Delphi Complete Works of Epictetus (Illustrated) (Delphi Ancient Classics Book 86)

Home > Nonfiction > Delphi Complete Works of Epictetus (Illustrated) (Delphi Ancient Classics Book 86) > Page 102
Delphi Complete Works of Epictetus (Illustrated) (Delphi Ancient Classics Book 86) Page 102

by Epictetus


  περὶ προνοίας.

  ὅταν τῇ προνοίᾳ ἐγκαλῇς, ἐπιστράφηθι καὶ γνώσῃ, ὅτι κατὰ λόγον γέγονεν. [2] ‘ναί, ἀλλ᾽ ὁ ἄδικος πλέον ἔχει.’ ἐν τίνι; ἐν ἀργυρίῳ: πρὸς γὰρ τοῦτό σου κρείττων ἐστίν, ὅτι κολακεύει, ἀναισχυντεῖ, ἀγρυπνεῖ. τί θαυμαστόν; [3] ἀλλ᾽ ἐκεῖνο βλέπε, εἰ ἐν τῷ πιστὸς εἶναι πλέον σου ἔχει, εἰ ἐν τῷ αἰδήμων. οὐ γὰρ εὑρήσεις: ἀλλ᾽ ὅπου κρείττων, ἐκεῖ σαυτὸν εὑρήσεις πλέον ἔχοντα. [4] κἀγώ ποτ᾽ εἶπόν τινι ἀγανακτοῦντι, ὅτι Φιλόστοργος εὐτυχεῖ, Ἤθελες ἂν σὺ μετὰ Σούρα κοιμᾶσθαι;—’μὴ γένοιτο,’ φησίν, [5] ‘ἐκείνη ἡ ἡμέρα.’ — τί οὖν ἀγανακτεῖς, εἰ λαμβάνει τι ἀνθ᾽ οὗ πωλεῖ; ἢ πῶς μακαρίζεις τὸν διὰ τούτων, ἃ σὺ ἀπεύχῃ, κτώμενον ἐκεῖνα; ἢ τί κακὸν ποιεῖ ἡ πρόνοια, εἰ τοῖς κρείττοσι τὰ κρείττω δίδωσιν; ἢ οὐκ ἔστι κρεῖττον αἰδήμονα εἶναι ἢ πλούσιον; ὡμολόγει. τί οὖν ἀγανακτεῖς, ἄνθρωπε, ἔχων τὸ κρεῖττον; [6] μέμνησθε οὖν ἀεὶ καὶ πρόχειρον ἔχετε, ὅτι νόμος οὗτος φυσικὸς τὸν κρείττονα τοῦ χείρονος πλέον ἔχειν, ἐν ᾧ κρείττων ἐστίν, καὶ οὐδέποτ᾽ ἀγανακτήσετε. [7] ‘ἀλλ᾽ ἡ γυνή μοι κακῶς χρῆται.’ καλῶς. ἄν τίς σου πυνθάνηται, τί ἐστι τοῦτο, λέγε ‘ἡ γυνή μοι κακῶς χρῆται.’ ‘ἄλλο οὖν οὐδέν;’ [8] οὐδέν. ‘ὁ πατήρ μοι οὐδὲν δίδωσιν.’ ... ὅτι δὲ κακόν ἐστιν, τοῦτο ἔσωθεν αὐτῷ δεῖ προσθεῖναι καὶ προσκαταψεύσασθαι; [9] διὰ τοῦτο οὐ δεῖ τὴν πενίαν ἐκβάλλειν, ἀλλὰ τὸ δόγμα τὸ περὶ αὐτῆς, καὶ οὕτως εὐροήσομεν.

  ὅτι οὐ δεῖ πρὸς τὰς ἀγγελίας ταράσσεσθαι.

  ὅταν σοί τι προσαγγελθῇ ταρακτικόν, ἐκεῖνο ἔχε πρόχειρον, ὅτι ἀγγελία περὶ οὐδενὸς προαιρετικοῦ γίνεται. μή τι γὰρ δύναταί σοί τις ἀγγεῖλαι, [2] ὅτι κακῶς ὑπέλαβες ἢ κακῶς ὠρέχθης; — οὐδαμῶς. — ἀλλ᾽ ὅτι ἀπέθανέν τις: τί οὖν πρὸς σέ; ὅτι σε κακῶς τις λέγει: τί οὖν πρὸς σέ; [3] ὅτι ὁ πατὴρ τάδε τινὰ ἑτοιμάζεται: ἐπὶ τίνα; μή τι ἐπὶ τὴν προαίρεσιν; πόθεν δύναται; ἀλλ᾽ ἐπὶ τὸ σωμάτιον, ἐπὶ τὸ κτησείδιον: ἐσώθης, οὐκ ἐπὶ σέ. [4] οὐκοῦν ἀλλ᾽ ὁ κριτὴς ἀποφαίνεται ὅτι ἠσέβησας. περὶ Σωκράτους δ᾽ οὐκ ἀπεφήναντο οἱ δικασταί; μή τι σὸν ἔργον ἐστὶ τὸ ἐκεῖνον ἀποφήνασθαι; — οὔ. — τί οὖν ἔτι σοι μέλει; [5] ἔστι τι τοῦ πατρός σου ἔργον, ὃ ἂν μὴ ἐκπληρώσῃ, ἀπώλεσεν τὸν πατέρα, τὸν φιλόστοργον, τὸν ἥμερον. ἄλλο δὲ μηδὲν ζήτει τούτου ἕνεκα αὐτὸν ἀπολέσθαι. οὐδέποτε γὰρ ἐν ἄλλῳ μέν τις ἁμαρτάνει, εἰς ἄλλο δὲ βλάπτεται. [6] πάλιν σὸν ἔργον τὸ ἀπολογηθῆναι εὐσταθῶς, αἰδημόνως, ἀοργήτως. εἰ δὲ μή, ἀπώλεσας καὶ σὺ τὸν υἱόν, τὸν αἰδήμονα, τὸν γενναῖον. [7] τί οὖν; ὁ κριτὴς ἀκίνδυνός ἐστιν; οὔ: ἀλλὰ κἀκείνῳ τὰ ἴσα κινδυνεύεται. τί οὖν ἔτι φοβῇ, τί ἐκεῖνος κρινεῖ; τί σοὶ καὶ τῷ ἀλλοτρίῳ κακῷ; [8] σὸν κακόν ἐστι τὸ κακῶς ἀπολογηθῆναι: τοῦτο φυλάσσου μόνον: κριθῆναι δ᾽ ἢ μὴ κριθῆναι ὥσπερ ἄλλου ἐστὶν ἔργον, οὕτως κακὸν ἄλλου ἐστίν. [9] ‘ἀπειλεῖ σοι ὁ δεῖνα.’ ἐμοί; οὔ. ‘ψέγει σε.’ αὐτὸς ὄψεται, πῶς ποιεῖ τὸ ἴδιον ἔργον. ‘μέλλει σε κατακρινεῖν ἀδίκως.’ ἄθλιος.

  τίς στάσις ἰδιώτου καὶ φιλοσόφου.

  ἡ πρώτη διαφορὰ ἰδιώτου καὶ φιλοσόφου: ὁ μὲν λέγει ‘οὐαί μοι διὰ τὸ παιδάριον, διὰ τὸν ἀδελφόν, οὐαὶ διὰ τὸν πατέρα,’ ὁ δ᾽, ἄν ποτ᾽ εἰπεῖν ἀναγκασθῇ, ‘οὐαί μοι’ [2] ἐπιστήσας λέγει ‘δι᾽ ἐμέ.’ προαίρεσιν γὰρ οὐδὲν δύναται κωλῦσαι ἢ βλάψαι ἀπροαίρετον εἰ μὴ αὐτὴ ἑαυτήν. [3] ἂν οὖν ἐπὶ τοῦτο ῥέψωμεν καὶ αὐτοί, ὥσθ᾽ ὅταν δυσοδῶμεν, αὑτοὺς αἰτιᾶσθαι καὶ μεμνῆσθαι, ὅτι οὐδὲν ἄλλο ταραχῆς ἢ ἀκαταστασίας αἴτιόν ἐστιν ἢ δόγμα, ὀμνύω ὑμῖν πάντας θεούς, ὅτι προεκόψ [4] αμεν. νῦν δ᾽ ἄλλην ὁδὸν ἐξ ἀρχῆς ἐληλύθαμεν. εὐθὺς ἔτι παίδων ἡμῶν ὄντων ἡ τιτθή, εἴ ποτε προσεπταίσαμεν χάσκοντες, οὐχὶ ἡμῖν ἐπέπλησσεν, ἀλλὰ τὸν λίθον ἔτυπτεν. τί γὰρ ἐποίησεν ὁ λίθος; διὰ τὴν τοῦ παιδίου σου μωρίαν ἔδει μεταβῆναι αὐτόν; [5] πάλιν ἂν μὴ εὕρωμεν φαγεῖν ἐκ βαλανείου, οὐδέποθ᾽ ἡμῶν καταστέλλει τὴν ἐπιθυμίαν ὁ παιδαγωγός, ἀλλὰ δέρει τὸν μάγειρον. ἄνθρωπε, μὴ γὰρ ἐκείνου σε παιδαγωγὸν κατεστήσαμεν; ἀλλὰ τοῦ παιδίου ἡμῶν: τοῦτο ἐπανόρθου, τοῦτο ὠφέλει. [6] οὕτως καὶ αὐξηθέντες φαινόμεθα παιδία. παῖς γὰρ ἐν μουσικοῖς ὁ ἄμουσος, ἐν γραμματικοῖς ὁ ἀγράμματικος, ἐν βίῳ ὁ ἀπαίδευτος.

  ὅτι ἀπὸ πάντων τῶν ἐκτὸς ἔστιν ὠφελεῖσθαι.

  ἐπὶ τῶν θεωρητικῶν φαντασιῶν πάντες σχεδὸν τὸ ἀγαθὸν καὶ τὸ κακὸν ἐν ἡμῖν ἀπέλιπον, οὐχὶ δ᾽ ἐν τοῖς ἐκτός. [2] οὐδεὶς λέγει ἀγαθὸν τὸ ἡμέραν εἶναι, κακὸν τὸ νύκτα εἶναι, μέγιστον δὲ κακῶν τὸ τρία τέσσαρα εἶναι. ἀλλὰ τί; [3] τὴν μὲν ἐπιστήμην ἀγαθόν, τὴν δ᾽ ἀπάτην κακόν, ὥστε καὶ περὶ αὐτὸ τὸ ψεῦδος ἀγαθὸν συνίστασθαι, τὴν ἐπιστήμην τοῦ ψεῦδος εἶναι αὐτό. [4] ἔδει οὖν οὕτως καὶ ἐπὶ τοῦ βίου. ὑγεία ἀγαθόν, νόσος δὲ κακόν; οὔ, ἄνθρωπε. ἀλλὰ τί; τὸ καλῶς ὑγιαίνειν ἀγαθόν, τὸ κακῶς κακόν. — ὥστε καὶ ἀπὸ νόσου ἔστιν ὠφεληθῆναι; — τὸν θεόν σοι, ἀπὸ θανάτου γὰρ οὐκ ἔστιν; ἀπὸ πληρώσεως γὰρ οὐκ ἔστιν, [5] μικρά σοι δοκεῖ ὁ Μενοικεὺς ὠφεληθῆναι, ὅτ᾽ ἀπέθνῃσκεν; — τοιαῦτά τις εἰπὼν ὠφεληθείη ἢ οἷα ἐκεῖνος ὠφελήθη. — ἔα, ἄνθρωπε, οὐκ ἐτήρησεν τὸν φιλόπ
ατριν, τὸν μεγαλόφρονα, τὸν πιστόν, τὸν γενναῖον; ἐπιζήσας δὲ οὐκ ἀπώλλυεν ταῦτα πάντα; [6] οὐ περιεποιεῖτο τὰ ἐναντία; τὸν δειλὸν οὐκ ἀνελάμβανεν, τὸν ἀγεννῆ, τὸν μισόπατριν, τὸν φιλόψυχον; ἄγε δοκεῖ σοι μικρὰ ὠφεληθῆναι ἀποθανών; [7] οὔ: ἀλλ᾽ ὁ τοῦ Ἀδμήτου πατὴρ μεγάλα ὠφελήθη ζήσας οὕτως ἀγεννῶς καὶ ἀθλίως; [8] ὕστερον γὰρ οὐκ ἀπέθανεν; παύσασθε, τοὺς θεοὺς ὑμῖν, τὰς ὕλας θαυμάζοντες, παύσασθ᾽ ἑαυτοὺς δούλους ποιοῦντες πρῶτον τῶν πραγμάτων, εἶτα δι᾽ αὐτὰ καὶ τῶν ἀνθρώπων τῶν ταῦτα περιποιεῖν ἢ ἀφαιρεῖσθαι δυναμένων.

  ἔστιν οὖν ἀπὸ τούτων ὠφεληθῆναι; [9] — ἀπὸ πάντων. — καὶ ἀπὸ τοῦ λοιδοροῦντος; — τί δ᾽ ὠφελεῖ τὸν ἀθλητὴν ὁ προσγυμναζόμενος; τὰ μέγιστα. καὶ οὗτος ἐμοῦ προγυμναστὴς γίνεται: τὸ ἀνεκτικόν μου γυμνάζει, τὸ ἀόργητον, τὸ πρᾷον. [10] οὔ: ἀλλ᾽ ὁ μὲν τοῦ τραχήλου καθάπτων καὶ τὴν ὀσφῦν μου καὶ τοὺς ὤμους καταρτίζων ὠφελεῖ με καὶ ὁ ἀλείπτης καλῶς ποιῶν λέγει ‘ἆρον ὕπερον ἀμφοτέραις’ καὶ ὅσῳ βαρύτερός ἐστιν ἐκεῖνος, τοσούτῳ μᾶλλον ὠφελοῦμαι ἐγώ: εἰ δέ τις πρὸς ἀοργησίαν με γυμνάζει, οὐκ ὠφελεῖ με; [11] τοῦτ᾽ ἔστι τὸ μὴ εἰδέναι ἀπ᾽ ἀνθρώπων ὠφελεῖσθαι. κακὸς γείτων; αὑτῷ: ἀλλ᾽ ἐμοὶ ἀγαθός: γυμνάζει μου τὸ εὔγνωμον, τὸ ἐπιεικές. [12] κακὸς πατήρ; αὑτῷ: ἀλλ᾽ ἐμοὶ ἀγαθός. τοῦτ᾽ ἔστι τὸ τοῦ Ἑρμοῦ ῥαβδίον: ‘οὗ θέλεις,’ φησίν, ‘ἅψαι καὶ χρυσοῦν ἔσται.’ οὔ: ἀλλ᾽ ὃ θέλεις φέρε κἀγὼ αὐτὸ ἀγαθὸν ποιήσω. φέρε νόσον, φέρε θάνατον, φέρε ἀπορίαν, φέρε λοιδορίαν, δίκην τὴν περὶ τῶν ἐσχάτων: πάντα ταῦτα τῷ ῥαβδίῳ τοῦ Ἑρμοῦ ὠφέλιμα ἔσται. [13] ‘τὸν θάνατον τί ποιήσεις;’ τί γὰρ ἄλλο ἢ ἵνα σε κοσμήσῃ ἢ ἵνα δείξῃς2ε ἔργῳ δι᾽ αὐτοῦ, τί ἐστιν ἄνθρωπος τῷ βουλήματι τῆς φύσεως παρακολουθῶν; [14] ‘τὴν νόσον τί ποιήσεις;’ δείξω αὐτῆς τὴν φύσιν, διαπρέψω ἐν αὐτῇ, εὐσταθήσω, εὐροήσω, τὸν ἰατρὸν οὐ κολακεύσω, οὐκ εὔξομαι ἀποθανεῖν. [15] τί ἔτι ἄλλο ζητεῖς; πᾶν ὃ ἂν δῷς, ἐγὼ αὐτὸ ποιήσω μακάριον, εὐδαιμονικόν, σεμνόν, ζηλωτόν.

  οὔ: ἀλλὰ [16] ‘βλέπε μὴ νοσήσῃς: κακόν ἐστιν.’ οἷον εἴ τις ἔλεγεν ‘βλέπε μὴ λάβῃς ποτὲ φαντασίαν τοῦ τὰ τρία τέσσαρα εἶναι: κακόν ἐστιν.’ ἄνθρωπε, πῶς κακόν; ἂν ὃ δεῖ περὶ αὐτοῦ ὑπολάβω, πῶς ἔτι με βλάψει; οὐχὶ δὲ μᾶλλον καὶ ὠφελήσει; [17] ἂν οὖν περὶ πενίας ὃ δεῖ ὑπολάβω, ἂν περὶ νόσου, ἂν περὶ ἀναρχίας, οὐκ ἀρκεῖ μοι; οὐκ ὠφέλιμα ἔσται; πῶς οὖν ἔτι ἐν τοῖς ἐκτὸς τὰ κακὰ καὶ τἀγαθὰ δεῖ με ζητεῖν; [18] ἀλλὰ τί; ταῦτα μέχρι ὧδε, εἰς οἶκον δ᾽ οὐδεὶς ἀποφέρει: ἀλλ᾽ εὐθὺς πρὸς τὸ παιδάριον πόλεμος, πρὸς τοὺς γείτονας, πρὸς τοὺς σκώψαντας, πρὸς τοὺς καταγελάσαντας. [19] καλῶς γένοιτο Λεσβίῳ, ὅτι με καθ᾽ ἡμέραν ἐξελέγχει μηδὲν εἰδότα.

  πρὸς τοὺς εὐκόλως ἐπὶ τὸ σοφιστεύειν ἐρχομένους.

  ὅτι τὰ θεωρήματα ἀναλαβόντες ψιλὰ εὐθὺς αὐτὰ ἐξεμέσαι θέλουσιν ὡς οἱ στομαχικοὶ τὴν τροφήν. [2] πρῶτον αὐτὸ πέψον, εἶθ᾽ οὕτω μὴ ἐξεμέσῃς: εἰ δὲ μή, ἔμετος τῷ ὄντι γίνεται, πρᾶγμ᾽ ἀκάθαρτον καὶ ἄβρωτον. [3] ἀλλ᾽ ἀπ᾽ αὐτῶν ἀναδοθέντων δεῖξόν τινα ἡμῖν μεταβολὴν τοῦ ἡγεμονικοῦ τοῦ σεαυτοῦ, ὡς οἱ ἀθληταὶ τοὺς ὤμους, ἀφ᾽ ὧν ἐγυμνάσθησαν καὶ ἔφαγον, ὡς οἱ τὰς τέχνας ἀναλαβόντες, ἀφ᾽ ὧν ἔμαθον. [4] οὐκ ἔρχεται ὁ τέκτων καὶ λέγει ‘ἀκούσατέ μου διαλεγομένου περὶ τῶν τεκτονικῶν,’ ἀλλ᾽ ἐκμισθωσάμενος οἰκίαν ταύτην κατασκευάσας δείκνυσιν, ὅτι ἔχει τὴν τέχνην. [5] τοιοῦτόν τι καὶ σὺ ποίησον: φάγε ὡς ἄνθρωπος, πίε ὡς ἄνθρωπος, κοσμήθητι, γάμησον, παιδοποίησον, πολίτευσαι: ἀνάσχου λοιδορίας, ἔνεγκε ἀδελφὸν ἀγνώμονα, ἔνεγκε πατέρα, ἔνεγκε υἱόν, γείτονα, σύνοδον. [6] ταῦτα ἡμῖν δεῖξον, ἵν᾽ ἴδωμεν, ὅτι μεμάθηκας ταῖς ἀληθείαις τι τῶν φιλοσόφων. οὔ: ἀλλ᾽ ‘ἐλθόντες ἀκούσατέ μου σχόλια λέγοντος.’ ὕπαγε, ζήτει τίνων κατεξεράσεις. [7] ‘καὶ μὴν ἐγὼ ὑμῖν ἐξηγήσομαι τὰ Χρυσίππεια ὡς οὐδείς, τὴν λέξιν διαλύσω καθαρώτατα, προσθήσω ἄν που καὶ Ἀντιπάτρου καὶ Ἀρχεδήμου φοράν.’ [8]

  εἶτα τούτου ἕνεκα ἀπολίπωσιν οἱ νέοι τὰς πατρίδας καὶ τοὺς γονεῖς τοὺς αὑτῶν, ἵν᾽ ἐλθόντες λεξείδιά σου ἐξηγουμένου ἀκούσωσιν; [9] οὐ δεῖ αὐτοὺς ὑποστρέψαι ἀνεκτικούς, συνεργητικούς, ἀπαθεῖς, ἀταράχους, ἔχοντάς τι ἐφόδιον τοιοῦτον εἰς τὸν βίον, ἀφ᾽ οὗ ὁρμώμενοι φέρειν δυνήσονται τὰ συμπίπτοντα καλῶς καὶ κοσμεῖσθαι ὑπ᾽ αὐτῶν; [10] καὶ πόθεν σοι μεταδιδόναι τούτων ὧν οὐκ ἔχεις; αὐτὸς γὰρ ἄλλο τι ἐποίησας ἐξ ἀρχῆς ἢ περὶ ταῦτα κατετρίβης, πῶς οἱ συλλογισμοὶ ἀναλυθήσονται, πῶς οἱ μεταπίπτοντες, πῶς οἱ τῷ ἠρωτῆσθαι περαίνοντες; [11] ‘ἀλλ᾽ ὁ δεῖνα σχολὴν ἔχει: διὰ τί μὴ κἀγὼ σχῶ;’ οὐκ εἰκῇ ταῦτα γίνεται, ἀνδράποδον, οὐδ᾽ ὡς ἔτυχεν, ἀλλὰ καὶ ἡλικίαν εἶναι δεῖ καὶ βίον καὶ θεὸν ἡγεμόνα. [12] οὔ: ἀλλ᾽ ἀπὸ λιπομένος μὲν οὐδεὶς ἀνάγεται μὴ θύσας τοῖς θεοῖς καὶ παρακαλέσας αὐτοὺς βοηθοὺς οὐδὲ σπείρουσιν ἄλλως οἱ ἄνθρωποι εἰ μὴ τὴν Δήμητρα ἐπικαλεσάμενοι: τηλικούτου δ᾽ ἔργου ἁψάμενός τις ἄνευ θεῶν ἀσφαλῶς ἅψεται καὶ οἱ τούτῳ προσιόντες εὐτυχῶς προσελεύσονται; [13] τί ἄλλο ποιεῖς, ἄνθρωπε, ἢ τὰ μυστήρια ἐξορχῇ καὶ λέγεις ‘οἴκ
ημά ἐστι καὶ ἐν Ἐλευσῖνι, ἰδοὺ καὶ ἐνθάδε. ἐκεῖ ἱεροφάντης: καὶ ἐγὼ ποιήσω ἱεροφάντην. ἐκεῖ κήρυξ: κἀγὼ κήρυκα καταστήσω. ἐκεῖ δᾳδοῦχος: κἀγὼ δᾳδοῦχον. ἐκεῖ δᾷδες: καὶ ἐνθάδε. αἱ φωναὶ αἱ αὐταί: τὰ γινόμενα τί διαφέρει ταῦτα ἐκείνων;’ [14] ἀσεβέστατε ἄνθρωπε, οὐδὲν διαφέρει; καὶ παρὰ τόπον ταῦτα ὠφελεῖ καὶ παρὰ καιρόν: καὶ μετὰ θυσίας δὲ καὶ μετ᾽ εὐχῶν καὶ προηγνευκότα καὶ προδιακείμενον τῇ γνώμῃ, ὅτι ἱεροῖς προσελεύσεται καὶ ἱεροῖς παλαιοῖς. οὕτως ὠφέλιμα γίνεται τὰ μυστήρια, [15] οὕτως εἰς φαντασίαν ἐρχόμεθα, ὅτι ἐπὶ παιδείᾳ καὶ ἐπανορθώσει τοῦ βίου κατεστάθη πάντα ταῦτα ὑπὸ τῶν παλαιῶν. [16] σὺ δ᾽ ἐξαγγέλλεις αὐτὰ καὶ ἐξορχῇ παρὰ καιρόν, παρὰ τόπον, ἄνευ θυμάτων, ἄνευ ἁγνείας: οὐκ ἐσθῆτα ἔχεις ἣν δεῖ τὸν ἱεροφάντην, οὐ κόμην, οὐ στρόφιον οἷον δεῖ, οὐ φωνήν, οὐχ ἡλικίαν, οὐχ ἥγνευκας ὡς ἐκεῖνος, ἀλλ᾽ αὐτὰς μόνας τὰς φωνὰς ἀνειληφὼς λέγεις. ἱεραί εἰσιν αἱ φωναὶ αὐταὶ καθ᾽ αὑτάς;

 

‹ Prev