by Epictetus
[9] ἄγε ἀφῶμεν τὰ ἔργα τῆς φύσεως, τὰ πάρεργα αὐτῆς θεασώμεθα. [10] μή τι ἀχρηστότερον τριχῶν τῶν ἐπὶ γενείου; τί οὖν; οὐ συνεχρήσατο καὶ ταύταις ὡς μάλιστα πρεπόντως ἐδύνατο; οὐ διέκρινεν δι᾽ αὐτῶν τὸ ἄρρεν καὶ τὸ θῆλυ; [11] οὐκ εὐθὺς μακρόθεν κέκραγεν ἡμῶν ἑκάστου ἡ φύσις ‘ἀνήρ εἰμι: οὕτω μοι προσέρχου, οὕτω μοι λάλει, ἄλλο μηδὲν ζήτει: ἰδοὺ τὰ σύμβολα;’ [12] πάλιν ἐπὶ τῶν γυναικῶν ὥσπερ ἐν φωνῇ τι ἐγκατέμιξεν ἁπαλώτερον, οὕτως καὶ τὰς τρίχας ἀφεῖλεν. οὔ: ἀλλ᾽ ἀδιάκριτον ἔδει τὸ ζῷον ἀπολειφθῆναι καὶ κηρύσσειν ἕκαστον ἡμῶν ὅτι [13] ‘ἀνήρ εἰμι.’ πῶς δὲ καλὸν τὸ σύμβολον καὶ εὐπρεπὲς καὶ σεμνόν, πόσῳ κάλλιον τοῦ τῶν ἀλεκτρυόνων λόφου, πόσῳ μεγαλοπρεπέστερον τῆς χαίτης τῶν λεόντων. [14] διὰ τοῦτο ἔδει σῴζειν τὰ σύμβολα τοῦ θεοῦ, ἔδει αὐτὰ μὴ καταπροίεσθαι, μὴ συγχεῖν ὅσον ἐφ᾽ ἑαυτοῖς τὰ γένη τὰ διῃρημένα.
[15] ταῦτα μόνα ἐστὶν ἔργα ἐφ᾽ ἡμῶν τῆς προνοίας; καὶ τίς ἐξαρκεῖ λόγος ὁμοίως αὐτὰ ἐπαινέσαι ἢ παραστῆσαι; εἰ γὰρ νοῦν εἴχομεν, ἄλλο τι ἔδει ἡμᾶς ποιεῖν καὶ κοινῇ καὶ ἰδίᾳ ἢ ὑμνεῖν τὸ θεῖον καὶ εὐφημεῖν καὶ ἐπεξέρχεσθαι τὰς χάριτας; [16] οὐκ ἔδει καὶ σκάπτοντας καὶ ἀροῦντας καὶ ἐσθίοντας ᾁδειν τὸν ὕμνον τὸν εἰς τὸν θεόν; ‘μέγας ὁ θεὸς, ὅτι ἡμῖν παρέσχεν ὄργανα ταῦτα δι᾽ ὧν τὴν γῆν ἐργασόμεθα: [17] μέγας ὁ θεός, ὅτι χεῖρας δέδωκεν, ὅτι κατάποσιν, ὅτι κοιλίαν, ὅτι αὔξεσθαι λεληθότως, ὅτι καθεύδοντας ἀναπνεῖν.’ [18] ταῦτα ἐφ᾽ ἑκάστου ἐφυμνεῖν ἔδει καὶ τὸν μέγιστον καὶ θειότατον ὕμνον ἐφυμνεῖν, ὅτι τὴν δύναμιν ἔδωκεν τὴν παρακολουθητικὴν τούτοις καὶ ὁδῷ χρηστικήν. [19] τί οὖν; ἐπεὶ οἱ πολλοὶ ἀποτετύφλωσθε, οὐκ ἔδει τινὰ εἶναι τὸν ταύτην ἐκπληροῦντα τὴν χώραν καὶ ὑπὲρ πάντων ᾁδοντα τὸν ὕμνον τὸν εἰς τὸν θεόν; [20] τί γὰρ ἄλλο δύναμαι γέρων χωλὸς εἰ μὴ ὑμνεῖν τὸν θεόν; εἰ γοῦν ἀηδὼν ἤμην, ἐποίουν τὰ τῆς ἀηδόνος, εἰ κύκνος, τὰ τοῦ κύκνου. [21] νῦν δὲ λογικός εἰμι: ὑμνεῖν με δεῖ τὸν θεόν. τοῦτό μου τὸ ἔργον ἐστίν, ποιῶ αὐτὸ οὐδ᾽ ἐγκαταλείψω τὴν τάξιν ταύτην, ἐφ᾽ ὅσον ἂν διδῶται, καὶ ὑμᾶς ἐπὶ τὴν αὐτὴν ταύτην ᾠδὴν παρακαλῶ.
ὅτι ἀναγκαῖα τὰ λογικά.
ἐπειδὴ λόγος ἐστὶν ὁ διαρθρῶν καὶ ἐξεργαζόμενος τὰ λοιπά, ἔδει δ᾽ αὐτὸν μὴ ἀδιάρθρωτον εἶναι, ὑπὸ τίνος διαρθρωθῇ; [2] δῆλον γὰρ ὅτι ἢ ὑφ᾽ αὑτοῦ ἢ ὑπ᾽ ἄλλου. ἤ τοι λόγος ἐστὶν ἐκεῖνος ἢ ἄλλο τι κρεῖσσον ἔσται τοῦ λόγου, ὅπερ ἀδύνατον. [3] εἰ λόγος, ἐκεῖνον πάλιν τίς διαρθρώσει; εἰ γὰρ αὐτὸς ἑαυτόν, δύναται καὶ οὗτος. εἰ ἄλλου δεησόμεθα, ἄπειρον ἔσται τοῦτο καὶ ἀκατάληκτον. [4] ‘εἰναί, ἀλλ᾽ ἐπείγει μᾶλλον θεραπεύειν’ καὶ τὰ ὅμοια. θέλεις οὖν περὶ ἐκείνων ἀκούειν; ἄκουε. [5] ἀλλ᾽ ἄν μοι λέγῃς ὅτι ‘οὐκ οἶδα πότερον ἀληθῶς ἢ ψευδῶς διαλέγῃ,’ κἄν τι κατ᾽ ἀμφίβολον φωνὴν εἴπω καὶ λέγῃς μοι ‘διάστιξον,’ οὐκ ἔτι ἀνέξομαί σου, ἀλλ᾽ ἐρῶ σοι: [6] ‘ἀλλ᾽ ἐπείγει μᾶλλον.’ διὰ τοῦτο γὰρ οἶμαι προστάσσουσιν τὰ λογικά, καθάπερ τῆς μετρήσεως τοῦ σίτου προτάσσομεν τὴν τοῦ μέτρου ἐπίσκεψιν. [7] ἂν δὲ μὴ διαλάβωμεν πρῶτον τί ἐστι μόδιος μηδὲ διαλάβωμεν πρῶτον τί ἐστι ζυγός, πῶς ἔτι μετρῆσαί τι ἢ στῆσαι δυνησόμεθα; [8] ἐνταῦθα οὖν τὸ τῶν ἄλλων κριτήριον καὶ δι᾽ οὗ τἆλλα καταμανθάνεται μὴ καταμεμαθηκότες μηδ᾽ ἠκριβωκότες δυνησόμεθά τι τῶν ἄλλων ἀκριβῶσαι καὶ καταμαθεῖν; [9] καὶ πῶς οἷόν τε; ‘ναί: ἀλλ᾽ ὁ μόδιος ξύλον ἐστὶ καὶ ἄκαρπον.’ [10] ἀλλὰ μετρητικὸν σίτου. ‘καὶ τὰ λογικὰ ἄκαρπά ἐστι.’ καὶ περὶ τούτου μὲν ὀψόμεθα. εἰ δ᾽ οὖν καὶ τοῦτο δοίη τις, ἐκεῖνο ἀπαρκεῖ ὅτι τῶν ἄλλων ἐστὶ διακριτικὰ καὶ ἐπισκεπτικὰ καὶ ὡς ἄν τις εἴποι μετρητικὰ καὶ στατικά. [11] τίς λέγει ταῦτα; μόνος Χρύσιππος καὶ Ζήνων καὶ Κλεάνθης; [12] Ἀντισθένης δ᾽ οὐ λέγει; καὶ τίς ἐστιν ὁ γεγραφὼς ὅτι ‘ἀρχὴ παιδεύσεως ἡ τῶν ὀνομάτων ἐπίσκεψις;’ Σωκράτης δ᾽ οὐ λέγει; καὶ περὶ τίνος γράφει Ξενοφῶν, ὅτι ἤρχετο ἀπὸ τῆς τῶν ὀνομάτων ἐπισκέψεως, τί σημαίνει ἕκαστον; [13]
ἆρ᾽ οὖν τοῦτό ἐστι τὸ μέγα καὶ τὸ θαυμαστὸν νοῆσαι Χρύσιππον ἢ ἐξηγήσασθαι; καὶ τίς λέγει τοῦτο; τί οὖν τὸ θαυμαστόν ἐστιν; [14] νοῆσαι τὸ βούλημα τῆς φύσεως. τί οὖν; αὐτὸς διὰ σεαυτοῦ παρακολουθεῖς; καὶ τίνος ἔτι χρείαν ἔχεις; εἰ γὰρ ἀληθές ἐστι τὸ πάντας ἄκοντας ἁμαρτάνειν, σὺ δὲ καταμεμάθηκας τὴν ἀλήθειαν, ἀνάγκη σε ἤδη κατορθοῦν. [15] ἀλλὰ νὴ Δία οὐ παρακολουθῶ τῷ βουλήματι τῆς φύσεως. τίς οὖν ἐξηγεῖται αὐτό; λέγουσιν ὅτι Χρύσιππος. [16] ἔρχομαι καὶ ἐπιζητῶ τί λέγει οὗτος ὁ ἐξηγητὴς τῆς φύσεως. ἄρχομαι μὴ νοεῖν τί λέγει, ζητῶ τὸν ἐξηγούμενον. ‘ἴδε ἐπίσκεψαι, πῶς τοῦτο λέγεται, καθάπερ εἰ Ῥωμαϊστί.’ [17] ποία οὖν ἐνθάδ᾽ ὀφρὺς τοῦ ἐξηγουμένου; οὐδ᾽ αὐτοῦ Χρυσίππου δικαίως, εἰ μόνον ἐξηγεῖται τὸ βούλημα τῆς φύσεως, αὐτὸς δ᾽ οὐκ ἀκολουθεῖ: πόσῳ πλέον τοῦ ἐκεῖνον ἐξηγουμένου; [18] οὐδὲ γὰρ Χρυσίππου χρείαν ἔχομεν δι᾽ αὐτόν, ἀλλ᾽ ἵνα παρακολουθήσωμεν τῇ φύσει. οὐδὲ γὰρ τοῦ θύτου δι᾽ αὐτόν, ἀλλ᾽ ὅτι δι᾽ ἐκείνου κατανοήσειν οἰόμεθα τὰ μέλλοντα καὶ σημαινόμενα ὑπὸ τῶν θεῶν, οὐδὲ τῶν σπλάγχνων δι᾽
αὐτά, [19] ἀλλ᾽ ὅτι δι᾽ ἐκείνων σημαίνεται, οὐδὲ τὸν κόρακα θαυμάζομεν ἢ τὴν κορώνην, ἀλλὰ τὸν θεὸν σημαίνοντα διὰ τούτων. [20]
ἔρχομαι τοίνυν ἐπὶ τὸν ἐξηγητὴν τοῦτον καὶ θύτην καὶ λέγω ὅτι ‘ἐπίσκεψαί μοι τὰ σπλάγχνα, τί μοι σημαίνεται.’ [21] λαβὼν καὶ ἀναπτύξας ἐκεῖνος ἐξηγεῖται ὅτι ‘ἄνθρωπε, προαίρεσιν ἔχεις ἀκώλυτον φύσει καὶ ἀνανάγκαστον. τοῦτο ἐνταῦθα ἐν τοῖς σπλάγχνοις γέγραπται. [22] δείξω σοι αὐτὸ πρῶτον ἐπὶ τοῦ συγκαταθετικοῦ τόπου. μή τίς σε κωλῦσαι δύναται ἐπινεῦσαι ἀληθεῖ; οὐδὲ εἷς. μή τίς σε ἀναγκάσαι δύναται παραδέξασθαι τὸ ψεῦδος; [23] οὐδὲ εἷς. ὁρᾷς ὅτι ἐν τούτῳ τῷ τόπῳ τὸ προαιρετικὸν ἔχεις ἀκώλυτον ἀνανάγκαστον ἀπαραπόδιστον; [24] ἄγε ἐπὶ δὲ τοῦ ὀρεκτικοῦ καὶ ὁρμητικοῦ ἄλλως ἔχει; καὶ τίς ὁρμὴν νικῆσαι δύναται ἢ ἄλλη ὁρμή; τίς δ᾽ ὄρεξιν καὶ ἔκκλισιν ἢ ἄλλη ὄρεξις καὶ ἔκκλισις;’ [25] ‘ ἄν μοι,’ φησί, ‘προσάγῃ θανάτου φόβον, ἀναγκάζει με.’ ‘οὐ τὸ προσαγόμενον, ἀλλ᾽ ὅτι δοκεῖ σοι κρεῖττον εἶναι ποιῆσαί τι τούτων ἢ ἀποθανεῖν. [26] πάλιν οὖν τὸ σὸν δόγμα σε ἠνάγκασεν, τοῦτ᾽ ἔστι προαίρεσιν προαίρεσις. [27] εἰ γὰρ τὸ ἴδιον μέρος, ὃ ἡμῖν ἔδωκεν ἀποσπάσας ὁ θεός, ὑπ᾽ αὐτοῦ ἢ ὑπ᾽ ἄλλου τινὸς κωλυτὸν ἢ ἀναγκαστὸν κατεσκευάκει, οὐκέτι ἂν ἦν θεὸς οὐδ᾽ ἐπεμελεῖτο ἡμῶν ὃν δεῖ τρόπον. [28] ταῦτα εὑρίσκω,’ φησίν, ‘ἐν τοῖς ἱεροῖς. ταῦτά σοι σημαίνεται. ἐὰν θέλῃς, ἐλεύθερος εἶ: ἐὰν θέλῃς, μέμψῃ οὐδένα, ἐγκαλέσεις οὐδενί, πάντα κατὰ γνώμην ἔσται ἅμα τὴν σὴν καὶ τὴν τοῦ θεοῦ.’ [29] διὰ ταύτην τὴν μαντείαν ἔρχομαι ἐπὶ τὸν θύτην τοῦτον καὶ τὸν φιλόσοφον, οὐκ αὐτὸν θαυμάσας ἕνεκά γε τῆς ἐξηγήσεως, ἀλλὰ ἐκεῖνα ἃ ἐξηγεῖται.
ὅτι οὐ δεῖ χαλεπαίνειν τοῖς ἁμαρτανομένοις.
εἰ ἀληθές ἐστι τὸ ὑπὸ τῶν φιλοσόφων λεγόμενον ὅτι πᾶσιν ἀνθρώποις μία ἀρχὴ καθάπερ τοῦ συγκαταθέσθαι τὸ παθεῖν ὅτι ὑπάρχει καὶ τοῦ ἀνανεῦσαι τὸ παθεῖν ὅτι οὐχ ὑπάρχει καὶ νὴ Δία τοῦ ἐπισχεῖν τὸ παθεῖν ὅτι ἄδηλόν ἐστιν, οὕτως καὶ τοῦ ὁρμῆσαι ἐπί [2] τι τὸ παθεῖν ὅτι ἐμοὶ συμφέρει, ἀμήχανον δ᾽ ἄλλο μὲν κρίνειν τὸ συμφέρον, ἄλλου δ᾽ ὀρέγεσθαι καὶ ἄλλο μὲν κρίνειν καθῆκον, ἐπ᾽ ἄλλο δὲ ὁρμᾶν, τί ἔτι τοῖς πολλοῖς χαλεπαίνομεν; [3] — κλέπται, φησίν, εἰσὶ καὶ λωποδύται. — τί ἐστι τὸ κλέπται καὶ λωποδύται; πεπλάνηνται περὶ ἀγαθῶν καὶ κακῶν. χαλεπαίνειν οὖν δεῖ αὐτοῖς ἢ ἐλεεῖν αὐτούς; [4] ἀλλὰ δεῖξον τὴν πλάνην καὶ ὄψει πῶς ἀφίστανται τῶν ἁμαρτημάτων. ἂν δὲ μὴ βλέπωσιν, οὐδὲν ἔχουσιν ἀνώτερον τοῦ δοκοῦντος αὐτοῖς. [5]
τοῦτον οὖν τὸν λῃστὴν καὶ τοῦτον τὸν μοιχὸν οὐκ ἔδει ἀπολωλέναι; [6] — μηδαμῶς, ἀλλ᾽ ἐκεῖνο μᾶλλον ‘τοῦτον τὸν πεπλανημένον καὶ ἐξηπατημένον περὶ τῶν μεγίστων καὶ ἀποτετυφλωμένον οὐ τὴν ὄψιν τὴν διακριτικὴν τῶν λευκῶν καὶ μελάνων, ἀλλὰ τὴν γνώμην τὴν διακριτικὴν τῶν ἀγαθῶν καὶ τῶν κακῶν μὴ ἀπολλύναι;’ κἂν οὕτως λέγῃς, [7] γνώσῃ πῶς ἀπάνθρωπόν ἐστιν ὃ λέγεις καὶ ὅτι ἐκείνῳ ὅμοιον ‘τοῦτον οὖν τὸν τυφλὸν μὴ ἀπολλύναι καὶ τὸν κωφόν;’ [8] εἰ γὰρ μεγίστη βλάβη ἡ τῶν μεγίστων ἀπώλειά ἐστιν, μέγιστον δ᾽ ἐν ἑκάστῳ προαίρεσις οἵα δεῖ καὶ τούτου στέρεταί τις, τί ἔτι χαλεπαίνεις αὐτῷ; [9] ἄνθρωπε, εἰ σὲ δεῖ παρὰ φύσιν ἐπὶ τοῖς ἀλλοτρίοις κακοῖς διατίθεσθαι, ἐλέει αὐτὸν μᾶλλον ἢ μίσει: ἄφες τοῦτο τὸ προσκοπτικὸν καὶ μισητικόν: [10] μὴ ἐ̣ ... π̣ῃς τὰς φωνὰς ταύτας ἃς οἱ πολλοὶ τῶν φ ... των ‘τούτους οὖν τοὺς καταράτους καὶ μιαροὺς ... ‘ ἔστω: σὺ πῶς ποτ᾽ ἀπεσοφώθης ἄφνω ... ν̣ . [11] ἀ̣λ̣λ̣ω̣ς̣ χαλεπὸς εἶ. διὰ τί οὖν χαλεπαίνομεν; ὅτι τὰς ὕλας θαυμάζομεν, ὧν ἡμᾶς ἀφαιροῦνται. ἐπεί τοι μὴ θαύμαζέ σου τὰ ἱμάτια καὶ τῷ κλέπτῃ οὐ χαλεπαίνεις: μὴ θαύμαζε τὸ κάλλος τῆς γυναικὸς καὶ τῷ μοιχῷ οὐ χαλεπαίνεις. [12] γνῶθι ὅτι κλέπτης καὶ μοιχὸς ἐν τοῖς σοῖς τόπον οὐκ ἔχει, ἐν δὲ τοῖς ἀλλοτρίοις καὶ τοῖς οὐκ ἐπὶ σοί. ταῦτα ἂν ἀφῇς καὶ παρὰ μηδὲν ἡγήσῃ, τίνι ἔτι χαλεπαίνεις; μέχρι δ᾽ ἂν ταῦτα θαυμάζῃς, σεαυτῷ χαλέπαινε μᾶλλον ἢ ἐκείνοις. σκόπει γάρ: [13] ἔχεις καλὰ ἱμάτια, ὁ γείτων σου οὐκ ἔχει: θυρίδα ἔχεις, θέλεις αὐτὰ ψῦξαι. οὐκ οἶδεν ἐκεῖνος τί τὸ ἀγαθόν ἐστι τοῦ ἀνθρώπου, ἀλλὰ φαντάζεται ὅτι τὸ ἔχειν καλὰ ἱμάτια, τοῦτο ὃ καὶ σὺ φαντάζῃ. [14] εἶτα μὴ ἔλθῃ καὶ ἄρῃ αὐτά; ἀλλὰ σὺ πλακοῦντα δεικνύων ἀνθρώποις λίχνοις καὶ μόνος αὐτὸν καταπίνων οὐ θέλεις ἵνα αὐτὸν ἁρπάσωσι; μὴ ἐρέθιζε αὐτούς, θυρίδα μὴ ἔχε, μὴ ψῦχέ σου τὰ ἱμάτια. [15] κἀγὼ πρῴην σιδηροῦν λύχνον ἔχων παρὰ τοῖς θεοῖς ἀκούσας ψόφον τῆς θυρίδος κατέδραμον. εὗρον ἡρπασμένον τὸν λύχνον. ἐπελογισάμην, ὅτι ἔπαθέν τι ὁ ἄρας οὐκ ἀπίθανον. τί οὖν; αὔριον, φημί, ὀστράκινον εὑρήσεις. [16] ἐκεῖνα γὰρ ἀπολλύει, ἃ ἔχει. ‘ἀπώλεσά μου τὸ ἱμάτιον.’ εἶχες γὰρ ἱμάτιον. ‘ἀλγῶ τὴν κεφαλήν.’ μή τι κέρατα ἀλγεῖς; τί οὖν ἀγανακτεῖς; τούτων γὰρ αἱ ἀπώλειαι, τούτων οἱ πόνοι, ὧν καὶ αἱ κτήσεις.
[17] ‘ἀλλ᾽ ὁ τύραννος δήσει.’ τί; τὸ σκέλος. ‘ἀλλ᾽ ἀφελεῖ.’ τί; τὸν τράχηλον. τί οὖν οὐ δήσει οὐδ᾽ ἀφελεῖ; τὴν προαίρεσιν. διὰ τοῦτο παρήγγελλον οἱ παλαιοὶ τὸ Γνῶθι σαυτόν
. [18] τί οὖν; ἔδει νὴ τοὺς θεοὺς μελετᾶν ἐπὶ τῶν μικρῶν καὶ ἀπ᾽ ἐκείνων ἀρχομένους διαβαίνειν ἐπὶ τὰ μείζω. [19] ‘κεφαλὴν ἀλγῶ.’ ‘οἴμοι’ μὴ λέγε. ‘ὠτίον ἀλγῶ.’ ‘οἴμοι’ μὴ λέγε. καὶ οὐ λέγω ὅτι οὐ δέδοται στενάξαι, ἀλλὰ ἔσωθεν μὴ στενάξῃς. μηδ᾽ ἂν βραδέως τὸν ἐπίδεσμον ὁ παῖς φέρῃ, κραύγαζε καὶ σπῶ καὶ λέγε ‘πάντες με μισοῦσιν.’ τίς γὰρ μὴ μισήσῃ τὸν τοιοῦτον; [20] τούτοις τὸ λοιπὸν πεποιθὼς τοῖς δόγμασιν ὀρθὸς περιπάτει, ἐλεύθερος, οὐχὶ τῷ μεγέθει πεποιθὼς τοῦ σώματος ὥσπερ ἀθλητής: οὐ γὰρ † ὡς ὄνον ἀήττητον εἶναι.
[21] τίς οὖν ὁ ἀήττητος; ὃν οὐκ ἐξίστησιν οὐδὲν τῶν ἀπροαιρέτων. εἶτα λοιπὸν ἑκάστην τῶν περιστάσεων ἐπερχόμενος καταμανθάνω ὡς ἐπὶ τοῦ ἀθλητοῦ. ‘οὗτος ἐξεβίασε τὸν πρῶτον κλῆρον. τί οὖν τὸν δεύτερον; τί δ᾽ ἂν καῦμα ᾖ; [22] τί δ᾽ ἐν Ὀλυμπίᾳ;’ καὶ ἐνταῦθα ὡσαύτως. ἂν ἀργυρίδιον προβάλῃς, καταφρονήσει. τί οὖν ἂν κορασίδιον; τί οὖν ἂν ἐν σκότῳ; τί οὖν ἂν δοξάριον; τί οὖν ἂν λοιδορίαν; τί οὖν ἂν ἔπαινον; τί δ᾽ ἂν θάνατον; [23] δύναται ταῦτα πάντα νικῆσαι. τί οὖν ἂν καῦμα ᾖ, τοῦτό ἐστι: τί, ἂν οἰνωμένος ᾖ; τί ἂν μελαγχολῶν; τί ἐν ὕπνοις; οὗτός μοί ἐστιν ὁ ἀνίκητος ἀθλητής.