[10] But a remnant shall be left behind, and their relations shall take them, and shall strenuously endeavor to carry forth their bones from the house: and one shall say to the heads of the house, Is there yet any one else with thee? [11] And he shall say, No one else. And the other shall say, Be silent, that thou name not the name of the Lord.
[11] διότι ἰδοὺ κύριος ἐντέλλεται καὶ πατάξει τὸν οἶκον τὸν μέγαν θλάσμασιν καὶ τὸν οἶκον τὸν μικρὸν ῥάγμασιν.
[12] For, behold, the Lord commands, and he will smite the great house with breaches, and the little house with rents.
[12] εἰ διώξονται ἐν πέτραις ἵπποι; εἰ παρασιωπήσονται ἐν θηλείαις; ὅτι ὑμεῖς ἐξεστρέψατε εἰς θυμὸν κρίμα καὶ καρπὸν δικαιοσύνης εἰς πικρίαν,
[13] Will horses run upon rocks? will they refrain from neighing at mares? for ye have turned judgment into poison, and the fruit of righteousness into bitterness:
[13] οἱ εὐφραινόμενοι ἐπ’ οὐδενὶ λόγῳ, οἱ λέγοντες Οὐκ ἐν τῇ ἰσχύι ἡμῶν ἔσχομεν κέρατα;
[14] ye who rejoice at vanity, who say, Have we not possessed horns by our own strength?
[14] διότι ἰδοὺ ἐγὼ ἐπεγείρω ἐφ’ ὑμᾶς, οἶκος τοῦ Ισραηλ, ἔθνος, καὶ ἐκθλίψουσιν ὑμᾶς τοῦ μὴ εἰσελθεῖν εἰς Εμαθ καὶ ἕως τοῦ χειμάρρου τῶν δυσμῶν.
[15] For behold, O house of Israel, I will raise up against you a nation, saith the Lord of hosts; and they shall afflict you so that ye shall not enter into Æmath, and as it were from the river of the wilderness.
CHAPTER 7
[1] Οὕτως ἔδειξέν μοι κύριος καὶ ἰδοὺ ἐπιγονὴ ἀκρίδων ἐρχομένη ἑωθινή, καὶ ἰδοὺ βροῦχος εἷς Γωγ ὁ βασιλεύς.
[1] Thus has the Lord God shewed me; and, behold, a swarm of locusts coming from the east; and, behold, one caterpillar, king Gog.
[2] καὶ ἔσται ἐὰν συντελέσῃ τοῦ καταφαγεῖν τὸν χόρτον τῆς γῆς, καὶ εἶπα Κύριε κύριε, ἵλεως γενοῦ· τίς ἀναστήσει τὸν Ιακωβ; ὅτι ὀλιγοστός ἐστιν·
[2] And it came to pass when he had finished devouring the grass of the land, that I said, Lord God, be merciful; who shall raise up Jacob? for he is small in number.
[3] μετανόησον, κύριε, ἐπὶ τούτῳ. Καὶ τοῦτο οὐκ ἔσται, λέγει κύριος.
[3] Repent, O Lord, for this. And this shall not be, saith the Lord.
[4] Οὕτως ἔδειξέν μοι κύριος καὶ ἰδοὺ ἐκάλεσεν τὴν δίκην ἐν πυρὶ κύριος, καὶ κατέφαγε τὴν ἄβυσσον τὴν πολλὴν καὶ κατέφαγεν τὴν μερίδα.
[4] Thus has the Lord shewed me; and, behold, the Lord called for judgment by fire, and it devoured the great deep, and devoured the Lord’s portion.
[5] καὶ εἶπα Κύριε κύριε, κόπασον δή· τίς ἀναστήσει τὸν Ιακωβ; ὅτι ὀλιγοστός ἐστιν·
[5] Then I said, O Lord, cease, I pray thee: who shall raise up Jacob? for he is small in number. Repent, O Lord, for this.
[6] μετανόησον, κύριε, ἐπὶ τούτῳ. Καὶ τοῦτο οὐ μὴ γένηται, λέγει κύριος.
[6] This also shall not be, saith the Lord.
[7] Οὕτως ἔδειξέν μοι κύριος καὶ ἰδοὺ ἀνὴρ ἑστηκὼς ἐπὶ τείχους ἀδαμαντίνου, καὶ ἐν τῇ χειρὶ αὐτοῦ ἀδάμας.
[7] Thus the Lord shewed me; and behold, he stood upon a wall of adamant, and in his hand was an adamant.
[8] καὶ εἶπεν κύριος πρός με Τί σὺ ὁρᾷς, Αμως; καὶ εἶπα Ἀδάμαντα. καὶ εἶπεν κύριος πρός με Ἰδοὺ ἐγὼ ἐντάσσω ἀδάμαντα ἐν μέσῳ λαοῦ μου Ισραηλ, οὐκέτι μὴ προσθῶ τοῦ παρελθεῖν αὐτόν·
[8] And the Lord said to me, What seest thou, Amos? And I said, An adamant. And the Lord said to me, Behold, I appoint an adamant in the midst of my people Israel: I will not pass by them any more.
[9] καὶ ἀφανισθήσονται βωμοὶ τοῦ γέλωτος, καὶ αἱ τελεταὶ τοῦ Ισραηλ ἐξερημωθήσονται, καὶ ἀναστήσομαι ἐπὶ τὸν οἶκον Ιεροβοαμ ἐν ῥομφαίᾳ.
[9] And the joyful altars shall be abolished, and the sacrifices of Israel shall be set aside; and I will rise up against the house of Jeroboam with the sword.
[10] Καὶ ἐξαπέστειλεν Αμασιας ὁ ἱερεὺς Βαιθηλ πρὸς Ιεροβοαμ βασιλέα Ισραηλ λέγων Συστροφὰς ποιεῖται κατὰ σοῦ Αμως ἐν μέσῳ οἴκου Ισραηλ· οὐ μὴ δύνηται ἡ γῆ ὑπενεγκεῖν ἅπαντας τοὺς λόγους αὐτοῦ·
[10] Then Amasias the priest of Bethel sent to Jeroboam king of Israel, saying, Amos is forming conspiracies against thee in the midst of the house of Israel: the land will be utterly unable to bear all his words.
[11] διότι τάδε λέγει Αμως Ἐν ῥομφαίᾳ τελευτήσει Ιεροβοαμ, ὁ δὲ Ισραηλ αἰχμάλωτος ἀχθήσεται ἀπὸ τῆς γῆς αὐτοῦ.
[11] For thus says Amos, Jeroboam shall die by the sword, and Israel shall be led away captive from his land.
[12] καὶ εἶπεν Αμασιας πρὸς Αμως Ὁ ὁρῶν, βάδιζε ἐκχώρησον εἰς γῆν Ιουδα καὶ ἐκεῖ καταβίου καὶ ἐκεῖ προφητεύσεις·
[12] And Amasias said to Amos, Go, seer, remove thou into the land of Juda, and live there, and thou shalt prophesy there:
[13] εἰς δὲ Βαιθηλ οὐκέτι μὴ προσθῇς τοῦ προφητεῦσαι, ὅτι ἁγίασμα βασιλέως ἐστὶν καὶ οἶκος βασιλείας ἐστίν.
[13] but thou shalt no longer prophesy at Bethel: for it is the king’s sanctuary, and it is the royal house.
[14] καὶ ἀπεκρίθη Αμως καὶ εἶπεν πρὸς Αμασιαν Οὐκ ἤμην προφήτης ἐγὼ οὐδὲ υἱὸς προφήτου, ἀλλ’ ἢ αἰπόλος ἤμην καὶ κνίζων συκάμινα·
[14] And Amos answered, and said to Amasias, I was not a prophet, nor the son of a prophet; but I was a herdman, and a gatherer of sycamore fruits.
[15] καὶ ἀνέλαβέν με κύριος ἐκ τῶν προβάτων, καὶ εἶπεν κύριος πρός με Βάδιζε προφήτευσον ἐπὶ τὸν λαόν μου Ισραηλ.
[15] And the Lord took me from the sheep, and the Lord said to me, Go, and prophesy to my people Israel.
[16] καὶ νῦν ἄκουε λόγον κυρίου Σὺ λέγεις Μὴ προφήτευε ἐπὶ τὸν Ισραηλ καὶ οὐ μὴ ὀχλαγωγήσῃς ἐπὶ τὸν οἶκον Ιακωβ·
[16] And now hear the word of the Lord: Thou sayest, Prophesy not to Israel, and raise not a tumult against the house of Jacob.
[17] διὰ τοῦτο τάδε λέγει κύριος Ἡ γυνή σου ἐν τῇ πόλει πορνεύσει, καὶ οἱ υἱοί σου καὶ αἱ θυγατέρες σου ἐν ῥομφαίᾳ πεσοῦνται, καὶ ἡ γῆ σου ἐν σχοινίῳ καταμετρηθήσεται, καὶ σὺ ἐν γῇ ἀκαθάρτῳ τελευτήσεις, ὁ δὲ Ισραηλ αἰχμάλωτος ἀχθήσεται ἀπὸ τῆς γῆς αὐτοῦ.
[17] Therefore thus saith the Lord; Thy w
ife shall be a harlot in the city, and thy sons and thy daughters shall fall by the sword, and thy land shall be measured with the line; and thou shalt die in an unclean land; and Israel shall be led captive out of his land. Thus has the Lord God shewed me.
CHAPTER 8
[1] Οὕτως ἔδειξέν μοι κύριος καὶ ἰδοὺ ἄγγος ἰξευτοῦ.
[1] And behold a fowler’s basket.
[2] καὶ εἶπεν Τί σὺ βλέπεις, Αμως; καὶ εἶπα Ἄγγος ἰξευτοῦ. καὶ εἶπεν κύριος πρός με Ἥκει τὸ πέρας ἐπὶ τὸν λαόν μου Ισραηλ, οὐκέτι μὴ προσθῶ τοῦ παρελθεῖν αὐτόν·
[2] And he said, What seest thou, Amos? And I said, A fowler’s basket. And the Lord said to me, The end is come upon my people Israel; I will not pass by them any more.
[3] καὶ ὀλολύξει τὰ φατνώματα τοῦ ναοῦ· ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, λέγει κύριος, πολὺς ὁ πεπτωκὼς ἐν παντὶ τόπῳ, ἐπιρρίψω σιωπήν.
[3] And the ceilings of the temple shall howl in that day, saith the Lord God: there shall be many a fallen one in every place; I will bring silence upon them.
[4] Ἀκούσατε δὴ ταῦτα, οἱ ἐκτρίβοντες εἰς τὸ πρωῒ πένητα καὶ καταδυναστεύοντες πτωχοὺς ἀπὸ τῆς γῆς,
[4] Hear now this, ye that oppress the poor in the morning, and drive the needy ones by tyranny from the earth,
[5] οἱ λέγοντες Πότε διελεύσεται ὁ μὴν καὶ ἐμπολήσομεν καὶ τὰ σάββατα καὶ ἀνοίξομεν θησαυροὺς τοῦ ποιῆσαι μικρὸν μέτρον καὶ τοῦ μεγαλῦναι στάθμια καὶ ποιῆσαι ζυγὸν ἄδικον
[5] saying, When will the month pass away, and we shall sell, and the sabbath, and we shall open the treasure, to make the measure small, and to enlarge the weight, and make the balance unfair?
[6] τοῦ κτᾶσθαι ἐν ἀργυρίῳ πτωχοὺς καὶ ταπεινὸν ἀντὶ ὑποδημάτων καὶ ἀπὸ παντὸς γενήματος ἐμπορευσόμεθα;
[6] That we may buy the poor for silver, and the needy for shoes; and we will trade in every kind of fruit.
[7] ὀμνύει κύριος καθ’ ὑπερηφανίας Ιακωβ Εἰ ἐπιλησθήσεται εἰς νεῖκος πάντα τὰ ἔργα ὑμῶν.
[7] The Lord swears against the pride of Jacob, None of your works shall ever be forgotten.
[8] καὶ ἐπὶ τούτοις οὐ ταραχθήσεται ἡ γῆ, καὶ πενθήσει πᾶς ὁ κατοικῶν ἐν αὐτῇ, καὶ ἀναβήσεται ὡς ποταμὸς συντέλεια καὶ καταβήσεται ὡς ποταμὸς Αἰγύπτου.
[8] And shall not the land be troubled for these things, and shall not every one who dwells in it mourn? whereas destruction shall come up as a river, and shall descend as the river of Egypt.
[9] καὶ ἔσται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, λέγει κύριος ὁ θεός, καὶ δύσεται ὁ ἥλιος μεσημβρίας, καὶ συσκοτάσει ἐπὶ τῆς γῆς ἐν ἡμέρᾳ τὸ φῶς·
[9] And it shall come to pass in that day, saith the Lord God, that the sun shall go down at noon, and the light shall be darkened on the earth by day:
[10] καὶ μεταστρέψω τὰς ἑορτὰς ὑμῶν εἰς πένθος καὶ πάσας τὰς ᾠδὰς ὑμῶν εἰς θρῆνον καὶ ἀναβιβῶ ἐπὶ πᾶσαν ὀσφὺν σάκκον καὶ ἐπὶ πᾶσαν κεφαλὴν φαλάκρωμα καὶ θήσομαι αὐτὸν ὡς πένθος ἀγαπητοῦ καὶ τοὺς μετ’ αὐτοῦ ὡς ἡμέραν ὀδύνης.
[10] and I will turn your feasts into mourning, and all your songs into lamentation; and I will bring up sackcloth on all loins, and baldness on every head; and I will make them as the mourning of a beloved friend, and those with them as a day of grief.
[11] ἰδοὺ ἡμέραι ἔρχονται, λέγει κύριος, καὶ ἐξαποστελῶ λιμὸν ἐπὶ τὴν γῆν, οὐ λιμὸν ἄρτου οὐδὲ δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον κυρίου·
[11] Behold, the days come, saith the Lord, that I will send forth a famine on the land, not a famine of bread, nor a thirst for water, but a famine of hearing the word of the Lord.
[12] καὶ σαλευθήσονται ὕδατα ἕως θαλάσσης, καὶ ἀπὸ βορρᾶ ἕως ἀνατολῶν περιδραμοῦνται ζητοῦντες τὸν λόγον κυρίου καὶ οὐ μὴ εὕρωσιν.
[12] And the waters shall be troubled from sea to sea, and from the north to the east shall men run hither and thither, seeking the word of the Lord, and they shall not find it.
[13] ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκλείψουσιν αἱ παρθένοι αἱ καλαὶ καὶ οἱ νεανίσκοι ἐν δίψει
[13] In that day shall the fair virgins and the young men faint for thirst;
[14] οἱ ὀμνύοντες κατὰ τοῦ ἱλασμοῦ Σαμαρείας καὶ οἱ λέγοντες Ζῇ ὁ θεός σου, Δαν, καὶ ζῇ ὁ θεός σου, Βηρσαβεε· καὶ πεσοῦνται καὶ οὐ μὴ ἀναστῶσιν ἔτι.
[14] they who swear by the propitiation of Samaria, and who say, Thy god, O Dan, lives; and, Thy god, O Bersabee, lives; and they shall fall, and shall no more rise again.
CHAPTER 9
[1] Εἶδον τὸν κύριον ἐφεστῶτα ἐπὶ τοῦ θυσιαστηρίου, καὶ εἶπεν Πάταξον ἐπὶ τὸ ἱλαστήριον καὶ σεισθήσεται τὰ πρόπυλα καὶ διάκοψον εἰς κεφαλὰς πάντων· καὶ τοὺς καταλοίπους αὐτῶν ἐν ῥομφαίᾳ ἀποκτενῶ, οὐ μὴ διαφύγῃ ἐξ αὐτῶν φεύγων, καὶ οὐ μὴ διασωθῇ ἐξ αὐτῶν ἀνασῳζόμενος.
[1] I saw the Lord standing on the altar: and he said, Smite the mercy-seat, and the porch shall be shaken: and cut through into the heads of all; and I will slay the remnant of them with the sword: no one of them fleeing shall escape, and no one of them, striving to save himself shall be delivered.
[2] ἐὰν κατορυγῶσιν εἰς ᾅδου, ἐκεῖθεν ἡ χείρ μου ἀνασπάσει αὐτούς· καὶ ἐὰν ἀναβῶσιν εἰς τὸν οὐρανόν, ἐκεῖθεν κατάξω αὐτούς·
[2] Though they hid themselves in hell, thence shall my hand drag them forth; and though they go up to heaven, thence will I bring them down.
[3] ἐὰν ἐγκρυβῶσιν εἰς τὴν κορυφὴν τοῦ Καρμήλου, ἐκεῖθεν ἐξερευνήσω καὶ λήμψομαι αὐτούς· καὶ ἐὰν καταδύσωσιν ἐξ ὀφθαλμῶν μου εἰς τὰ βάθη τῆς θαλάσσης, ἐκεῖ ἐντελοῦμαι τῷ δράκοντι καὶ δήξεται αὐτούς·
[3] If they hide themselves in the top of Carmel, thence will I search them out and take them; and if they should go down from my presence into the depths of the sea, there will I command the serpent, and he shall bite them.
[4] καὶ ἐὰν πορευθῶσιν ἐν αἰχμαλωσίᾳ πρὸ προσώπου τῶν ἐχθρῶν αὐτῶν, ἐκεῖ ἐντελοῦμαι τῇ ῥομφαίᾳ καὶ ἀποκτενεῖ αὐτούς· καὶ στηριῶ τοὺς ὀφθαλμούς μου ἐπ’ αὐτοὺς εἰς κακὰ καὶ οὐκ εἰς ἀγαθά.
[4] And if they should go into captivity before the face of their enemies, there will I command the sword, and it shall slay them: and I will set mine eyes against them for evil, and not for good.
/>
[5] καὶ κύριος κύριος ὁ θεὸς ὁ παντοκράτωρ, ὁ ἐφαπτόμενος τῆς γῆς καὶ σαλεύων αὐτήν, καὶ πενθήσουσιν πάντες οἱ κατοικοῦντες αὐτήν, καὶ ἀναβήσεται ὡς ποταμὸς συντέλεια αὐτῆς καὶ καταβήσεται ὡς ποταμὸς Αἰγύπτου·
[5] And the Lord, the Lord God Almighty, is he that takes hold of the land, and causes it to shake, and all that inhabit it shall mourn; and its destruction shall go up as a river, and shall descend as the river of Egypt.
[6] ὁ οἰκοδομῶν εἰς τὸν οὐρανὸν ἀνάβασιν αὐτοῦ καὶ τὴν ἐπαγγελίαν αὐτοῦ ἐπὶ τῆς γῆς θεμελιῶν, ὁ προσκαλούμενος τὸ ὕδωρ τῆς θαλάσσης καὶ ἐκχέων αὐτὸ ἐπὶ πρόσωπον τῆς γῆς· κύριος ὁ θεὸς ὁ παντοκράτωρ ὄνομα αὐτῷ.
[6] It is he that builds his ascent up to the sky, and establishes his promise on the earth; who calls the water of the sea, and pours it out on the face of the earth; the Lord Almighty is his name.
[7] οὐχ ὡς υἱοὶ Αἰθιόπων ὑμεῖς ἐστε ἐμοί, υἱοὶ Ισραηλ; λέγει κύριος. οὐ τὸν Ισραηλ ἀνήγαγον ἐκ γῆς Αἰγύπτου καὶ τοὺς ἀλλοφύλους ἐκ Καππαδοκίας καὶ τοὺς Σύρους ἐκ βόθρου;
[7] Are not ye to me as the sons of the Ethiopians, O children of Israel? saith the Lord. Did I not bring Israel up out of the land of Egypt, and the Philistines from Cappadocia, and the Syrians out of the deep?
[8] Ἰδοὺ οἱ ὀφθαλμοὶ κυρίου τοῦ θεοῦ ἐπὶ τὴν βασιλείαν τῶν ἁμαρτωλῶν καὶ ἐξαρῶ αὐτὴν ἀπὸ προσώπου τῆς γῆς· πλὴν ὅτι οὐκ εἰς τέλος ἐξαρῶ τὸν οἶκον Ιακωβ, λέγει κύριος.
Delphi Septuagint Page 1165