐν ἡμέρᾳ, ᾗ ἀνήγαγον αὐτοὺς ἐκ γῆς Αἰγύπτου, περὶ ὁλοκαυτωμάτων καὶ θυσίας·

  [22] For I spoke n
ot to your fathers, and commanded them not in the day wherein I brought them up out of the land of Egypt, concerning whole-burnt-offerings and sacrifice:

  [23] ἀλλ’ ἢ τὸ ῥῆμα τοῦτο ἐνετειλάμην αὐτοῖς λέγων Ἀκούσατε τῆς φωνῆς μου, καὶ ἔσομαι ὑμῖν εἰς θεόν, καὶ ὑμεῖς ἔσεσθέ μοι εἰς λαόν· καὶ πορεύεσθε ἐν πάσαις ταῖς ὁδοῖς μου, αἷς ἂν ἐντείλωμαι ὑμῖν, ὅπως ἂν εὖ ᾖ ὑμῖν.

  [23] but I commanded them this thing, saying, Hear ye my voice, and I will be to you a God, and ye shall be to me a people: and walk ye in all my ways which I shall command you, that it may be well with you.

  [24] καὶ οὐκ ἤκουσάν μου, καὶ οὐ προσέσχεν τὸ οὖς αὐτῶν, ἀλλ’ ἐπορεύθησαν ἐν τοῖς ἐνθυμήμασιν τῆς καρδίας αὐτῶν τῆς κακῆς καὶ ἐγενήθησαν εἰς τὰ ὄπισθεν καὶ οὐκ εἰς τὰ ἔμπροσθεν.

  [24] But they hearkened not to me, and their ear gave no heed, but they walked in the imaginations of their evil heart, and went backward, and not forward;

  [25] ἀφ’ ἧς ἡμέρας ἐξήλθοσαν οἱ πατέρες αὐτῶν ἐκ γῆς Αἰγύπτου καὶ ἕως τῆς ἡμέρας ταύτης καὶ ἐξαπέστειλα πρὸς ὑμᾶς πάντας τοὺς δούλους μου τοὺς προφήτας ἡμέρας καὶ ὄρθρου καὶ ἀπέστειλα,

  [25] from the day that their fathers went forth out of the land of Egypt, even until this day. And I sent to you all my servants, the prophets, by day and early in the morning: yea, I sent them,

  [26] καὶ οὐκ ἤκουσάν μου, καὶ οὐ προσέσχεν τὸ οὖς αὐτῶν, καὶ ἐσκλήρυναν τὸν τράχηλον αὐτῶν ὑπὲρ τοὺς πατέρας αὐτῶν.

 

‹ Prev