Delphi Septuagint

Home > Other > Delphi Septuagint > Page 1155
Delphi Septuagint Page 1155

by Lancelot C L Brenton (ed)


  [11] ὅτι ᾐσχύνοντο ἀναγγεῖλαι τὴν ἐπιθυμίαν αὐτῶν ὅτι ἤθελον συγγενέσθαι αὐτῇ.

  [11] For they were ashamed to declare their lust, that they desired to have to do with her.

  [12] καὶ παρετηροῦσαν φιλοτίμως καθ’ ἡμέραν ὁρᾶν αὐτήν.

  [12] Yet they watched diligently from day to day to see her.

  [13] καὶ εἶπαν ἕτερος τῷ ἑτέρῳ· πορευθῶμεν δὴ εἰς οἶκον, ὅτι ἀρίστου ὥρα ἐστί. καὶ ἐξελθόντες διεχωρίσθησαν ἀπ’ ἀλλήλων,

  [13] And the one said to the other, Let us now go home: for it is dinner time.

  [14] καὶ ἀνακάμψαντες ἦλθον ἐπὶ τὸ αὐτὸ καὶ ἀνετάζοντες ἀλλήλους τὴν αἰτίαν, ὡμολόγησαν τὴν ἐπιθυμίαν αὐτῶν· καὶ τότε κοινῇ συνετάξαντο καιρὸν ὅτε αὐτὴν δυνήσονται εὑρεῖν μόνην.

  [14] So when they were gone out, they parted the one from the other, and turning back again they came to the same place; and after that they had asked one another the cause, they acknowledged their lust: then appointed they a time both together, when they might find her alone.

  [15] καὶ ἐγένετο ἐν τῷ παρατηρεῖν αὐτοὺς ἡμέραν εὔθετον εἰσῆλθέ ποτε καθὼς ἐχθὲς καὶ τρίτης ἡμέρας μετὰ δύο μόνων κορασίων καὶ ἐπεθύμησε λούσασθαι ἐν τῷ παραδείσῳ, ὅτι καῦμα ἦν.

  [15] And it fell out, as they watched a fit time, she went in as before with two maids only, and she was desirous to wash herself in the garden: for it was hot.

  [16] καὶ οὐκ ἦν οὐδεὶς ἐκεῖ πλὴν οἱ δύο πρεσβύτεροι κεκρυμμένοι καὶ παρατηροῦντες αὐτήν.

  [16] And there was no body there save the two elders, that had hid themselves, and watched her.

  [17] καὶ εἶπε τοῖς κορασίοις· ἐνέγκατε δή μοι ἔλαιον καὶ σμήγματα καὶ τὰς θύρας τοῦ παραδείσου κλείσατε, ὅπως λούσωμαι.

  [17] Then she said to her maids, Bring me oil and washing balls, and shut the garden doors, that I may wash me.

  [18] καὶ ἐποίησαν καθὼς εἶπε καὶ ἀπέκλεισαν τὰς θύρας τοῦ παραδείσου καὶ ἐξῆλθαν κατὰ τὰς πλαγίας θύρας ἐνέγκαι τὰ προστεταγμένα αὐταῖς καὶ οὐκ εἴδοσαν τοὺς πρεσβυτέρους, ὅτι ἦσαν κεκρυμμένοι.

  [18] And they did as she bade them, and shut the garden doors, and went out themselves at privy doors to fetch the things that she had commanded them: but they saw not the elders, because they were hid.

  [19] καὶ ἐγένετο ὡς ἐξήλθοσαν τὰ κοράσια, καὶ ἀνέστησαν οἱ δύο πρεσβῦται καὶ ἐπέδραμον αὐτῇ

  [19] Now when the maids were gone forth, the two elders rose up, and ran unto her, saying,

  [20] καὶ εἶπον· ἰδοὺ αἱ θύραι τοῦ παραδείσου κέκλεινται, καὶ οὐδεὶς θεωρεῖ ἡμᾶς, καὶ ἐν ἐπιθυμίᾳ σού ἐσμεν· διὸ συγκατάθου ἡμῖν καὶ γενοῦ μεθ’ ἡμῶν·

  [20] Behold, the garden doors are shut, that no man can see us, and we are in love with thee; therefore consent unto us, and lie with us.

  [21] εἰ δὲ μή, καταμαρτυρήσομέν σου ὅτι ἦν μετὰ σοῦ νεανίσκος καὶ διὰ τοῦτο ἐξαπέστειλας τὰ κοράσια ἀπὸ σοῦ.

  [21] If thou wilt not, we will bear witness against thee, that a young man was with thee: and therefore thou didst send away thy maids from thee.

  [22] καὶ ἀνεστέναξε Σωσάννα καὶ εἶπε· στενά μοι πάντοθεν· ἐάν τε γὰρ τοῦτο πράξω, θάνατός μοί ἐστιν, ἐάν τε μὴ πράξω, οὐκ ἐκφεύξομαι τὰς χεῖρας ὑμῶν.

  [22] Then Susanna sighed, and said, I am straitened on every side: for if I do this thing, it is death unto me: and if I do it not I cannot escape your hands.

  [23] αἱρετώτερόν μοί ἐστι μὴ πράξασαν ἐμπεσεῖν εἰς χεῖρας ὑμῶν ἢ ἁμαρτεῖν ἐνώπιον Κυρίου.

  [23] It is better for me to fall into your hands, and not do it, than to sin in the sight of the Lord.

  [24] καὶ ἀνεβόησε φωνῇ μεγάλῃ Σωσάννα, ἐβόησαν δὲ καὶ οἱ δύο πρεσβῦται κατέναντι αὐτῆς.

  [24] With that Susanna cried with a loud voice: and the two elders cried out against her.

  [25] καὶ δραμὼν ὁ εἷς ἤνοιξε τὰς θύρας τοῦ παραδείσου.

  [25] Then ran the one, and opened the garden door.

  [26] ὡς δὲ ἤκουσαν τὴν κραυγὴν ἐν τῷ παραδείσῳ οἱ ἐκ τῆς οἰκίας, εἰσεπήδησαν διὰ τῆς πλαγίας θύρας ἰδεῖν τὸ συμβεβηκὸς αὐτῇ.

  [26] So when the servants of the house heard the cry in the garden, they rushed in at the privy door, to see what was done unto her.

  [27] ἡνίκα δὲ εἶπαν οἱ πρεσβῦται τοὺς λόγους αὐτῶν, κατῃσχύνθησαν οἱ δοῦλοι σφόδρα, ὅτι πώποτε οὐκ ἐρρήθη λόγος τοιοῦτος περὶ Σωσάννης.

  [27] But when the elders had declared their matter, the servants were greatly ashamed: for there was never such a report made of Susanna.

  [28] Καὶ ἐγένετο τῇ ἐπαύριον ὡς συνῆλθεν ὁ λαὸς πρὸς τὸν ἄνδρα αὐτῆς ᾿Ιωακείμ, ἦλθον οἱ δύο πρεσβῦται πλήρεις τῆς ἀνόμου ἐννοίας κατὰ Σωσάννης τοῦ θανατῶσαι αὐτὴν καὶ εἶπαν ἔμπροσθεν τοῦ λαοῦ·

  [28] And it came to pass the next day, when the people were assembled to her husband Joacim, the two elders came also full of mischievous imagination against Susanna to put her to death;

  [29] ἀποστείλατε ἐπὶ Σωσάνναν θυγατέρα Χελκίου, ἥ ἐστι γυνὴ ᾿Ιωακείμ· οἱ δὲ ἀπέστειλαν.

  [29] And said before the people, Send for Susanna, the daughter of Chelcias, Joacim’s wife. And so they sent.

  [30] καὶ ἦλθεν αὐτὴ καὶ οἱ γονεῖς αὐτῆς καὶ τὰ τέκνα αὐτῆς καὶ πάντες οἱ συγγενεῖς αὐτῆς·

  [30] So she came with her father and mother, her children, and all her kindred.

  [31] ἡ δὲ Σωσάννα ἦν τρυφερὰ σφόδρα καὶ καλὴ τῷ εἴδει.

  [31] Now Susanna was a very delicate woman, and beauteous to behold.

  [32] οἱ δὲ παράνομοι ἐκέλευσαν ἀποκαλυφθῆναι αὐτήν, ἦν γὰρ κατακεκαλυμμένη, ὅπως ἐμπλησθῶσι τοῦ κάλλους αὐτῆς·

  [32] And these wicked men commanded to uncover her face, (for she was covered) that they might be filled with her beauty.

  [33] ἔκλαιον δὲ οἱ παρ’ αὐτῆς καὶ πάντες οἱ ἰδόντες αὐτήν.

  [33] Therefore her friends and all that saw her wept.

  [34] ἀναστάντες δὲ οἱ δύο πρεσβῦται ἐν μέσῳ τῷ λαῷ ἔθηκαν τὰς χεῖρας ἐπὶ τὴν κεφαλὴν αὐτῆς·

&
nbsp; [34] Then the two elders stood up in the midst of the people, and laid their hands upon her head.

  [35] ἡ δὲ κλαίουσα ἀνέβλεψεν εἰς τὸν οὐρανόν, ὅτι ἦν ἡ καρδία αὐτῆς πεποιθυῖα ἐπὶ τῷ Κυρίῳ.

  [35] And she weeping looked up toward heaven: for her heart trusted in the Lord.

  [36] εἶπον δὲ οἱ πρεσβῦται· περιπατούντων ἡμῶν ἐν τῷ παραδείσῳ μόνων, εἰσῆλθεν αὕτη μετὰ δύο παιδισκῶν καὶ ἀπέκλεισε τὰς θύρας τοῦ παραδείσου καὶ ἀπέλυσε τὰς παιδίσκας·

  [36] And the elders said, As we walked in the garden alone, this woman came in with two maids, and shut the garden doors, and sent the maids away.

  [37] καὶ ἦλθε πρὸς αὐτὴν νεανίσκος, ὃς ἦν κεκρυμμένος, καὶ ἀνέπεσε μετ’ αὐτῆς.

  [37] Then a young man, who there was hid, came unto her, and lay with her.

  [38] ἡμεῖς δὲ ὄντες ἐν τῇ γωνίᾳ τοῦ παραδείσου, ἰδόντες τὴν ἀνομίαν ἐδράμομεν ἐπ’ αὐτούς· καὶ ἰδόντες συγγινομένους αὐτούς,

  [38] Then we that stood in a corner of the garden, seeing this wickedness, ran unto them.

  [39] ἐκείνου μὲν οὐκ ἠδυνήθημεν ἐγκρατεῖς γενέσθαι διὰ τὸ ἰσχύειν αὐτὸν ὑπὲρ ἡμᾶς καὶ ἀνοίξαντα τὰς θύρας ἐκπεπηδηκέναι,

  [39] And when we saw them together, the man we could not hold: for he was stronger than we, and opened the door, and leaped out.

  [40] ταύτης δὲ ἐπιλαβόμενοι ἐπηρωτῶμεν τίς ἦν ὁ νεανίσκος,

  [40] But having taken this woman, we asked who the young man was, but she would not tell us: these things do we testify.

  [41] καὶ οὐκ ἠθέλησεν ἀγγεῖλαι ἡμῖν. ταῦτα μαρτυροῦμεν. καὶ ἐπίστευσεν αὐτοῖς ἡ συναγωγὴ ὡς πρεσβυτέροις τοῦ λαοῦ καὶ κριταῖς καὶ κατέκριναν αὐτὴν ἀποθανεῖν.

  [41] Then the assembly believed them as those that were the elders and judges of the people: so they condemned her to death.

  [42] ἀνεβόησε δὲ φωνῇ μεγάλῃ Σωσάννα καὶ εἶπεν· ὁ Θεὸς ὁ αἰώνιος ὁ τῶν κρυπτῶν γνώστης, ὁ εἰδὼς τὰ πάντα πρὶν γενέσεως αὐτῶν,

  [42] Then Susanna cried out with a loud voice, and said, O everlasting God, that knowest the secrets, and knowest all things before they be:

  [43] σὺ ἐπίστασαι ὅτι ψευδῆ μου κατεμαρτύρησαν· καὶ ἰδοὺ ἀποθνήσκω μὴ ποιήσασα μηδὲν ὧν οὗτοι ἐπονηρεύσαντο κατ’ ἐμοῦ.

  [43] Thou knowest that they have borne false witness against me, and, behold, I must die; whereas I never did such things as these men have maliciously invented against me.

  [44] Καὶ εἰσήκουσε Κύριος τῆς φωνῆς αὐτῆς.

  [44] And the Lord heard her voice.

  [45] καὶ ἀπαγομένης αὐτῆς ἀπολέσθαι, ὁ Θεὸς ἐξήγειρε τὸ πνεῦμα τὸ ἅγιον παιδαρίου νεωτέρου, ᾧ ὄνομα Δανιήλ,

  [45] Therefore when she was led to be put to death, the Lord raised up the holy spirit of a young youth whose name was Daniel:

  [46] καὶ ἐβόησε φωνῇ μεγάλῃ· ἀθῷος ἐγὼ ἀπὸ τοῦ αἵματος ταύτης.

  [46] Who cried with a loud voice, I am clear from the blood of this woman.

  [47] ἐπέστρεψε δὲ πᾶς ὁ λαὸς πρὸς αὐτὸν καὶ εἶπαν· τίς ὁ λόγος οὗτος, ὃν σὺ λελάληκας;

  [47] Then all the people turned them toward him, and said, What mean these words that thou hast spoken?

  [48] ὁ δὲ στὰς ἐν μέσῳ αὐτῶν εἶπεν· οὕτως μωροὶ οἱ υἱοὶ ᾿Ισραήλ; οὐκ ἀνακρίναντες οὐδὲ τὸ σαφὲς ἐπιγνόντες κατεκρίνατε θυγατέρα ᾿Ισραήλ;

  [48] So he standing in the midst of them said, Are ye such fools, ye sons of Israel, that without examination or knowledge of the truth ye have condemned a daughter of Israel?

  [49] ἀναστρέψατε εἰς τὸ κριτήριον· ψευδῆ γὰρ οὗτοι κατεμαρτύρησαν αὐτῆς.

  [49] Return again to the place of judgment: for they have borne false witness against her.

  [50] καὶ ἀνέστρεψε πᾶς ὁ λαὸς μετὰ σπουδῆς. καὶ εἶπαν αὐτῷ οἱ πρεσβύτεροι· δεῦρο κάθισον ἐν μέσῳ ἡμῶν καὶ ἀνάγγειλον ἡμῖν, ὅτι σοὶ δέδωκεν ὁ Θεὸς τὸ πρεσβεῖον.

  [50] Wherefore all the people turned again in haste, and the elders said unto him, Come, sit down among us, and shew it us, seeing God hath given thee the honour of an elder.

  [51] καὶ εἶπε πρὸς αὐτοὺς Δανιήλ· διαχωρίσατε αὐτοὺς ἀπ’ ἀλλήλων μακράν, καὶ ἀνακρινῶ αὐτούς.

  [51] Then said Daniel unto them, Put these two aside one far from another, and I will examine them.

  [52] ὡς δὲ διεχωρίσθησαν εἷς ἀπὸ τοῦ ἑνός, ἐκάλεσε τὸν ἕνα αὐτῶν καὶ εἶπε πρὸς αὐτόν· πεπαλαιωμένε ἡμερῶν κακῶν, νῦν ἥκασιν αἱ ἁμαρτίαι σου, ἃς ἐποίεις τὸ πρότερον

  [52] So when they were put asunder one from another, he called one of them, and said unto him, O thou that art waxen old in wickedness, now thy sins which thou hast committed aforetime are come to light.

  [53] κρίνων κρίσεις ἀδίκους καὶ τοὺς μὲν ἀθῴους κατακρίνων, ἀπολύων δὲ τοὺς αἰτίους, λέγοντος τοῦ Κυρίου· ἀθῷον καὶ δίκαιον οὐκ ἀποκτενεῖς·

  [53] For thou hast pronounced false judgment and hast condemned the innocent and hast let the guilty go free; albeit the Lord saith, The innocent and righteous shalt thou not slay.

  [54] νῦν οὖν ταύτην εἴπερ εἶδες, εἰπόν· ὑπὸ τί δένδρον εἶδες αὐτοὺς ὁμιλοῦντας ἀλλήλοις; ὁ δὲ εἶπεν· ὑπὸ σχῖνον.

  [54] Now then, if thou hast seen her, tell me, Under what tree sawest thou them companying together? Who answered, Under a mastick tree.

  [55] εἶπε δὲ Δανιήλ· ὀρθῶς ἔψευσαι εἰς τὴν σεαυτοῦ κεφαλήν· ἤδη γὰρ ἄγγελος Θεοῦ λαβὼν φάσιν παρὰ τοῦ Θεοῦ σχίσει σε μέσον.

  [55] And Daniel said, Very well; thou hast lied against thine own head; for even now the angel of God hath received the sentence of God to cut thee in two.

  [56] καὶ μεταστήσας αὐτὸν ἐκέλευσε προσαγαγεῖν τὸν ἕτερον· καὶ εἶπεν αὐτῷ· σπέρμα Χαναὰν καὶ οὐκ ᾿Ιούδα, τὸ κάλλος ἐξηπάτησέ σε, καὶ ἐπιθυμία διέστρεψε τὴν καρδίαν σου·

  [56] So he put him aside, and commanded to bring the other, and said unto him, O thou seed of Chanaan, and not of Juda, beauty hath deceived thee, and lust hath perverted thine heart.

  [57] οὕτως ἐποιεῖτε θυγατράσιν ᾿Ισραήλ, καὶ ἐκεῖναι φοβούμεναι ὡμίλουν ὑμῖν, ἀλλ’ οὐ θυγάτηρ ᾿Ιούδα ὑπέμει
νε τὴν ἀνομίαν ὑμῶν.

  [57] Thus have ye dealt with the daughters of Israel, and they for fear companied with you: but the daughter of Juda would not abide your wickedness.

  [58] νῦν οὖν λέγε μοι· ὑπὸ τί δένδρον κατέλαβες αὐτοὺς ὁμιλοῦντας ἀλλήλοις; ὁ δὲ εἶπεν· ὑπὸ πρῖνον.

  [58] Now therefore tell me, Under what tree didst thou take them companying together? Who answered, Under an holm tree.

  [59] εἶπε δὲ αὐτῷ Δανιήλ· ὀρθῶς ἔψευσαι καὶ σὺ εἰς τὴν σεαυτοῦ κεφαλήν· μένει γὰρ ὁ ἄγγελος τοῦ Θεοῦ τὴν ρομφαίαν ἔχων πρίσαι σε μέσον, ὅπως ἐξολοθρεύσῃ ὑμᾶς.

  [59] Then said Daniel unto him, Well; thou hast also lied against thine own head: for the angel of God waiteth with the sword to cut thee in two, that he may destroy you.

  [60] καὶ ἀνεβόησε πᾶσα ἡ συναγωγὴ φωνῇ μεγάλῃ καὶ εὐλόγησαν τῷ Θεῷ τῷ σώζοντι τοὺς ἐλπίζοντας ἐπ’ αὐτόν.

  [60] With that all the assembly cried out with a loud voice, and praised God, who saveth them that trust in him.

  [61] καὶ ἀνέστησαν ἐπὶ τοὺς δύο πρεσβύτας, ὅτι συνέστησεν αὐτοὺς Δανιὴλ ἐκ τοῦ στόματος αὐτῶν ψευδομαρτυρήσαντας, καὶ ἐποίησαν αὐτοῖς ὃν τρόπον ἐπονηρεύσαντο τῷ πλησίον,

  [61] And they arose against the two elders, for Daniel had convicted them of false witness by their own mouth:

  [62] ποιῆσαι κατὰ τὸν νόμον Μωυσῆ, καὶ ἀπέκτειναν αὐτούς· καὶ ἐσώθη αἷμα ἀναίτιον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.

  [62] And according to the law of Moses they did unto them in such sort as they maliciously intended to do to their neighbour: and they put them to death. Thus the innocent blood was saved the same day.

 

‹ Prev