by Epictetus
[5] ἄνθρωπε, μήτ᾽ ἀχάριστος ἴσθι μήτε πάλιν ἀμνήμων τῶν κρεισσόνων, ἀλλ᾽ ὑπὲρ μὲν τοῦ ὁρᾶν καὶ ἀκούειν καὶ νὴ Δία ὑπὲρ αὐτοῦ τοῦ ζῆν καὶ τῶν συνεργῶν πρὸς αὐτό, ὑπὲρ καρπῶν ξηρῶν, ὑπὲρ οἴνου, ὑπὲρ ἐλαίου εὐχαρίστει τῷ θεῷ: [6] μέμνησο δ᾽ ὅτι ἄλλο τί σοι δέδωκεν κρεῖττον ἁπάντων τούτων, τὸ χρησόμενον αὐτοῖς, τὸ δοκιμάσον, τὸ τὴν ἀξίαν ἑκάστου λογιούμενον. [7] τί γάρ ἐστι τὸ ἀποφαινόμενον ὑπὲρ ἑκάστης τούτων τῶν δυνάμεων, πόσου τις ἀξία ἐστὶν αὐτῶν; μή τι αὐτὴ ἑκάστη ἡ δύναμις; μή τι τῆς ὁρατικῆς ποτ᾽ ἤκουσας λεγούσης τι περὶ ἑαυτῆς, μή τι τῆς ἀκουστικῆς; μή τι πυρῶν; μή τι κριθῶν; μή τι ἵππου; μή τι κυνός; ἀλλ᾽ ὡς διάκονοι καὶ δοῦλαι τεταγμέναι εἰσὶν ὑπηρετεῖν τῇ χρηστικῇ τῶν φαντασιῶν. [8] κἂν πύθῃ, πόσου ἕκαστον ἄξιόν ἐστιν, τίνος πυνθάνῃ; τίς σοι ἀποκρίνεται; πῶς οὖν δύναταί τις ἄλλη δύναμις κρείσσων εἶναι ταύτης, ἣ καὶ ταῖς λοιπαῖς διακόνοις χρῆται καὶ δοκιμάζει αὐτὴ ἕκαστα καὶ ἀποφαίνεται; [9] τίς γὰρ ἐκείνων οἶδεν, τίς ἐστιν αὐτὴ καὶ πόσου ἀξία; τίς ἐκείνων οἶδεν, ὁπότε δεῖ χρῆσθαι αὐτῇ καὶ πότε μή; τίς ἐστιν ἡ ἀνοίγουσα καὶ κλείουσα τοὺς ὀφθαλμοὺς καὶ ἀφ᾽ ὧν δεῖ ἀποστρέφουσα, τοῖς δὲ προσάγουσα; ἡ ὁρατική; οὔ, ἀλλ᾽ ἡ προαιρετική. τίς ἡ τὰ ὦτα ἐπικλείουσα καὶ ἀνοίγουσα; [10] τίς, καθ᾽ ἣν περίεργοι καὶ πευθῆνες ἢ πάλιν ἀκίνητοι ὑπὸ λόγου; ἡ ἀκουστική; [11] οὐκ ἄλλη ἢ ἡ προαιρετικὴ δύναμις. εἶτ᾽ αὐτὴ ἰδοῦσα, ὅτι ἐν τυφλαῖς καὶ κωφαῖς ταῖς ἄλλαις ἁπάσαις δυνάμεσίν ἐστι μηδέ τι ἄλλο συνορᾶν δυναμέναις πλὴν αὐτὰ ἐκεῖνα τὰ ἔργα, ἐφ᾽ οἷς τεταγμέναι εἰσὶ διακονεῖν ταύτῃ καὶ ὑπηρετεῖν, αὐτὴ δὲ μόνη ὀξὺ βλέπει καὶ τάς τ᾽ ἄλλας καθορᾷ, πόσου ἑκάστη ἀξία, καὶ αὑτήν, μέλλει ἡμῖν ἄλλο τι ἀποφαίνεσθαι τὸ κράτιστον εἶναι ἢ αὐτήν; [12] καὶ τί ποιεῖ ἄλλο ὀφθαλμὸς ἀνοιχθεὶς ἢ ὁρᾷ; εἰ δὲ δεῖ τὴν τοῦ τινος ἰδεῖν γυναῖκα καὶ πῶς, τίς λέγει; [13] ἡ προαιρετική. εἰ δὲ δεῖ πιστεῦσαι τοῖς λεχθεῖσιν ἢ ἀπιστῆσαι καὶ πιστεύσαντα ἐρεθισθῆναι ἢ μή, τίς λέγει; [14] οὐχ ἡ προαιρετική; ἡ δὲ φραστικὴ αὕτη καὶ καλλωπιστικὴ τῶν ὀνομάτων, εἴ τις ἄρα ἰδία δύναμις, τί ἄλλο ποιεῖ ἤ, ὅταν ἐμπέσῃ λόγος περί τινος, καλλωπίζει τὰ ὀνομάτια καὶ συντίθησιν ὥσπερ οἱ κομμωταὶ τὴν κόμην; [15] πότερον δ᾽ εἰπεῖν ἄμεινον ἢ σιωπῆσαι καὶ οὕτως ἄμεινον ἢ ἐκείνως καὶ τοῦτο πρέπον ἢ οὐ πρέπον, καὶ τὸν καιρὸν ἑκάστου καὶ τὴν χρείαν τίς ἄλλη λέγει ἢ ἡ προαιρετική; θέλεις οὖν αὐτὴν παρελθοῦσαν αὑτῆς καταψηφίσασθαι;
[16] ‘τί οὖν;,’ φησίν, ‘εἰ οὕτως τὸ πρᾶγμα ἔχει, καὶ δύναται τὸ διακονοῦν κρεῖσσον εἶναι ἐκείνου ᾧ διακονεῖ, ὁ ἵππος τοῦ ἱππέως ἢ ὁ κύων τοῦ κυνηγοῦ ἢ τὸ ὄργανον τοῦ κιθαριστοῦ ἢ οἱ ὑπηρέται τοῦ βασιλέως.’ — τί ἐστι τὸ χρώμενον; [17] προαίρεσις. τί ἐπιμελεῖται πάντων; προαίρεσις. τί ὅλον ἀναιρεῖ τὸν ἄνθρωπον ποτὲ μὲν λιμῷ, ποτὲ δ᾽ ἀγχόνῃ, ποτὲ δὲ κατὰ κρημνοῦ; προαίρεσις. [18] εἶτα τούτου τί ἰσχυρότερον ἐν ἀνθρώποις ἐστίν; καὶ πῶς οἷόν τε τοῦ ἀκωλύτου τὰ κωλυόμενα; τὴν ὁρατικὴν δύναμιν τίνα πέφυκεν ἐμποδίζειν; [19] καὶ προαίρεσις καὶ ἀπροαίρετα. τὴν ἀκουστικὴν ταὐτά, τὴν φραστικὴν ὡσαύτως. προαίρεσιν δὲ τί ἐμποδίζειν πέφυκεν; ἀπροαίρετον οὐδέν, αὐτὴ δ᾽ ἑαυτὴν διαστραφεῖσα. διὰ τοῦτο κακία μόνη αὕτη γίνεται ἢ ἀρετὴ μόνη. [20]
εἶτα τηλικαύτη δύναμις οὖσα καὶ πᾶσι τοῖς ἄλλοις ἐπιτεταγμένη παρελθοῦσα ἡμῖν λεγέτω κράτιστον εἶναι τῶν ὄντων τὴν σάρκα. οὐδὲ εἰ αὐτὴ ἡ σὰρξ ἑαυτὴν ἔλεγεν εἶναι κράτιστον, ἠνέσχετο ἄν τις αὐτῆς. [21] νῦν δὲ τί ἐστιν, Ἐπίκουρε, τὸ ταῦτα ἀποφαινόμενον; τὸ περὶ Τέλους συγγεγραφός, τὸ τὰς Φυσικάς, τὸ περὶ Κανόνος; τὸ τὸν πώγωνα καθεικός; τὸ γράφον, ὅτε ἀπέθνῃσκεν, ὅτι ‘τὴν τελευταίαν ἄγοντες ἅμα καὶ μακαρίαν ἡμέραν;’ [22] ἡ σὰρξ ἢ ἡ προαίρεσις; εἶτα τούτου τι κρεῖσσον ἔχειν ὁμολογεῖς καὶ οὐ μαίνῃ; οὕτως τυφλὸς ταῖς ἀληθείαις καὶ κωφὸς εἶ;
[23] τί οὖν; ἀτιμάζει τις τὰς ἄλλας δυνάμεις; μὴ γένοιτο. λέγει τις μηδεμίαν εἶναι χρείαν ἢ προαγωγὴν ... τῆς προαιρετικῆς δυνάμεως; μὴ γένοιτο. ἀνόητον, ἀσεβές, ἀχάριστον πρὸς τὸν θεόν. ἀλλὰ τὴν ἀξίαν ἑκάστῳ ἀποδίδωσιν. [24] ἔστι γάρ τις καὶ ὄνου χρεία, ἀλλ᾽ οὐχ ἡλίκη βοός: ἔστι καὶ κυνός, ἀλλ᾽ οὐχ ἡλίκη οἰκέτου: ἔστι καὶ οἰκέτου, ἀλλ᾽ οὐχ ἡλίκη τῶν πολιτῶν: ἔστι καὶ τούτων, ἀλλ᾽ οὐχ ἡλίκη τῶν ἀρχόντων. [25] οὐ μέντοι διὰ τὸ ἄλλα εἶναι κρείττονα καὶ ἣν παρέχει τὰ ἕτερα χρείαν ἀτιμαστέον. ἔστι τις ἀξία καὶ τῆς φραστικῆς δυνάμεως, ἀλλ᾽ οὐχ ἡλίκη τῆς προαιρετικῆς. [26] ὅταν οὖν ταῦτα λέγω, μή τις οἰέσθω ὅτι ἀμελεῖν ὑμᾶς ἀξιῶ φράσεως: οὐδὲ γὰρ ὀφθαλμῶν οὐδ᾽ ὤτων οὐδὲ χειρῶν οὐδὲ ποδῶν οὐδ᾽ ἐσθῆτος οὐδ᾽ ὑποδημάτων. [27] ἀλλ᾽ ἄν μου πυνθάνῃ ‘τί οὖν ἐστι κράτιστον τῶν ὄντων;,’ τί εἴπω; τὴν φραστικήν; οὐ δύναμαι: ἀλλὰ τὴν προαιρετικήν, ὅταν ὀρθὴ γένηται. [28] τοῦτο γάρ ἐστι τὸ κἀκείνῃ χρώμενον καὶ ταῖς ἄλλαις πάσαις καὶ μικραῖς καὶ μεγάλαις δυνάμεσιν: τούτου κατορθωθέντος ἀγαθὸς ἄνθρωπος ἀγαθὸς γίνεται, ἀποτευχθέντος κακὸς ἄνθρωπος γίνεται: [29] παρ᾽ ὃ ἀτυ
χοῦμεν, εὐτυχοῦμεν, μεμφόμεθ᾽ ἀλλήλους, εὐαρεστοῦμεν, ἁπλῶς ὃ λεληθὸς μὲν κακοδαιμονίαν ποιεῖται, τυχὸν δ᾽ ἐπιμελείας εὐδαιμονίαν. [30]
τὸ δ᾽ αἴρειν τὴν δύναμιν τῆς φραστικῆς καὶ λέγειν μὴ εἶναι μηδεμίαν ταῖς ἀληθείαις οὐ μόνον ἀχαρίστου ἐστὶ πρὸς τοὺς δεδωκότας, ἀλλὰ καὶ δειλοῦ. [31] ὁ γὰρ τοιοῦτος φοβεῖσθαί μοι δοκεῖ, μή, εἴπερ ἐστί τις δύναμις κατὰ τὸν τόπον, οὐ δυνηθῶμεν αὐτῆς καταφρονῆσαι. [32] τοιοῦτοί εἰσι καὶ οἱ λέγοντες μηδεμίαν εἶναι παραλλαγὴν κάλλους πρὸς αἶσχος. εἶτα ὁμοίως ἦν κινηθῆναι τὸν Θερσίτην ἰδόντα καὶ τὸν Ἀχιλλέα; ὁμοίως τὴν Ἑλένην καὶ ἣν ἔτυχε γυναῖκα; [33] καὶ ταῦτα μωρὰ καὶ ἄγροικα καὶ οὐκ εἰδότων τὴν ἑκάστου φύσιν, ἀλλὰ φοβουμένων μὴ ἄν τις αἴσθηται τῆς διαφορᾶς, εὐθὺς συναρπασθεὶς καὶ ἡττηθεὶς ἀπέλθῃ. [34] ἀλλὰ τὸ μέγα τοῦτο, ἀπολιπεῖν ἑκάστῳ τὴν αὑτοῦ δύναμιν ἣν ἔχει καὶ ἀπολιπόντα ἰδεῖν τὴν ἀξίαν τῆς δυνάμεως καὶ τὸ κράτιστον τῶν ὄντων καταμαθεῖν καὶ τοῦτο ἐν παντὶ μεταδιώκειν, περὶ τοῦτο ἐσπουδακέναι, πάρεργα τἆλλα πρὸς τοῦτο πεποιημένον, οὐ μέντοι ἀμελοῦντα οὐδ᾽ ἐκείνων κατὰ δύναμιν. [35] καὶ γὰρ ὀφθαλμῶν ἐπιμελητέον, ἀλλ᾽ οὐχ ὡς τοῦ κρατίστου, ἀλλὰ καὶ τούτων διὰ τὸ κράτιστον: ὅτι ἐκεῖνο οὐκ ἄλλως ἕξει κατὰ φύσιν εἰ μὴ ἐν τούτοις εὐλογιστοῦν καὶ τὰ ἕτερα παρὰ τὰ ἕτερα αἱρούμενον.
[36] τί οὖν ἐστι τὸ γινόμενον; οἷον εἴ τις ἀπιὼν εἰς τὴν πατρίδα τὴν ἑαυτοῦ καὶ διοδεύων πανδοκεῖον καλὸν ἀρέσαντος αὐτῷ τοῦ πανδοκείου καταμένοι ἐν τῷ πανδοκείῳ. [37] ἄνθρωπε, ἐπελάθου σου τῆς προθέσεως: οὐκ εἰς τοῦτο ὥδευες, ἀλλὰ διὰ τούτου. ‘ἀλλὰ κομψὸν τοῦτο.’ πόσα δ᾽ ἄλλα πανδοκεῖα κομψά, πόσοι δὲ λειμῶνες: ἁπλῶς ὡς δίοδος. [38] τὸ δὲ προκείμενον ἐκεῖνο: εἰς τὴν πατρίδα ἐπανελθεῖν, τοὺς οἰκείους ἀπαλλάξαι δέους, αὐτὸν τὰ τοῦ πολίτου ποιεῖν, γῆμαι, παιδοποιεῖσθαι, ἄρξαι τὰς νομιζομένας ἀρχάς. [39] οὐ γὰρ τοὺς κομψοτέρους ἡμῖν τόπους ἐκλεξόμενος ἐλήλυθας, ἀλλ᾽ ἐν οἷς ἐγένου καὶ ὧν κατατέταξαι πολίτης, ἐν τούτοις ἀναστραφησόμενος. τοιοῦτόν τι καὶ ἐνταῦθά ἐστι τὸ γινόμενον. [40] ἐπεὶ διὰ λόγου καὶ τοιαύτης παραδόσεως ἐλθεῖν ἐπὶ τὸ τέλειον δεῖ καὶ τὴν αὑτοῦ προαίρεσιν ἐκκαθᾶραι καὶ τὴν δύναμιν τὴν χρηστικὴν τῶν φαντασιῶν ὀρθὴν κατασκευάσαι, ἀνάγκη δὲ τὴν παράδοσιν γίνεσθαι διά τινων θεωρημάτων καὶ διὰ λέξεως ποιᾶς καὶ μετά τινος ποικιλίας καὶ δριμύτητος τῶν θεωρημάτων, [41] ὑπ᾽ αὐτῶν τινες τούτων ἁλισκόμενοι καταμένουσιν αὐτοῦ, ὁ μὲν ὑπὸ τῆς λέξεως, ὁ δ᾽ ὑπὸ συλλογισμῶν, ὁ δ᾽ ὑπὸ μεταπιπτόντων, ὁ δ᾽ ὑπ᾽ ἄλλου τινὸς τοιούτου πανδοκείου, καὶ προσμείναντες κατασήπονται ὡς παρὰ ταῖς Σειρῆσιν.
[42] ἄνθρωπε, τὸ προκείμενον ἦν σοι κατασκευάσαι σαυτὸν χρηστικὸν ταῖς προσπιπτούσαις φαντασίαις κατὰ φύσιν, ἐν ὀρέξει ἀναπότευκτον, ἐν δ᾽ ἐκκλίσει ἀπερίπτωτον, μηδέποτ᾽ ἀτυχοῦντα, μηδέποτε δυστυχοῦντα, ἐλεύθερον, ἀκώλυτον, ἀνανάγκαστον, συναρμόζοντα τῇ τοῦ Διὸς διοικήσει, ταύτῃ πειθόμενον, ταύτῃ εὐαρεστοῦντα, μηδένα μεμφόμενον, μηδέν᾽ αἰτιώμενον, δυνάμενον εἰπεῖν τούτους τοὺς στίχους ἐξ ὅλης ψυχῆς
ἄγου δέ μ᾽, ὦ Ζεῦ, καὶ σύ γ᾽ ἡ Πεπρωμένη.
[43] εἶτα τοῦτο τὸ προκείμενον ἔχων ἀρέσαντός σοι λεξειδίου, ἀρεσάντων θεωρημάτων τινῶν αὐτοῦ καταμένεις καὶ κατοικεῖν προαιρῇ ἐπιλαθόμενος τῶν ἐν οἴκῳ καὶ λέγεις ‘ταῦτα κομψά ἐστιν;’ τίς γὰρ λέγει μὴ εἶναι αὐτὰ κομψά; [44] ἀλλ᾽ ὡς δίοδον, ὡς πανδοκεῖα. τί γὰρ κωλύει φράζοντα ὡς Δημοσθένης ἀτυχεῖν; τί δὲ κωλύει συλλογισμοὺς ἀναλύοντα ὡς Χρύσιππος ἄθλιον εἶναι, πενθεῖν, φθονεῖν, ἁπλῶς ταράσσεσθαι, κακοδαιμονεῖν; [45] οὐδὲ ἕν. ὁρᾷς οὖν ὅτι πανδοκεῖα ἦν ταῦτα οὐδενὸς ἄξια, τὸ δὲ προκείμενον ἄλλο ἦν. [46] ταῦτα ὅταν λέγω πρός τινας, οἴονταί με καταβάλλειν τὴν περὶ τὸ λέγειν ἐπιμέλειαν ἢ τὴν περὶ τὰ θεωρήματα. ἐγὼ δ᾽ οὐ ταύτην καταβάλλω, ἀλλὰ τὸ περὶ ταῦτ᾽ ἀκαταληκτικῶς ἔχειν καὶ ἐνταῦθα τίθεσθαι τὰς αὑτῶν ἐλπίδας. [47] εἴ τις τοῦτο παριστὰς βλάπτει τοὺς ἀκούοντας, κἀμὲ τίθεσθε ἕνα τῶν βλαπτόντων. οὐ δύναμαι δ᾽ ἄλλο βλέπων τὸ κράτιστον καὶ τὸ κυριώτατον ἄλλο λέγειν εἶναι, ἵν᾽ ὑμῖν χαρίσωμαι.
πρός τινα τῶν οὐκ ἠξιωμένων ὑπ᾽ερ αὐτοῦ.
εἰπόντος αὐτῷ τινος ὅτι Πολλάκις ἐπιθυμῶν σου ἀκοῦσαι ἦλθον πρὸς σὲ καὶ οὐδέποτέ μοι ἀπεκρίνω: καὶ νῦν, [2] εἰ δυνατόν, παρακαλῶ σε εἰπεῖν τί μοι, Δοκεῖ σοι, ἔφη, καθάπερ ἄλλου τινὸς εἶναι τέχνη οὕτως δὲ καὶ τοῦ λέγειν, ἣν ὁ μὲν ἔχων ἐμπείρως ἐρεῖ, ὁ δὲ μὴ ἔχων ἀπείρως; [3] — δοκεῖ. — οὐκοῦν ὁ μὲν διὰ τοῦ λέγειν αὐτός τε ὠφελούμενος καὶ ἄλλους οἷός τε ὢν ὠφελεῖν οὗτος ἐμπείρως ἂν λέγοι, ὁ δὲ βλαπτόμενος μᾶλλον καὶ βλάπτων οὗτος ἄπειρος ἂν εἴη τῆς τέχνης ταύτης τῆς τοῦ λέγειν; εὕροις ἂν τοὺς μὲν βλαπτομένους τοὺς δ᾽ ὠφελουμένους. [4] οἱ δ᾽ ἀκούοντες πάντες ὠφελοῦνται ἀφ᾽ ὧν ἀκούουσιν ἢ καὶ τούτων εὕροις ἂν τοὺς μὲν ὠφελουμένους τοὺς δὲ βλαπτομένους; — καὶ τούτων, ἔφη. — οὐκοῦν καὶ ἐνταῦθα ὅσοι μὲν ἐμπείρως ἀκούουσιν ὠφελοῦνται, ὅσοι δ᾽ ἀπείρως βλάπτο�
�ται; [5] — ὡμολόγει. — ἔστιν ἄρα τις ἐμπειρία καθάπερ τοῦ λέγειν οὕτως καὶ τοῦ ἀκούειν; — ἔοικεν. [6] — εἰ δὲ βούλει, καὶ οὕτως σκέψαι αὐτό. τὸ μουσικῶς ἅψασθαι τίνος σοι δοκεῖ; — μουσικοῦ. — τί δέ; [7] τὸν ἀνδριάντα ὡς δεῖ κατασκευάσαι τίνος σοι φαίνεται; — ἀνδριαντοποιοῦ. — τὸ ἰδεῖν ἐμπείρως οὐδεμιᾶς σοι προσδεῖσθαι φαίνεται τέχνης; — προσδεῖται καὶ τοῦτο. [8] — οὐκοῦν εἰ καὶ τὸ λέγειν ὡς δεῖ τοῦ ἐμπείρου ἐστίν, ὁρᾷς ὅτι καὶ τὸ ἀκούειν ὠφελίμως τοῦ ἐμπείρου ἐστίν; [9] καὶ τὸ μὲν τελείως καὶ ὠφελίμως, εἰ βούλει, πρὸς τὸ παρὸν ἀφῶμεν, ἐπεὶ καὶ μακράν ἐσμεν ἀμφότεροι παντὸς τοῦ τοιούτου: [10] ἐκεῖνο δὲ πᾶς ἄν τις ὁμολογῆσαί μοι δοκεῖ, ὅτι ποσῆς γέ τινος τριβῆς περὶ τὸ ἀκούειν προσδεῖται ὁ τῶν φιλοσόφων ἀκουσόμενος. ἢ γὰρ οὔ;