Delphi Complete Works of Epictetus (Illustrated) (Delphi Ancient Classics Book 86)

Home > Nonfiction > Delphi Complete Works of Epictetus (Illustrated) (Delphi Ancient Classics Book 86) > Page 82
Delphi Complete Works of Epictetus (Illustrated) (Delphi Ancient Classics Book 86) Page 82

by Epictetus


  τίς ὁ βιωτικὸς νόμος.

  ἀναγιγνώσκοντος δὲ τοὺς ὑποθετικοὺς ἔφη Νόμος ὑποθετικός ἐστι καὶ οὗτος τὸ ἀκόλουθον τῇ ὑποθέσει παραδέχεσθαι. πολὺ πρότερον δὲ νόμος βιωτικός ἐστιν οὗτος τὸ ἀκόλουθον τῇ φύσει πράττειν. [2] εἰ γὰρ ἐπὶ πάσης ὕλης καὶ περιστάσεως βουλόμεθα τηρῆσαι τὸ κατὰ φύσιν, δῆλον ὅτι ἐν παντὶ στοχαστέον τοῦ μήτε τὸ ἀκόλουθον ἡμᾶς ἐκφυγεῖν μήτε παραδέξασθαι τὸ μαχόμενον. [3] πρῶτον οὖν ἐπὶ τῆς θεωρίας γυμνάζουσιν ἡμᾶς οἱ φιλόσοφοι ὅπου ῥᾷον, εἶτα οὕτως ἐπὶ τὰ χαλεπώτερα ἄγουσιν: ἐνταῦθα γὰρ οὐδέν ἐστι τὸ ἀνθέλκον ὡς πρὸς τὸ ἀκολουθῆσαι τοῖς διδασκομένοις, ἐπὶ δὲ τῶν βιωτικῶν πολλὰ τὰ περισπῶντα. γελοῖος οὖν ὁ λέγων πρῶτον βούλεσθαι ἐπ᾽ ἐκείνων: [4] οὐ γὰρ ῥᾴδιον ἄρχεσθαι ἀπὸ τῶν χαλεπωτέρων. [5] καὶ τοῦτον ἀπολογισμὸν ἔδει φέρειν πρὸς τοὺς γονεῖς τοὺς ἀγανακτοῦντας ἐπὶ τῷ φιλοσοφεῖν τὰ τέκνα. ‘οὐκοῦν ἁμαρτάνω, πάτερ, καὶ οὐκ οἶδα τὸ ἐπιβάλλον ἐμαυτῷ καὶ προσῆκον: εἰ μὲν οὐδὲ μαθητόν ἐστιν οὐδὲ διδακτόν, τί μοι ἐγκαλεῖς; εἰ δὲ διδακτόν, δίδασκε: εἰ δὲ σὺ μὴ δύνασαι, ἄφες με μαθεῖν παρὰ τῶν λεγόντων εἰδέναι. [6] ἐπεὶ τί δοκεῖς; ὅτι θέλων περιπίπτω κακῷ καὶ ἀποτυγχάνω τοῦ ἀγαθοῦ; μὴ γένοιτο. τί οὖν ἐστι τὸ αἴτιον τοῦ ἁμαρτάνειν με; [7] ἡ ἄγνοια. οὐ θέλεις οὖν ἀποθῶμαι τὴν ἄγνοιαν; τίνα πώποτε ὀργὴν ἐδίδαξε τὰ κυβερνητικά, τὰ μουσικά; τὰ βιωτικὰ οὖν διὰ τὴν ὀργήν σου δοκεῖς ὅτι μαθήσομαι;’ [8]

  [9] ταῦτα ἐκείνῳ μόνῳ λέγειν ἔξεστι τῷ τοιαύτην ἐπιβολὴν ἐνηνοχότι. εἰ δέ τις μόνον ἐπιδείκνυσθαι θέλων ἐν συμποσίῳ ὅτι οἶδεν τοὺς ὑποθετικοὺς ἀναγιγνώσκει ταῦτα καὶ προσέρχεται τοῖς φιλοσόφοις, οὗτος ἄλλο τι πράσσει † ἵνα αὐτὸν συγκλητικὸς παρακατακείμενος θαυμάσει; [10] ἐκεῖ γὰρ τῷ ὄντι αἱ μεγάλαι ὗλαί εἰσι καὶ οἱ ἐνθάδε πλοῦτοι ἐκεῖ παίγνια δοκοῦσιν. διὰ τοῦτο ἐκεῖ δύσκολον κρατῆσαι τῶν αὑτοῦ φαντασιῶν, ὅπου τὰ ἐκ [11] σείοντα μεγάλα. ἐγώ τινα οἶδα κλαίοντα Ἐπαφροδίτου τῶν γονάτων ἁπτόμενον καὶ λέγοντα ταλαιπωρεῖν: ἀπολελεῖφθαι γὰρ αὐτῷ μηδέν, εἰ μὴ ἑκατὸν πεντήκοντα μυριάδας. [12] τί οὖν ὁ Ἐπαφρόδιτος; κατεγέλασεν ὡς ὑμεῖς; οὔ: ἀλλ᾽ ἐπιθαυμάσας λέγει ‘τάλας, πῶς οὖν ἐσιώπας, πῶς ἐκαρτέρεις;’ [13]

  ταράξας δὲ τὸν ἀναγιγνώσκοντα τοὺς ὑποθετικοὺς καὶ γελάσαντος τοῦ ὑποθεμένου αὐτῷ τὴν ἀνάγνωσιν Σεαυτοῦ, ἔφη, καταγελᾷς: οὐ προεγύμνασας τὸν νεανίσκον οὐδ᾽ ἔγνως εἰ δύναται τούτοις παρακολουθεῖν, ἀλλ᾽ ὡς ἀναγνώστῃ αὐτῷ χρῇ. [14] τί οὖν, ἔφη, μὴ δυναμένῃ διανοίᾳ συμπεπλεγμένου ἐπικρίσει παρακολουθεῖν ἔπαινον πιστεύομεν, ψόγον πιστεύομεν, ἐπίκρισιν περὶ τῶν καλῶς ἢ κακῶς γινομένων; κἄν τινα κακῶς λέγῃ, οὗτος ἐπιστρέφεται, κἂν ἐπαινῇ τινα, ἐπαίρεται; ἐν τοῖς οὕτως μικροῖς μὴ εὑρίσκων τὸ ἑξῆς; [15] αὕτη οὖν ἀρχὴ τοῦ φιλοσοφεῖν, αἴσθησις τοῦ ἰδίου ἡγεμονικοῦ πῶς ἔχει: μετὰ γὰρ τὸ γνῶναι ὅτι ἀσθενῶς οὐκ ἔτι θελήσει χρῆσθαι αὐτῷ πρὸς τὰ μεγάλα. [16] νῦν δὲ μὴ δυνάμενοί τινες τὸν ψωμὸν καταπίνειν σύνταξιν ἀγοράσαντες ἐπιβάλλονται ἐσθίειν. διὰ τοῦτο ἐμοῦσιν ἢ ἀπεπτοῦσιν: εἶτα στρόφοι καὶ κατάρροιαι καὶ πυρετοί. ἔδει δ᾽ ἐφιστάνειν, εἰ δύνανται. [17] ἀλλ᾽ ἐν μὲν θεωρίᾳ ῥᾴδιον ἐξελέγξαι τὸν οὐκ εἰδότα, ἐν δὲ τοῖς κατὰ τὸν βίον οὔτε παρέχει ἑαυτόν τις ἐλέγχῳ τόν τ᾽ ἐξελέγξαντα μισοῦμεν. ὁ δὲ Σωκράτης ἔλεγεν ἀνεξέταστον βίον μὴ ζῆν. [18]

  ποσαχῶς αἱ φαντασίαι γίνονται καὶ τίνα πρόχειρα πρὸς αὐτὰς βοηθήματα παρασκευαστέον.

  τετραχῶς αἱ φαντασίαι γίνονται ἡμῖν: ἢ γὰρ ἔστι τινὰ καὶ οὕτως φαίνεται ἢ οὐκ ὄντα οὐδὲ φαίνεται ὅτι ἔστιν ἢ ἔστι καὶ οὐ φαίνεται ἢ οὐκ ἔστι καὶ φαίνεται. [2] λοιπὸν ἐν πᾶσι τούτοις εὐστοχεῖν ἔργον ἐστὶ τοῦ πεπαιδευμένου. ὅ τι δ᾽ ἂν ᾖ τὸ θλῖβον, ἐκείνῳ δεῖ προσάγειν τὴν βοήθειαν. εἰ σοφίσματα ἡμᾶς Πυρρώνεια καὶ Ἀκαδημαικὰ τὰ θλίβοντά ἐστιν, ἐκείνοις προσάγωμεν τὴν βοήθειαν: [3] εἰ αἱ τῶν πραγμάτων πιθανότητες, καθ᾽ ἃς φαίνεταί τινα ἀγαθὰ οὐκ ὄντα, ἐκεῖ τὴν βοήθειαν ζητῶμεν: εἰ ἔθος ἐστὶ τὸ θλῖβον, πρὸς ἐκεῖνο τὴν βοήθειαν ἀνευρίσκειν πειρατέον. [4] τί οὖν πρὸς ἔθος ἔστιν εὑρίσκειν βοήθημα; [5] τὸ ἐναντίον ἔθος. ἀκούεις τῶν ἰδιωτῶν λεγόντων ‘τάλας ἐκεῖνος, ἀπέθανεν: ἀπώλετο ὁ πατὴρ αὐτοῦ, ἡ μήτηρ: ἐξεκόπη, ἀλλὰ καὶ ἄωρος καὶ ἐπὶ ξένης.’ [6] ἄκουσον τῶν ἐναντίων λόγων, ἀπόσπασον σεαυτὸν τούτων τῶν φωνῶν, ἀντίθες τῷ ἔθει τὸ ἐναντίον ἔθος. πρὸς τοὺς σοφιστικοὺς λόγους τὰ λογικὰ καὶ τὴν ἐν τούτοις γυμνασίαν καὶ τριβήν, πρὸς τὰς τῶν πραγμάτων πιθανότητας τὰς προλήψεις ἐναργεῖς ἐσμηγμένας καὶ προχείρους ἔχειν δεῖ.

  [7] ὅταν θάνατος φαίνηται κακόν, πρόχειρον ἔχειν ὅτι τὰ κακὰ ἐκκλίνειν καθήκει καὶ ἀναγκαῖον ὁ θάνατος. τί γὰρ ποιήσω; [8] ποῦ γὰρ αὐτὸν φύγω; ἔστω ἐμὲ εἶναι Σαρπηδόνα τὸν τοῦ Διός, ἵν᾽ οὕτως γενναίως εἴπω ‘ἀπελθὼν ἢ αὐτὸς ἀριστεῦσαι θέλω ἢ ἄλλῳ παρασχεῖν ἀφορμὴν τοῦ ἀριστεῦσαι: εἰ μὴ δύναμαι κατορθῶσαί τι αὐτός, οὐ φθονήσω ἄλλῳ τοῦ ποιῆσαί τι γενναῖον:’ ἔστω ταῦτα ὑπὲρ ἡμᾶς, ἐκεῖνο οὐ πίπτει εἰς
ἡμᾶς; [9] καὶ ποῦ φύγω τὸν θάνατον; μηνύσατέ μοι τὴν χώραν, μηνύσατε ἀνθρώπους, εἰς οὓς ἀπέλθω, εἰς οὓς οὐ παραβάλλει, μηνύσατε ἐπαοιδήν: εἰ μὴ ἔχω, τί με θέλετε ποιεῖν; [10] οὐ δύναμαι τὸν θάνατον ἀποφυγεῖν: τὸ φοβεῖσθαι αὐτὸν μὴ ἀποφύγω, ἀλλ᾽ ἀποθάνω πενθῶν καὶ τρέμων; αὕτη γὰρ γένεσις πάθους θέλειν τι καὶ μὴ γίνεσθαι. [11] ἔνθεν ἂν μὲν δύνωμαι τὰ ἐκτὸς μετατιθέναι πρὸς τὴν βούλησιν τὴν ἐμαυτοῦ, μετατίθημι: εἰ δὲ μή, τὸν ἐμποδίζοντα ἐκτυφλῶσαι θέλω. [12] πέφυκε γὰρ ὁ ἄνθρωπος μὴ ὑπομένειν ἀφαιρεῖσθαι τοῦ ἀγαθοῦ, μὴ ὑπομένειν περιπίπτειν τῷ κακῷ. [13] εἶτα τὸ τελευταῖον, ὅταν μήτε τὰ πράγματα μεταθεῖναι δυνηθῶ μήτε τὸν ἐμποδίζοντα ἐκτυφλῶσαι, κάθημαι καὶ στένω καὶ ὃν δύναμαι λοιδορῶ, τὸν Δία καὶ τοὺς θεοὺς τοὺς ἄλλους: εἰ γὰρ μὴ ἐπιστρέφονταί μου, τί ἐμοὶ καὶ αὐτοῖς; [14] ‘ναί: ἀλλ᾽ ἀσεβὴς ἔσῃ.’ τί οὖν μοι χεῖρον ἔσται, ὧν ἔστι μοι νῦν; τὸ σύνολον ἐκείνου μεμνῆσθαι, ὅτι, ἐὰν μὴ ἐν τῷ αὐτῷ ᾖ τὸ εὐσεβὲς καὶ συμφέρον, οὐ δύναται σωθῆναι τὸ εὐσεβὲς ἔν τινι. ταῦτα οὐ δοκεῖ ἐπείγοντα; [15]

  ἐρχέσθω καὶ ἀπαντάτω Πυρρώνειος καὶ Ἀκαδημαικός. ἐγὼ μὲν γὰρ τὸ ἐμὸν μέρος οὐκ ἄγω σχολὴν πρὸς ταῦτα οὐδὲ δύναμαι συνηγορῆσαι τῇ συνηθείᾳ. [16] εἰ καὶ περὶ ἀγριδίου πραγμάτιον εἶχον, ἄλλον ἂν παρεκάλεσα τὸν συνηγορήσοντα: τίνι οὖν ἀρκοῦμαι κατὰ τὸν τόπον; πῶς μὲν αἴσθησις γίνεται, [17] πρότερον δι᾽ ὅλων ἢ ἀπὸ μέρους, ἴσως οὐκ οἶδα ἀπολογίσασθαι, ταράσσει δέ με ἀμφότερα. ὅτι δ᾽ ἐγὼ καὶ σὺ οὐκ ἐσμὲν οἱ αὐτοί, λίαν ἀκριβῶς οἶδα. [18] πόθεν τοῦτο; οὐδέποτε καταπίνειν τι θέλων ἐκεῖ φέρω τὸν ψωμόν, ἀλλ᾽ ὧδε: οὐδέποτ᾽ ἄρτον θέλων λαβεῖν τὸ σάρον ἔλαβον, ἀλλ᾽ ἀεὶ ἐπὶ τὸν ἄρτον ἔρχομαι ὡς πρὸς σκοπόν. [19] ὑμεῖς δ᾽ αὐτοὶ οἱ τὰς αἰσθήσεις ἀναιροῦντες ἄλλο τι ποιεῖτε; τίς ὑμῶν εἰς βαλανεῖον ἀπελθεῖν θέλων εἰς μυλῶνα ἀπῆλθεν; [20] — τί οὖν; οὐ δεῖ κατὰ δύναμιν καὶ τούτων ἀντέχεσθαι, τοῦ τηρῆσαι τὴν συνήθειαν, τοῦ πεφράχθαι πρὸς τὰ κατ᾽ αὐτῆς; [21] — καὶ τίς ἀντιλέγει; ἀλλὰ τὸν δυνάμενον, τὸν σχολάζοντα: τὸν δὲ τρέμοντα καὶ ταρασσόμενον καὶ ῥηγνύμενον ἔσωθεν τὴν καρδίαν ἄλλῳ τινὶ δεῖ προσευκαιρεῖν.

  ὅτι οὐ δεῖ χαλεπαίνειν ἀνθρώποις καὶ τίνα τὰ μικρὰ καὶ μεγάλα ἐν ἀνθρώποις.

  [2] τί ἐστιν αἴτιον τοῦ συγκατατίθεσθαί τινι; τὸ φαίνεσθαι ὅτι ὑπάρχει. τῷ οὖν φαινομένῳ ὅτι οὐχ ὑπάρχει συγκατατίθεσθαι οὐχ οἷόν τε. διὰ τί; ὅτι ἡ φύσις αὕτη ἐστὶ τῆς διανοίας τοῖς μὲν ἀληθέσιν ἐπινεύειν, τοῖς δὲ ψευδέσι δυσαρεστεῖν, πρὸς δὲ τὰ ἄδηλα ἐπέχειν. [3] τίς τούτου πίστις; ‘πάθε, εἰ δύνασαι, νῦν ὅτι νύξ ἐστιν.’ οὐχ οἷόν τε. ‘ἀπόπαθε ὅτι ἡμέρα ἐστίν.’ οὐχ οἷόν τε. ‘πάθε ἢ ἀπόπαθε ἀπὸ τοῦ ἀρτίους εἶναι τοὺς ἀστέρας.’ οὐχ οἷόν τε. [4] ὅταν οὖν τις συγκατατίθηται τῷ ψεύδει, ἴσθι ὅτι οὐκ ἤθελεν ψεύδει συγκαταθέσθαι: πᾶσα γὰρ ψυχὴ ἄκουσα στέρεται τῆς ἀληθείας, ὡς λέγει Πλάτων: ἀλλὰ ἔδοξεν αὐτῷ τὸ ψεῦδος ἀληθές. [5] ἄγε ἐπὶ δὲ τῶν πράξεων τί ἔχομεν τοιοῦτον οἷον ἐνθάδε τὸ ἀληθὲς ἢ τὸ ψεῦδος; τὸ καθῆκον καὶ παρὰ τὸ καθῆκον, τὸ συμφέρον καὶ τὸ ἀσύμφορον, τὸ κατ᾽ ἐμὲ καὶ οὐ κατ᾽ ἐμὲ καὶ ὅσα τούτοις ὅμοια. [6] ‘οὐ δύναται οὖν τις δοκεῖν μέν, ὅτι συμφέρει αὐτῷ, μὴ αἱρεῖσθαι δ᾽ αὐτό;’ οὐ δύναται. [7] πῶς ἡ λέγουσα

  καὶ μανθάνω μὲν οἷα δρᾶν μέλλω κακά,

  θυμὸς δὲ κρείσσων τῶν ἐμῶν βουλευμάτων;

  ὅτι αὐτὸ τοῦτο, τῷ θυμῷ χαρίσασθαι καὶ τιμωρήσασθαι τὸν ἄνδρα, συμφορώτερον ἡγεῖται τοῦ σῶσαι τὰ τέκνα. [8] ‘ναί: ἀλλ᾽ ἐξηπάτηται.’ δεῖξον αὐτῇ ἐναργῶς ὅτι ἐξηπάτηται καὶ οὐ ποιήσει: μέχρι δ᾽ ἂν οὗ μὴ δεικνύῃς, τίνι ἔχει ἀκολουθῆσαι ἢ τῷ φαινομένῳ; [9] οὐδενί. τί οὖν χαλεπαίνεις αὐτῇ, ὅτι πεπλάνηται ἡ ταλαίπωρος περὶ τῶν μεγίστων καὶ ἔχις ἀντὶ ἀνθρώπου γέγονεν; οὐχὶ δ᾽, εἴπερ ἄρα, μᾶλλον ἐλεεῖς, ὡς τοὺς τυφλοὺς ἐλεοῦμεν, ὡς τοὺς χωλούς, οὕτως τοὺς τὰ κυριώτατα τετυφλωμένους καὶ ἀποκεχωλωμένους; [10]

  ὅστις οὖν τούτου μέμνηται καθαρῶς ὅτι ἀνθρώπῳ μέτρον πάσης πράξεως τὸ φαινόμενον (λοιπὸν ἢ καλῶς φαίνεται ἢ κακῶς: εἰ καλῶς, ἀνέγκλητός ἐστιν: εἰ κακῶς, αὐτὸς ἐζημίωται: οὐ δύναται γὰρ ἄλλος μὲν εἶναι ὁ πεπλανημένος, ἄλλος δ᾽ ὁ βλαπτόμενος), οὐδενὶ ὀργισθήσεται, οὐδενὶ χαλεπανεῖ, οὐδένα λοιδορήσει, οὐδένα μέμψεται, οὐ μισήσει, οὐ προσκόψει οὐδενί. [11] ὥστε καὶ τὰ οὕτω μεγάλα καὶ δεινὰ ἔργα ταύτην ἔχει τὴν ἀρχήν, τὸ φαινόμενον; ταύτην οὐδ᾽ ἄλλην. [12] ἡ Ἰλιὰς οὐδέν ἐστιν ἢ φαντασία καὶ χρῆσις φαντασιῶν. ἐφάνη τῷ Ἀλεξάνδρῳ ἀπάγειν τοῦ Μενελάου τὴν γυναῖκα, ἐφάνη τῇ Ἑλένῃ ἀκολουθῆσαι αὐτῷ. [13] εἰ οὖν ἐφάνη τῷ Μενελάῳ παθεῖν ὅτι κέρδος ἐστὶ τοιαύτης γυναικὸς στερηθῆναι, τί ἂν ἐγένετο; ἀπολώλει ἡ Ἰλιὰς οὐ μόνον ἀλλὰ καὶ ἡ Ὀδύσσεια. — [14] ἐκ τοιούτου οὖν μικροῦ πράγματος ἤρτηται τὰ τηλικαῦτα; — τίνα δὲ καὶ λέγεις τὰ τηλικαῦτα; πολέμους καὶ στάσεις καὶ ἀπωλείας πολλῶν ἀνθρώπων καὶ κατασκαφὰς πόλεων; καὶ τί μέγα ἔχει ταῦτα; — οὐδέν; — [15] τί δ᾽ ἔχει μέγα πολλοὺς βοῦς ἀποθανεῖν καὶ πολλὰ πρόβατα καὶ πολλὰς καλιὰς �
�ελιδόνων ἢ πελαργῶν ἐμπρησθῆναι καὶ κατασκαφῆναι; [16] — ὅμοια οὖν ἐστι ταῦτα ἐκείνοις; — ὁμοιότατα. σώματα ἀπώλετο ἀνθρώπων: καὶ βοῶν καὶ προβάτων. οἰκημάτια ἐνεπρήσθη ἀνθρώπων: καὶ πελαργῶν νεοσσιαί. [17] τί μέγα ἢ δεινόν; ἢ δεῖξόν μοι τί διαφέρει οἰκία ἀνθρώπου καὶ νεοσσιὰ πελαργοῦ ὡς οἴκησις. [18] — ὅμοιον οὖν ἐστι πελαργὸς καὶ ἄνθρωπος; — τί λέγεις; κατὰ τὸ σῶμα ὁμοιότατον. πλὴν ὅτι μὲν ἐκ δοκῶν καὶ κεραμίδων καὶ πλίνθων οἰκοδομεῖται τὰ οἰκίδια, ἡ δ᾽ ἐκ ῥάβδων καὶ πηλοῦ.

 

‹ Prev